4. Xenophon, Memoirs, 2.1.21-2.1.34 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: • Plato, as source for Prodicus • Prodicus • Prodicus, Heracles’ choice story • Prodicus, and linguistic distinctions • Prodicus, life • Prodicus, religious beliefs • Prodicus’ Choice of Hercules • Prodicus’ myth • Socrates, and Prodicus • Xenophon, as source for Prodicus • aretē/-a (virtue, excellence), in Prodicus’ Heracles story • hybris, of Tantalus and Prodicus • language, philosophy of, Prodicus and “correctness of names” • pleasure (ἡδονή), in Prodicus • religion, in Prodicus • wealth, of Prodicus
Found in books: Augoustakis (2014), Flavian Poetry and its Greek Past, 316; Edmunds (2021), Greek Myth, 20; Farrell (2021), Juno's Aeneid: A Battle for Heroic Identity, 115; Malherbe et al. (2014), Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J, 652; Merz and Tieleman (2012), Ambrosiaster's Political Theology, 89; Verhagen (2022), Security and Credit in Roman Law: The Historical Evolution of Pignus and Hypotheca, 316; Verhelst and Scheijnens (2022), Greek and Latin Poetry of Late Antiquity: Form, Tradition, and Context, 156; Williams and Vol (2022), Philosophy in Ovid, Ovid as Philosopher, 49, 54; Wolfsdorf (2020), Early Greek Ethics, 196, 198, 199, 200, 204, 205, 206, 208, 355
sup> 2.1.21 καὶ Πρόδικος δὲ ὁ σοφὸς ἐν τῷ συγγράμματι τῷ περὶ Ἡρακλέους, ὅπερ δὴ καὶ πλείστοις ἐπιδείκνυται, ὡσαύτως περὶ τῆς ἀρετῆς ἀποφαίνεται, ὧδέ πως λέγων, ὅσα ἐγὼ μέμνημαι. φησὶ γὰρ Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, ἐν ᾗ οἱ νέοι ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν εἴτε τὴν διʼ ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον εἴτε τὴν διὰ κακίας, ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ποτέραν τῶν ὁδῶν τράπηται· 2.1.22 καὶ φανῆναι αὐτῷ δύο γυναῖκας προσιέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν σῶμα καθαρότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, ἐσθῆτι δὲ λευκῇ, τὴν δʼ ἑτέραν τεθραμμένην μὲν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα, κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος δοκεῖν φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ὥρα διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν. 2.1.23 ὡς δʼ ἐγένοντο πλησιαίτερον τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι τὸν αὐτὸν τρόπον, τὴν δʼ ἑτέραν φθάσαι βουλομένην προσδραμεῖν τῷ Ἡρακλεῖ καὶ εἰπεῖν· ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος, ἐπὶ τὴν ἡδίστην τε καὶ ῥᾴστην ὁδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἄγευστος ἔσει, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσῃ. 2.1.24 πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς, ἀλλὰ σκοπούμενος διέσῃ τί ἂν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν εὕροις, ἢ τί ἂν ἰδὼν ἢ ἀκούσας τερφθείης ἢ τίνων ὀσφραινόμενος ἢ ἁπτόμενος, τίσι δὲ παιδικοῖς ὁμιλῶν μάλιστʼ ἂν εὐφρανθείης, καὶ πῶς ἂν μαλακώτατα καθεύδοις, καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τυγχάνοις. 2.1.25 ἐὰν δέ ποτε γένηταί τις ὑποψία σπάνεως ἀφʼ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ ταῦτα πορίζεσθαι, ἀλλʼ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσῃ, οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν ᾖ τι κερδᾶναι. πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ συνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω. 2.1.26 καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα, ὦ γύναι, ἔφη, ὄνομα δέ σοι τί ἐστιν; ἡ δέ, οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι Κακίαν. 2.1.27 καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπε· καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρʼ ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἀγαθὸν ἐργάτην γενέσθαι καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν καὶ ἐπʼ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλʼ ᾗπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετʼ ἀληθείας. 2.1.28 τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν ἀνθρώποις, ἀλλʼ εἴτε τοὺς θεοὺς ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς, εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπʼ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾷς αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι. 2.1.29 καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, ὥς φησι Πρόδικος· ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥᾳδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε. 2.1.30 καὶ ἡ Ἀρετὴ εἶπεν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίμπλασαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη, ἵνα δὲ ἡδέως πίῃς, οἴνους τε πολυτελεῖς παρασκευάζῃ καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσῃς ἡδέως, οὐ μόνον τὰς στρωμνὰς μαλακάς, ἀλλὰ καὶ τὰς κλίνας καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ· οὐ γὰρ διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῇς ὕπνου ἐπιθυμεῖς· τὰ δʼ ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δʼ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα. 2.1.31 ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρριψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δʼ ἄν σοι λεγούσῃ τι πιστεύσειε; τίς δʼ ἂν δεομένῃ τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι. 2.1.32 ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτʼ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκω, ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός. 2.1.33 ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δʼ ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι. 2.1.34 οὕτω πως διώκει Πρόδικος τὴν ὑπʼ Ἀρετῆς Ἡρακλέους παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν. σοὶ δʼ οὖν ἄξιον, ὦ Ἀρίστιππε, τούτων ἐνθυμουμένῳ πειρᾶσθαί τι καὶ τῶν εἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν.'' None | sup> 2.1.21 Aye, and Prodicus the wise expresses himself to the like effect concerning Virtue in the essay On Heracles that he recites to throngs of listeners. This, so far as I remember, is how he puts it: When Heracles was passing from boyhood to youth’s estate, wherein the young, now becoming their own masters, show whether they will approach life by the path of virtue or the path of vice, he went out into a quiet place, 2.1.22 and sat pondering which road to take. And there appeared two women of great stature making towards him. The one was fair to see and of high bearing; and her limbs were adorned with purity, her eyes with modesty; sober was her figure, and her robe was white. The other was plump and soft, with high feeding. Her face was made up to heighten its natural white and pink, her figure to exaggerate her height. Open-eyed was she; and dressed so as to disclose all her charms. Now she eyed herself; anon looked whether any noticed her; and often stole a glance at her own shadow. 2.1.23 When they drew nigh to Heracles, the first pursued the even tenor of her way: but the other, all eager to outdo her, ran to meet him, crying: Heracles, I see that you are in doubt which path to take towards life. Make me your friend; follow me, and I will lead you along the pleasantest and easiest road. You shall taste all the sweets of life; and hardship you shall never know. 2.1.24 First, of wars and worries you shall not think, but shall ever be considering what choice food or drink you can find, what sight or sound will delight you, what touch or perfume; what tender love can give you most joy, what bed the softest slumbers; and how to come by all these pleasures with least trouble. 2.1.25 And should there arise misgiving that lack of means may stint your enjoyments, never fear that I may lead you into winning them by toil and anguish of body and soul. Nay; you shall have the fruits of others’ toil, and refrain from nothing that can bring you gain. For to my companions I give authority to pluck advantage where they will. 2.1.26 Now when Heracles heard this, he asked, Lady, pray what is your name? My friends call me Happiness, she said, but among those that hate me I am nicknamed Vice. 2.1.27 Meantime the other had drawn near, and she said: I, too, am come to you, Heracles: I know your parents and I have taken note of your character during the time of your education. Therefore I hope that, if you take the road that leads to me, you will turn out a right good doer of high and noble deeds, and I shall be yet more highly honoured and more illustrious for the blessings I bestow. But I will not deceive you by a pleasant prelude: I will rather tell you truly the things that are, as the gods have ordained them. 2.1.28 For of all things good and fair, the gods give nothing to man without toil and effort. If you want the favour of the gods, you must worship the gods: if you desire the love of friends, you must do good to your friends: if you covet honour from a city, you must aid that city: if you are fain to win the admiration of all Hellas for virtue, you must strive to do good to Hellas : if you want land to yield you fruits in abundance, you must cultivate that land: if you are resolved to get wealth from flocks, you must care for those flocks: if you essay to grow great through war and want power to liberate your friends and subdue your foes, you must learn the arts of war from those who know them and must practise their right use: and if you want your body to be strong, you must accustom your body to be the servant of your mind, and train it with toil and sweat. 2.1.29 And Vice, as Prodicus tells, answered and said: Heracles, mark you how hard and long is that road to joy, of which this woman tells? but I will lead you by a short and easy road to happiness. And Virtue said: 2.1.30 What good thing is thine, poor wretch, or what pleasant thing dost thou know, if thou wilt do nought to win them? Thou dost not even tarry for the desire of pleasant things, but fillest thyself with all things before thou desirest them, eating before thou art hungry, drinking before thou art thirsty, getting thee cooks, to give zest to eating, buying thee costly wines and running to and fro in search of snow in summer, to give zest to drinking; to soothe thy slumbers it is not enough for thee to buy soft coverlets, but thou must have frames for thy beds. For not toil, but the tedium of having nothing to do, makes thee long for sleep. Thou dost rouse lust by many a trick, when there is no need, using men as women: thus thou trainest thy friends, waxing wanton by night, consuming in sleep the best hours of day. 2.1.31 Immortal art thou, yet the outcast of the gods, the scorn of good men. Praise, sweetest of all things to hear, thou hearest not: the sweetest of all sights thou beholdest not, for never yet hast thou beheld a good work wrought by thyself. Who will believe what thou dost say? who will grant what thou dost ask? Or what sane man will dare join thy throng? While thy votaries are young their bodies are weak, when they wax old, their souls are without sense; idle and sleek they thrive in youth, withered and weary they journey through old age, and their past deeds bring them shame, their present deeds distress. Pleasure they ran through in their youth: hardship they laid up for their old age. 2.1.32 But I company with gods and good men, and no fair deed of god or man is done without my aid. I am first in honour among the gods and among men that are akin to me: to craftsmen a beloved fellow-worker, to masters a faithful guardian of the house, to servants a kindly protector: good helpmate in the toils of peace, staunch ally in the deeds of war, best partner in friendship. 2.1.33 To my friends meat and drink bring sweet and simple enjoyment: for they wait till they crave them. And a sweeter sleep falls on them than on idle folk: they are not vexed at awaking from it, nor for its sake do they neglect to do their duties. The young rejoice to win the praise of the old; the elders are glad to be honoured by the young; with joy they recall their deeds past, and their present well-doing is joy to them, for through me they are dear to the gods, lovely to friends, precious to their native land. And when comes the appointed end, they lie not forgotten and dishonoured, but live on, sung and remembered for all time. O Heracles, thou son of goodly parents, if thou wilt labour earnestly on this wise, thou mayest have for thine own the most blessed happiness. 2.1.34 Such, in outline, is Prodicus’ story of the training of Heracles by Virtue; only he has clothed the thoughts in even finer phrases than I have done now. But anyhow, Aristippus, it were well that you should think on these things and try to show some regard for the life that lies before you. '' None |
|