2. New Testament, Apocalypse, 1.1, 1.7, 1.13-1.20, 2.7, 2.11, 2.17, 2.26-2.28, 3.5, 3.12, 3.21, 4.1, 5.9, 7.9-7.17, 11.5, 11.15-11.19, 12.10-12.12, 14.1-14.5, 15.2-15.4, 17.10, 19.1-19.8, 20.3-20.10, 22.5-22.6 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Berglund Crostini and Kelhoffer, Why We Sing: Music, Word, and Liturgy in Early Christianity (2022) 137, 144 1.1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ἥν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ,ἃ δεῖ γενέσθαιἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάνει, 1.7. Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,καὶὄψεταιαὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸνἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.ναί, ἀμήν. 1.13. καὶ ἐν μέσῳ τῶν λυχνιῶνὅμοιον υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρηκαὶπεριεζωσμένονπρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 1.14. ἡ δὲκεφαλὴ αὐτοῦκαὶαἱ τρίχες λευκαὶ ὡς ἔριονλευκόν,ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡςφλὸξ πυρός, 1.15. καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένης,καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 1.16. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡςὁ ἥλιοςφαίνειἐν τῇ δυνάμει αὐτοῦ. 1.17. Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγωνΜὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,καὶ ὁ ζῶν, 1.18. — καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, — καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾄδου. 1.19. γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. 1.20. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν. 2.7. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷφαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς,ὅ ἐστινἐν τῷ παραδείσῳ τοῦ θεοῦ. 2.11. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. 2.17. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφονὄνομα καινὸνγεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. 2.26. Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου,δώσω αὐτῷἐξουσίαν ἐπὶτῶν ἐθνῶν, 2.27. καὶποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται, 2.28. ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν. 3.5. Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴἐξαλείψωτὸ ὄνομα αὐτοῦἐκ τῆς βίβλου τῆς ζωῆς,καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 3.12. Ὁ νικῶν ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶτὸ ὄνομα τῆς πὀλεωςτοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶτὸ ὄνομάμουτὸ καινόν. 3.21. Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 4.1. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡςσάλπιγγοςλαλούσης μετʼ ἐμοῦ, λέγωνἈνάβαὧδε, καὶ δείξω σοιἃ δεῖ γενέσθαι. 5.9. καὶᾁδουσιν ᾠδὴν καινὴνλέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 7.9. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 7.10. καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 7.11. καὶ πάντες οἱ ἄγγελοι ἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 7.12. λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν]. 7.13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 7.14. καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆςθλίψεωςτῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰςἐν τῷ αἵματιτοῦ ἀρνίου. 7.15. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁκαθήμενος ἐπὶ τοῦ θρόνουσκηνώσει ἐπʼ αὐτούς. 7.16. οὐ πεινάσουσινἔτιοὐδὲ διψήσουσινἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ 7.17. ἥλιος οὐδὲ πᾶνκαῦμα,ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνουποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺςἐπὶζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν. 11.5. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι,πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματοςαὐτῶν καὶκατεσθίει τοὺς ἐχθροὺςαὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. 11.15. Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 11.16. καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι [οἱ] ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 11.17. λέγοντες Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας· 11.18. καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. 11.19. καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθηἡ κιβωτὸς τῆς διαθήκηςαὐτοῦἐν τῷ ναῷαὐτοῦ· καὶ ἐγένοντοἀστραπαὶκαὶφωναὶ καὶ βρονταὶκαὶ σεισμὸς καὶχάλαζα μεγάλη. 12.10. καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός· 12.11. καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12.12. διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. 14.1. Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένονἐπὶ τῶν μετώπωναὐτῶν. 14.2. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦὡς φωνὴν ὑδάτων πολλῶνκαὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. 14.3. καὶᾁδουσινὡςᾠδὴν καινὴνἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. 14.4. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγει· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, 14.5. καὶἐν τῷ στόματιαὐτῶνοὐχ εὑρέθη ψεῦδος·ἄμωμοί εἰσιν. 15.2. Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 15.3. καὶᾁδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦκαὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων· 15.4. τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. 17.10. οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι, 19.1. Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων Ἁλληλουιά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, 19.2. ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δουλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον εἴρηκαν Ἁλληλουιά· 19.3. καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 19.4. καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷκαθημένῳ ἐπὶ, τῷ θρόνῳλέγοντες Ἀμήν,Ἁλληλουιά. 19.5. καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα 19.6. Καὶ ἤκουσαὡς φωνὴν ὄχλου πολλοῦκαὶὡς φωνὴν ὑδάτων πολλῶνκαὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων Ἁλληλουιά, ὅτι ἐβασίλευσεν Κύριος, ὁ θεὸς [ἡμῶν], ὁ παντοκράτωρ. 19.7. χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, 19.8. καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. 20.3. καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον. 20.4. Καὶεἶδον θρόνους,καὶἐκάθισανἐπʼ αὐτούς,καὶ κρίμͅα ἐδόθηαὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη. 20.5. οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 20.6. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονταιἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη. 20.7. Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 20.8. καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐνταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ,συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. 20.9. καὶ ἀνέβησανἐπὶ τὸ πλάτος τῆς γῆς,καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιντὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεναὐτούς· 20.10. καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦπυρὸς καὶ θείου,ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 22.5. καὶ νὺξ οὐκ ἔσται ἔτι,καὶ οὐκἔχουσιν χρείαν φωτὸς λύχνου καὶφῶς ἡλίου,ὅτιΚύριος ὁ θεὸς φωτίσει[ἐπ̓] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 22.6. Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦἃ δεῖ γενέσθαιἐν τάχει· | 1.1. This is the Revelation of Jesus Christ, which God gave him to show to his servants the things which must happen soon, which he sent and made known by his angel to his servant, John, 1.7. Behold, he is coming with the clouds, and every eye will see him, including those who pierced him. All the tribes of the earth will mourn over him. Even so, Amen. 1.13. And in the midst of the lampstands was one like a son of man, clothed with a robe reaching down to his feet, and with a golden sash around his chest. 1.14. His head and his hair were white as white wool, like snow. His eyes were like a flame of fire. 1.15. His feet were like burnished brass, as if it had been refined in a furnace. His voice was like the voice of many waters. 1.16. He had seven stars in his right hand. Out of his mouth proceeded a sharp two-edged sword. His face was like the sun shining at its brightest. 1.17. When I saw him, I fell at his feet like a dead man. He laid his right hand on me, saying, "Don't be afraid. I am the first and the last, 1.18. and the Living one. I was dead, and behold, I am alive forevermore. Amen. I have the keys of Death and of Hades. 1.19. Write therefore the things which you have seen, and the things which are, and the things which will happen hereafter; 1.20. the mystery of the seven stars which you saw in my right hand, and the seven golden lampstands. The seven stars are the angels of the seven assemblies. The seven lampstands are seven assemblies. 2.7. He who has an ear, let him hear what the Spirit says to the assemblies. To him who overcomes I will give to eat of the tree of life, which is in the Paradise of my God. 2.11. He who has an ear, let him hear what the Spirit says to the assemblies. He who overcomes won't be harmed by the second death. 2.17. He who has an ear, let him hear what the Spirit says to the assemblies. To him who overcomes, to him I will give of the hidden manna, and I will give him a white stone, and on the stone a new name written, which no one knows but he who receives it. 2.26. He who overcomes, and he who keeps my works to the end, to him I will give authority over the nations. 2.27. He will rule them with a rod of iron, shattering them like clay pots; as I also have received of my Father: 2.28. and I will give him the morning star. 3.5. He who overcomes will be arrayed in white garments, and I will in no way blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels. 3.12. He who overcomes, I will make him a pillar in the temple of my God, and he will go out from there no more. I will write on him the name of my God, and the name of the city of my God, the new Jerusalem, which comes down out of heaven from my God, and my own new name. 3.21. He who overcomes, I will give to him to sit down with me on my throne, as I also overcame, and sat down with my Father on his throne. 4.1. After these things I looked and saw a door opened in heaven, and the first voice that I heard, like a trumpet speaking with me, was one saying, "Come up here, and I will show you the things which must happen after this." 5.9. They sang a new song, saying, "You are worthy to take the book, And to open its seals: For you were killed, And bought us for God with your blood, Out of every tribe, language, people, and nation, 7.9. After these things I looked, and behold, a great multitude, which no man could number, out of every nation and of all tribes, peoples, and languages, standing before the throne and before the Lamb, dressed in white robes, with palm branches in their hands. 7.10. They cried with a loud voice, saying, "Salvation be to our God, who sits on the throne, and to the Lamb!" 7.11. All the angels were standing around the throne, the elders, and the four living creatures; and they fell before his throne on their faces, and worshiped God, 7.12. saying, "Amen! Blessing, glory, wisdom, thanksgiving, honor, power, and might, be to our God forever and ever! Amen." 7.13. One of the elders answered, saying to me, "These who are arrayed in white robes, who are they, and where did they come from?" 7.14. I told him, "My lord, you know."He said to me, "These are those who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb's blood. 7.15. Therefore they are before the throne of God, they serve him day and night in his temple. He who sits on the throne will spread his tent over them. 7.16. They will never be hungry, neither thirsty any more; neither will the sun beat on them, nor any heat; 7.17. for the Lamb who is in the midst of the throne shepherds them, and leads them to living springs of waters. God will wipe away every tear from their eyes." 11.5. If anyone desires to harm them, fire proceeds out of their mouth and devours their enemies. If anyone desires to harm them, he must be killed in this way. 11.15. The seventh angel sounded, and great voices in heaven followed, saying, "The kingdom of the world has become the Kingdom of our Lord, and of his Christ. He will reign forever and ever!" 11.16. The twenty-four elders, who sit before God's throne on their thrones, fell on their faces and worshiped God, 11.17. saying: "We give you thanks, Lord God, the Almighty, the one who is and who was; because you have taken your great power, and reigned. 11.18. The nations were angry, and your wrath came, as did the time for the dead to be judged, and to give your servants the prophets, their reward, as well as the saints, and those who fear your name, the small and the great; and to destroy those who destroy the earth." 11.19. God's temple that is in heaven was opened, and the ark of the Lord's covet was seen in his temple. Lightnings, sounds, thunders, an earthquake, and great hail followed. 12.10. I heard a loud voice in heaven, saying, "Now is come the salvation, the power, and the Kingdom of our God, and the authority of his Christ; for the accuser of our brothers has been thrown down, who accuses them before our God day and night. 12.11. They overcame him because of the Lamb's blood, and because of the word of their testimony. They didn't love their life, even to death. 12.12. Therefore rejoice, heavens, and you who dwell in them. Woe to the earth and to the sea, because the devil has gone down to you, having great wrath, knowing that he has but a short time." 14.1. I saw, and behold, the Lamb standing on Mount Zion, and with him a number, one hundred forty-four thousand, having his name, and the name of his Father, written on their foreheads. 14.2. I heard a sound from heaven, like the sound of many waters, and like the sound of a great thunder. The sound which I heard was like that of harpers playing on their harps. 14.3. They sing a new song before the throne, and before the four living creatures and the elders. No one could learn the song except the one hundred forty-four thousand, those who had been redeemed out of the earth. 14.4. These are those who were not defiled with women, for they are virgins. These are those who follow the Lamb wherever he goes. These were redeemed by Jesus from among men, the first fruits to God and to the Lamb. 14.5. In their mouth was found no lie, for they are blameless. 15.2. I saw something like a sea of glass mixed with fire, and those who overcame the beast, and his image, and the number of his name, standing on the sea of glass, having harps of God. 15.3. They sang the song of Moses, the servant of God, and the song of the Lamb, saying, "Great and marvelous are your works, Lord God, the Almighty; Righteous and true are your ways, you King of the nations. 15.4. Who wouldn't fear you, Lord, And glorify your name? For you only are holy. For all the nations will come and worship before you. For your righteous acts have been revealed. 17.10. They are seven kings. Five have fallen, the one is, the other has not yet come. When he comes, he must continue a little while. 19.1. After these things I heard something like a loud voice of a great multitude in heaven, saying, "Hallelujah! Salvation, power, and glory belong to our God: 19.2. for true and righteous are his judgments. For he has judged the great prostitute, her who corrupted the earth with her sexual immorality, and he has avenged the blood of his servants at her hand." 19.3. A second said, "Hallelujah! Her smoke goes up forever and ever." 19.4. The twenty-four elders and the four living creatures fell down and worshiped God who sits on the throne, saying, "Amen! Hallelujah!" 19.5. A voice came forth from the throne, saying, "Give praise to our God, all you his servants, you who fear him, the small and the great!" 19.6. I heard something like the voice of a great multitude, and like the voice of many waters, and like the voice of mighty thunders, saying, "Hallelujah! For the Lord our God, the Almighty, reigns! 19.7. Let us rejoice and be exceedingly glad, and let us give the glory to him. For the marriage of the Lamb has come, and his wife has made herself ready." 19.8. It was given to her that she would array herself in bright, pure, fine linen: for the fine linen is the righteous acts of the saints. 20.3. and cast him into the abyss, and shut it, and sealed it over him, that he should deceive the nations no more, until the thousand years were finished. After this, he must be freed for a short time. 20.4. I saw thrones, and they sat on them, and judgment was given to them. I saw the souls of those who had been beheaded for the testimony of Jesus, and for the word of God, and such as didn't worship the beast nor his image, and didn't receive the mark on their forehead and on their hand. They lived, and reigned with Christ for the thousand years. 20.5. The rest of the dead didn't live until the thousand years were finished. This is the first resurrection. 20.6. Blessed and holy is he who has part in the first resurrection. Over these, the second death has no power, but they will be priests of God and of Christ, and will reign with him one thousand years. 20.7. And after the thousand years, Satan will be released from his prison, 20.8. and he will come out to deceive the nations which are in the four corners of the earth, Gog and Magog, to gather them together to the war; the number of whom is as the sand of the sea. 20.9. They went up over the breadth of the earth, and surrounded the camp of the saints, and the beloved city. Fire came down out of heaven from God, and devoured them. 20.10. The devil who deceived them was thrown into the lake of fire and sulfur, where the beast and the false prophet are also. They will be tormented day and night forever and ever. 22.5. There will be no night, and they need no lamp light; for the Lord God will illuminate them. They will reign forever and ever. 22.6. He said to me, "These words are faithful and true. The Lord God of the spirits of the prophets sent his angel to show to his bondservants the things which must happen soon." |
|