1. Thucydides, The History of The Peloponnesian War, 2.89.9-2.89.11 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 83 2.89.9. τούτων μὲν οὖν ἐγὼ ἕξω τὴν πρόνοιαν κατὰ τὸ δυνατόν: ὑμεῖς δὲ εὔτακτοι παρὰ ταῖς ναυσὶ μένοντες τά τε παραγγελλόμενα ὀξέως δέχεσθε, ἄλλως τε καὶ δι’ ὀλίγου τῆς ἐφορμήσεως οὔσης, καὶ ἐν τῷ ἔργῳ κόσμον καὶ σιγὴν περὶ πλείστου ἡγεῖσθε, ὃ ἔς τε τὰ πολλὰ τῶν πολεμίων ξυμφέρει καὶ ναυμαχίᾳ οὐχ ἥκιστα, ἀμύνεσθέ τε τούσδε ἀξίως τῶν προειργασμένων. 2.89.10. ὁ δὲ ἀγὼν μέγας ὑμῖν, ἢ καταλῦσαι Πελοποννησίων τὴν ἐλπίδα τοῦ ναυτικοῦ ἢ ἐγγυτέρω καταστῆσαι Ἀθηναίοις τὸν φόβον περὶ τῆς θαλάσσης. 2.89.11. ἀναμιμνῄσκω δ’ αὖ ὑμᾶς ὅτι νενικήκατε αὐτῶν τοὺς πολλούς: ἡσσημένων δὲ ἀνδρῶν οὐκ ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς κινδύνους ὁμοῖαι εἶναι.’ | 2.89.9. For all this I will provide as far as can be. Do you stay at your posts by your ships, and be sharp at catching the word of command, the more so as we are observing one another from so short a distance; and in action think order and silence all important—qualities useful in war generally, and in naval engagements in particular—; and behave before the enemy in a manner worthy of your past exploits. 2.89.10. The issues you will fight for are great—to destroy the naval hopes of the Peloponnesians or to bring nearer to the Athenians their fears for the sea. 2.89.11. And I may once more remind you that you have defeated most of them already; and beaten men do not face a danger twice with the same determination.’ |
|
2. Isocrates, To Demonicus, 1-3, 9 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Tite (2009) 153 |
3. Aristotle, Rhetoric, 2.9, 2.10.11 (4th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 147, 162 |
4. New Testament, Matthew, 8.20-8.22, 10.1-10.11, 23.35 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 8.20. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 8.21. Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 8.22. ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. 10.1. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 10.2. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάνης ὁ ἀδελφὸς αὐτοῦ, 10.3. Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος, 10.4. Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 10.5. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 10.6. πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 10.7. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 10.8. ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 10.9. Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10.10. μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 10.11. εἰς ἣν δʼ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 23.35. ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἱμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. | 8.20. Jesus said to him, "The foxes have holes, and the birds of the sky have nests, but the Son of Man has nowhere to lay his head." 8.21. Another of his disciples said to him, "Lord, allow me first to go and bury my father." 8.22. But Jesus said to him, "Follow me, and leave the dead to bury their own dead." 10.1. He called to himself his twelve disciples, and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every sickness. 10.2. Now the names of the twelve apostles are these. The first, Simon, who is called Peter; Andrew, his brother; James the son of Zebedee; John, his brother; 10.3. Philip; Bartholomew; Thomas; Matthew the tax collector; James the son of Alphaeus; and Lebbaeus, whose surname was Thaddaeus; 10.4. Simon the Canaanite; and Judas Iscariot, who also betrayed him. 10.5. Jesus sent these twelve out, and charged them, saying, "Don't go among the Gentiles, and don't enter into any city of the Samaritans. 10.6. Rather, go to the lost sheep of the house of Israel. 10.7. As you go, preach, saying, 'The Kingdom of Heaven is at hand!' 10.8. Heal the sick, cleanse the lepers, and cast out demons. Freely you received, so freely give. 10.9. Don't take any gold, nor silver, nor brass in your money belts. 10.10. Take no bag for your journey, neither two coats, nor shoes, nor staff: for the laborer is worthy of his food. 10.11. Into whatever city or village you enter, find out who in it is worthy; and stay there until you go on. 23.35. that on you may come all the righteous blood shed on the earth, from the blood of righteous Abel to the blood of Zachariah son of Barachiah, whom you killed between the sanctuary and the altar. |
|
5. New Testament, Mark, 1.16-1.20, 6.4-6.56, 10.28 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 1.16. Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς· 1.17. καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων. 1.18. καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 1.19. Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 1.20. καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 6.4. καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 6.5. Καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· 6.6. καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. 6.7. Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 6.8. καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 6.9. ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσασθαι δύο χιτῶνας. 6.10. καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 6.11. καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 6.12. Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν, 6.13. καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. 6.14. Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰὼάνης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 6.15. ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλείας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν. 6.16. ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάνην, οὗτος ἠγέρθη. 6.17. Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάνην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 6.18. ἔλεγεν γὰρ ὁ Ἰωάνης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 6.19. ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδυνατο· 6.20. ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάνην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 6.21. Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 6.22. καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 6.23. καὶ ὤμοσεν αὐτῇ Ὅτι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 6.24. καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσωμαι; ἡ δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτίζοντος. 6.25. καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτιστοῦ. 6.26. καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν· 6.27. καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 6.28. καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 6.29. καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθαν καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 6.30. Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 6.31. καὶ λέγει αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 6.32. καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. 6.33. καὶ εἶδαν αὐτοὺς ὑπάγοντας καὶ ἔγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς. 6.34. Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 6.35. Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 6.36. ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. 6.37. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν; 6.38. ὁ δὲ λέγει αὐτοῖς Πόσους ἔχετε ἄρτους; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν Πέντε, καὶ δύο ἰχθύας. 6.39. καὶ ἐπέταξεν αὐτοῖς ἀνακλιθῆναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 6.40. καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. 6.41. καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 6.42. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 6.43. καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 6.44. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες. 6.45. Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαιδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον. 6.46. καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 6.47. καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 6.48. καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 6.49. οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 6.50. πάντες γὰρ αὐτὸν εἶδαν καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 6.51. καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. 6.52. καὶ λίαν ἐν ἑαυτοῖς ἐξίσταντο, οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη. 6.53. Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 6.54. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν 6.55. περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἔστιν. 6.56. καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτἵθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσώζοντο. 10.28. Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι. | 1.16. Passing along by the sea of Galilee, he saw Simon and Andrew the brother of Simon casting a net in the sea, for they were fishermen. 1.17. Jesus said to them, "Come after me, and I will make you into fishers for men." 1.18. Immediately they left their nets, and followed him. 1.19. Going on a little further from there, he saw James the son of Zebedee, and John, his brother, who were also in the boat mending the nets. 1.20. Immediately he called them, and they left their father, Zebedee, in the boat with the hired servants, and went after him. 6.4. Jesus said to them, "A prophet is not without honor, except in his own country, and among his own relatives, and in his own house." 6.5. He could do no mighty work there, except that he laid his hands on a few sick folk, and healed them. 6.6. He marveled because of their unbelief. He went around the villages teaching. 6.7. He called to himself the twelve, and began to send them out two by two; and he gave them authority over the unclean spirits. 6.8. He charged them that they should take nothing for their journey, except a staff only: no bread, no wallet, no money in their purse, 6.9. but to wear sandals, and not put on two tunics. 6.10. He said to them, "Wherever you enter into a house, stay there until you depart from there. 6.11. Whoever will not receive you nor hear you, as you depart from there, shake off the dust that is under your feet for a testimony against them. Assuredly, I tell you, it will be more tolerable for Sodom and Gomorrah in the day of judgment than for that city!" 6.12. They went out and preached that people should repent. 6.13. They cast out many demons, and anointed many with oil who were sick, and healed them. 6.14. King Herod heard this, for his name had become known, and he said, "John the Baptizer has risen from the dead, and therefore these powers are at work in him." 6.15. But others said, "It is Elijah." Others said, "It is the Prophet, or like one of the prophets." 6.16. But Herod, when he heard this, said, "This is John, whom I beheaded. He has risen from the dead." 6.17. For Herod himself had sent out and arrested John, and bound him in prison for the sake of Herodias, his brother Philip's wife, for he had married her. 6.18. For John said to Herod, "It is not lawful for you to have your brother's wife." 6.19. Herodias set herself against him, and desired to kill him, but she couldn't, 6.20. for Herod feared John, knowing that he was a righteous and holy man, and kept him safe. When he heard him, he did many things, and he heard him gladly. 6.21. Then a convenient day came, that Herod on his birthday made a supper for his nobles, the high officers, and the chief men of Galilee. 6.22. When the daughter of Herodias herself came in and danced, she pleased Herod and those sitting with him. The king said to the young lady, "Ask me whatever you want, and I will give it to you." 6.23. He swore to her, "Whatever you shall ask of me, I will give you, up to half of my kingdom." 6.24. She went out, and said to her mother, "What shall I ask?"She said, "The head of John the Baptizer." 6.25. She came in immediately with haste to the king, and asked, "I want you to give me right now the head of John the Baptizer on a platter." 6.26. The king was exceedingly sorry, but for the sake of his oaths, and of his dinner guests, he didn't wish to refuse her. 6.27. Immediately the king sent out a soldier of his guard, and commanded to bring John's head, and he went and beheaded him in the prison, 6.28. and brought his head on a platter, and gave it to the young lady; and the young lady gave it to her mother. 6.29. When his disciples heard this, they came and took up his corpse, and laid it in a tomb. 6.30. The apostles gathered themselves together to Jesus, and they told him all things, whatever they had done, and whatever they had taught. 6.31. He said to them, "You come apart into a deserted place, and rest awhile." For there were many coming and going, and they had no leisure so much as to eat. 6.32. They went away in the boat to a desert place by themselves. 6.33. They saw them going, and many recognized him and ran there on foot from all the cities. They arrived before them and came together to him. 6.34. Jesus came out, saw a great multitude, and he had compassion on them, because they were like sheep without a shepherd, and he began to teach them many things. 6.35. When it was late in the day, his disciples came to him, and said, "This place is deserted, and it is late in the day. 6.36. Send them away, that they may go into the surrounding country and villages, and buy themselves bread, for they have nothing to eat." 6.37. But he answered them, "You give them something to eat."They asked him, "Shall we go and buy two hundred denarii worth of bread, and give them something to eat?" 6.38. He said to them, "How many loaves do you have? Go see."When they knew, they said, "Five, and two fish." 6.39. He commanded them that everyone should sit down in groups on the green grass. 6.40. They sat down in ranks, by hundreds and by fifties. 6.41. He took the five loaves and the two fish, and looking up to heaven, he blessed and broke the loaves, and he gave to his disciples to set before them, and he divided the two fish among them all. 6.42. They all ate, and were filled. 6.43. They took up twelve baskets full of broken pieces and also of the fish. 6.44. Those who ate the loaves were five thousand men. 6.45. Immediately he made his disciples get into the boat, and to go ahead to the other side, to Bethsaida, while he himself sent the multitude away. 6.46. After he had taken leave of them, he went up the mountain to pray. 6.47. When evening had come, the boat was in the midst of the sea, and he was alone on the land. 6.48. Seeing them distressed in rowing, for the wind was contrary to them, about the fourth watch of the night he came to them, walking on the sea, and he would have passed by them, 6.49. but they, when they saw him walking on the sea, supposed that it was a ghost, and cried out; 6.50. for they all saw him, and were troubled. But he immediately spoke with them, and said to them, "Cheer up! It is I! Don't be afraid." 6.51. He got into the boat with them; and the wind ceased, and they were very amazed among themselves, and marveled; 6.52. for they hadn't understood about the loaves, but their hearts were hardened. 6.53. When they had crossed over, they came to land at Gennesaret, and moored to the shore. 6.54. When they had come out of the boat, immediately the people recognized him, 6.55. and ran around that whole region, and began to bring those who were sick, on their mats, to where they heard he was. 6.56. Wherever he entered, into villages, or into cities, or into the country, they laid the sick in the marketplaces, and begged him that they might touch just the fringe of his garment; and as many as touched him were made well. 10.28. Peter began to tell him, "Behold, we have left all, and have followed you." |
|
6. New Testament, Luke, 9.1-9.11, 10.1-10.12, 12.49-12.53, 14.26 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 9.1. Συνκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, 9.2. καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι, 9.3. καὶ εἶπεν πρὸς αὐτούς Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν. 9.4. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 9.5. καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς. 9.6. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. 9.7. Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπὸ τινῶν ὅτι Ἰωάνης ἠγέρθη ἐκ νεκρῶν, 9.8. ὑπὸ τινῶν δὲ ὅτι Ἠλείας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 9.9. εἶπεν δὲ [ὁ] Ἡρῴδης Ἰωάνην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. 9.10. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαιδά. 9.11. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 10.1. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα [δύο] καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 10.2. ἔλεγεν δὲ πρὸς αὐτούς Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 10.3. ὑπάγετε. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 10.4. μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 10.5. εἰς ἣν δʼ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ. 10.6. καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει. 10.7. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἔσθοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 10.8. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, 10.9. ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10.10. εἰς ἣν δʼ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε 10.11. Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. 10.12. λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. 12.49. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 12.50. βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ. 12.51. δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. 12.52. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 12.53. διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν. 14.26. Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. | 9.1. He called the twelve together, and gave them power and authority over all demons, and to cure diseases. 9.2. He sent them forth to preach the Kingdom of God, and to heal the sick. 9.3. He said to them, "Take nothing for your journey -- neither staffs, nor wallet, nor bread, nor money; neither have two coats apiece. 9.4. Into whatever house you enter, stay there, and depart from there. 9.5. As many as don't receive you, when you depart from that city, shake off even the dust from your feet for a testimony against them." 9.6. They departed, and went throughout the villages, preaching the gospel, and healing everywhere. 9.7. Now Herod the tetrarch heard of all that was done by him; and he was very perplexed, because it was said by some that John had risen from the dead, 9.8. and by some that Elijah had appeared, and by others that one of the old prophets had risen again. 9.9. Herod said, "John I beheaded, but who is this, about whom I hear such things?" He sought to see him. 9.10. The apostles, when they had returned, told him what things they had done. He took them, and withdrew apart to a deserted place of a city called Bethsaida. 9.11. But the multitudes, perceiving it, followed him. He welcomed them, and spoke to them of the Kingdom of God, and he cured those who needed healing. 10.1. Now after these things, the Lord also appointed seventy others, and sent them two by two before his face into every city and place, where he was about to come. 10.2. Then he said to them, "The harvest is indeed plentiful, but the laborers are few. Pray therefore to the Lord of the harvest, that he may send out laborers into his harvest. 10.3. Go your ways. Behold, I send you out as lambs among wolves. 10.4. Carry no purse, nor wallet, nor sandals. Greet no one on the way. 10.5. Into whatever house you enter, first say, 'Peace be to this house.' 10.6. If a son of peace is there, your peace will rest on him; but if not, it will return to you. 10.7. Remain in that same house, eating and drinking the things they give, for the laborer is worthy of his wages. Don't go from house to house. 10.8. Into whatever city you enter, and they receive you, eat the things that are set before you. 10.9. Heal the sick who are therein, and tell them, 'The Kingdom of God has come near to you.' 10.10. But into whatever city you enter, and they don't receive you, go out into the streets of it and say, 10.11. 'Even the dust from your city that clings to us, we wipe off against you. Nevertheless know this, that the Kingdom of God has come near to you.' 10.12. I tell you, it will be more tolerable in that day for Sodom than for that city. 12.49. "I came to throw fire on the earth. I wish it were already kindled. 12.50. But I have a baptism to be baptized with, and how distressed I am until it is accomplished! 12.51. Do you think that I have come to give peace in the earth? I tell you, no, but rather division. 12.52. For from now on, there will be five in one house divided, three against two, and two against three. 12.53. They will be divided, father against son, and son against father; mother against daughter, and daughter against her mother; mother-in-law against her daughter-in-law, and daughter-in-law against her mother-in-law." 14.26. "If anyone comes to me, and doesn't hate his own father, mother, wife, children, brothers, and sisters, yes, and his own life also, he can't be my disciple. |
|
7. New Testament, John, 4.44 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 4.44. αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. | 4.44. For Jesus himself testified that a prophet has no honor in his own country. |
|
8. New Testament, Romans, 13.12-13.14 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 164 13.12. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα [δὲ] τὰ ὅπλα τοῦ φωτός. 13.13. ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 13.14. ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. | 13.12. The night is far gone, and the day is near. Let's therefore throw off the works of darkness, and let's put on the armor of light. 13.13. Let us walk properly, as in the day; not in reveling and drunkenness, not in sexual promiscuity and lustful acts, and not in strife and jealousy. 13.14. But put on the Lord Jesus Christ, and make no provision for the flesh, for its lusts. |
|
9. New Testament, Philippians, 3.17 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 296 3.17. Συνμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· | 3.17. Brothers, be imitators together of me, and note those who walk this way, even as you have us for an example. |
|
10. New Testament, Colossians, 3.5-3.7 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 164 3.5. Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 3.6. διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ· 3.7. ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις· | 3.5. Put to death therefore your members which are on the earth: sexual immorality, uncleanness, depraved passion, evil desire, and covetousness, which is idolatry; 3.6. for which things' sake the wrath of God comes on the sons of disobedience. 3.7. You also once walked in those, when you lived in them; |
|
11. New Testament, Acts, 4.36-4.37, 6.5, 8.1, 8.4, 8.14, 11.27, 13.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 4.36. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον Υἱὸς Παρακλήσεως, Λευείτης, Κύπριος τῷ γένει, 4.37. ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. 6.5. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 8.1. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἰεροσολύμοις· πάντες [δὲ] διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρίας πλὴν τῶν ἀποστόλων. 8.4. Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. 8.14. Ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμαρία τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάνην, 11.27. ΕΝ ΤΑΥΤΑΙΣ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ κατῆλθον ἀπὸ Ἰεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 13.1. Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. | 4.36. Joses, who by the apostles was surnamed Barnabas (which is, being interpreted, Son of Exhortation), a Levite, a man of Cyprus by race, 4.37. having a field, sold it, and brought the money and laid it at the apostles' feet. 6.5. These words pleased the whole multitude. They chose Stephen, a man full of faith and of the Holy Spirit, Philip, Prochorus, Nicanor, Timon, Parmenas, and Nicolaus, a proselyte of Antioch; 8.1. Saul was consenting to his death. A great persecution arose against the assembly which was in Jerusalem in that day. They were all scattered abroad throughout the regions of Judea and Samaria, except for the apostles. 8.4. Therefore those who were scattered abroad went around preaching the word. 8.14. Now when the apostles who were at Jerusalem heard that Samaria had received the word of God, they sent Peter and John to them, 11.27. Now in these days, prophets came down from Jerusalem to Antioch. 13.1. Now in the assembly that was at Antioch there were some prophets and teachers: Barnabas, Simeon who was called Niger, Lucius of Cyrene, Manaen the foster-brother of Herod the tetrarch, and Saul. |
|
12. New Testament, 1 Thessalonians, 1.1, 1.2-3.13, 1.6, 2.1, 2.2, 2.3, 2.4, 2.5, 2.6, 2.7, 2.8, 2.14, 4, 5, 5.7 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 64 |
13. New Testament, 1 Corinthians, 5.9-5.13 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 164 5.9. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 5.10. οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 5.11. νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 5.12. τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει; 5.13. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | 5.9. I wrote to you in my letter to have no company with sexual sinners; 5.10. yet not at all meaning with the sexual sinners of this world, orwith the covetous and extortioners, or with idolaters; for then youwould have to leave the world. 5.11. But as it is, I wrote to you notto associate with anyone who is called a brother who is a sexualsinner, or covetous, or an idolater, or a slanderer, or a drunkard, oran extortioner. Don't even eat with such a person. 5.12. For what haveI to do with also judging those who are outside? Don't you judge thosewho are within? 5.13. But those who are outside, God judges. "Put awaythe wicked man from among yourselves." |
|
14. Polycarp of Smyrna, Letter To The Philippians, 1.1, 8.1, 10.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 154, 155 1.1. Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν, ὡς ἐπέβαλεν ὑμῖν, τοὺς ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς, ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων: 8.1. I Tim. 1, 1 Ἀδιαλείπτως οὖν προσκαρτερῶμεν τῇ ἐλπίδι ἡμῶν καὶ τῷ ἀρραβῶνι τῆς δικαιοσύνης ἡμῶν, ὅς I Pet. 2, 24 ἐστι Χριστὸς Ἰησοῦς, ὃς ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας τῷ ἰδίῳ σώματι ἐπὶ τὸ ξύλον, ὃς I Pet. 2, 22 ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ: ἀλλὰ δἰ ἡμᾶς, ἵνα ζήσωμεν ἐν αὐτῷ, πάντα ὑπέμεινεν. 10.1. Col. 1, 25; 1 Cor. 15, 58 ιν ηις εργο στατε ετ δομινι εχεμπλαρ σε#3υιμινι, I Pet. 3, 8 (2, 17); Joh. 13, 34; 15, 12. 17; Rom. 13, 8 cte φιρμι ιν φιδε ετ ιμμυταβιλες, φρατερνιτατις αματορες, διλιγεντες ινϝιξεμ, ιν ϝεριτατε σοξιατι, μανσυετυδινε δομινι αλτερντρι πραεστολαντες, νυλλυμ δεσπιξιεντες. Tob. 4, 10; 12, 9 | 1.1. 8.1. 10.1. |
|
15. Clement of Rome, 1 Clement, 17.1, 20.1-20.2, 20.4, 20.10-20.11, 21.1, 33.2-33.3, 33.7-33.8, 34.5, 46.1, 46.9, 51.3-51.5 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 157, 158 17.1. Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ: λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας: πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους. 20.1. Οἱ οὐρανοὶ τῇ διοικήσει αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ. 20.2. ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπ̓ αὐτοῦ δρόμον διανύουσιν, μηδὲν ἀλλήλοις ἐμποδίζοντα. 20.4. γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπ̓ αὐτῆς ζώοις ἀνατέλλει τροφήν, μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπ̓ αὐτοῦ. 20.10. ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν: ἀέναοί τε πηγαί, πρὸς ἀπόλαυσιν καὶ ὑγείαν δημιουργηθεῖσαι, δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρώποις μαζούς: τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται. 20.11. ταῦτα πάντα ὁ μέγας δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι, εὐεργετῶν τὰ πάντα, ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγότας τοῖς οἰκτιρμοῖς αὐτοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 21.1. Ὁρᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα A(C) read kri/ma pa=sin h(mi=n. ἡμῖν, ἐὰν μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθ̓ ὁμονοίας. 33.2. αὐτὸς γὰρ ὁ δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγαλλιᾶται. 33.3. τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήρισεν καὶ τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς: γῆν τε διεχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου βουλήματος θεμέλιον: τά τε ἐν αὐτῇ ζῶα φοιτῶντα τῇ ἑαυτοῦ διατάξει ἐκέλευσεν εἶναι: θάλασσαν καὶ τὰ ἐν αὐτῇ ζῶα προετοιμάσας ἐνέκλεισεν τῇ ἑαυτοῦ δυνάμει. 33.7. ἴδωμεν, ὅτι ἐν ἔργοις ἀγαθοῖς πάντες ἐκοσμήθησαν οἱ δίκαιοι, καὶ αὐτὸς δὲ ὁ κύριος ἔργοις ἀγαθοῖς ἑαυτὸν κοσμήσας ἐχάρη. 33.8. ἔχοντες οὖν τοῦτον τὸν ὑπογραμμὸν ἀόκνως προσέλθωμεν τῷ θελήματι αὐτοῦ: ἐξ ὅλης τῆς ἰσχύος ἡμῶν ἐργασώμεθα ἔργον δικαιοσύνης. 34.5. τὸ καύχημα ἡμῶν καὶ ἡ παρρησία ἔστω ἐν αὐτῷ: ὑποτασσώμεθα τῷ θελήματι αὐτοῦ: κατανοήσωμεν τὸ πᾶν πλῆθος τῶν ἀγγέλων αὐτοῦ, πῶς τῷ θελήματι αὐτοῦ λειτουργοῦσιν παρεστῶτες. 46.1. Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί. 46.9. τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς: εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην: καὶ ἐπίμονος ἀμῶν ἐστιν ἡ στάσις. 51.3. καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων ἢ σκληρῦναι τὴν καρδίαν αὐτοῦ, Num. 16 καθὼς ἐσκληρύνθη ἡ καρδία τῶν στασιαζόντων πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν, ὧν τὸ κρίμα Num. 16, 83 Ps. 49, 14 πρόδηλον ἐγενήθη, 51.4. κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, καὶ θάνατος ποιμανεῖ αὐτούς. 51.5. Φαραὼ καὶ ἡ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Exod. 14, 23 Αἰγύπτου, τά τε ἅρματα καὶ οἱ ἀνάβαται αὐτῶν οὐ δἰ ἄλλην τινὰ αἰτίαν ἐβυθίσθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο, ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτου διὰ τοῦ θεράποντος τοῦ θεοῦ Μωῦσέως. | 9. Wherefore, let us yield obedience to His excellent and glorious will; and imploring His mercy and loving-kindness, while we forsake all fruitless labours and strife, and envy, which leads to death, let us turn and have recourse to His compassions. Let us steadfastly contemplate those who have perfectly ministered to his excellent glory. Let us take (for instance) Enoch, who, being found righteous in obedience, was translated, and death was never known to happen to him. Noah, being found faithful, preached regeneration to the world through his ministry; and the Lord saved by him the animals which, with one accord, entered into the ark. |
|
16. Dio Chrysostom, Orations, 48.14-48.16 (1st cent. CE - missingth cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 151, 156, 162 | 48.14. My concern is partly indeed for you, but partly also for myself. For if, when a philosopher has taken a government in hand, he proves unable to produce a united city, this is indeed a shocking state of affairs, one admitting no escape, just as if a shipwright while sailing in a ship should fail to render the ship seaworthy, or as if a man who claimed to be a pilot should swerve toward the wave itself, or as if a builder should obtain a house and, seeing that it was falling to decay, should disregard this fact but, giving it a coat of stucco and a wash of colour, should imagine that he is achieving something. If my purpose on this occasion were to speak in behalf of concord, I should have had a good deal to say about not only human experiences but celestial also, to the effect that these divine and grand creations, as it happens, require concord and friendship; otherwise there is danger of ruin and destruction for this beautiful work of the creator, the universe. 48.15. But perhaps I am talking too long, when I should instead go and call the proconsul to our meeting. Accordingly I shall say only this much more â is it not disgraceful that bees are of one mind and no one has ever seen a swarm that is factious and fights against itself, but, on the contrary, they both work and live together, providing food for one another and using it as well? "What!" some one objects, "do we not find there too bees that are called drones, annoying creatures which devour the honey?" Yes, by Heaven, we do indeed; but still the farmers often tolerate even them, not wishing to disturb the hive, and believe it better to waste some of the honey rather than to throw all the bees into confusion. 48.16. But at Prusa, it may be, there are no lazy drones, buzzing in impotence, sipping the honey. Again, it is a great delight to observe the ants, how they go forth from the nest, how they aid one another with their loads, and how they yield the trails to one another. Is it not disgraceful, then, as I was saying, that human beings should be more unintelligent than wild creatures which are so tiny and unintelligent? Now this which I have been saying is in a way just idle talk. And civil strife does not deserve even to be named among us, and let no man mention it. |
|
17. Anon., Epistle of Barnabas, 2.9, 4.14, 5.3-5.6 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 156, 158 | 2.9. So we ought to perceive, unless we are without understanding, the mind of the goodness of our Father; for He speaketh to us, desiring us not to go astray like them but to seek how we may approach Him. 4.14. Moreover understand this also, my brothers. When ye see that after so many signs and wonders wrought in Israel, even then they were abandoned, let us give heed, lest haply we be found, as the scripture saith, many are called but few are chosen. 5.3. We ought therefore to be very thankful unto the Lord, for that He both revealed unto us the past, and made us wise in the present, and as regards the future we are not without understanding. 5.4. Now the scripture saith; Not unjustly is the net spread for the birds. He meaneth this that a man shall justly perish, who having the knowledge of the way of righteousness forceth himself into the way of darkness. 5.5. There is yet this also, my brethren; if the Lord endured to suffer for our souls, though He was Lord of the whole world, unto whom God said from the foundation of the world, Let us make man after our image and likeness, how then did He endure to suffer at the hand of men? 5.6. Understand ye. The prophets, receiving grace from Him, prophesied concerning Him. But He Himself endured that He might destroy death and show forth the resurrection of the dead, for that He must needs be manifested in the flesh; |
|
18. Ignatius, To The Philadelphians, 7.2, 8.2 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 155 | 7.2. Howbeit there were those who suspected me of saying this, because I knew beforehand of the division of certain persons. But He in whom I am bound is my witness that I learned it not from flesh of man; it was the preaching of the Spirit who spake on this wise; Do nothing without the bishop; keep your flesh as a temple of God; cherish union; shun divisions; be imitators of Jesus Christ, as He Himself also was of His Father. 8.2. and I entreat you, Do ye nothing in a spirit of factiousness but after the teaching of Christ. For I heard certain persons saying, If I find it not in the charters, I believe it not in the Gospel. And when I said to them, It is written, they answered me That is the question. But as for me, my charter is Jesus Christ, the inviolable charter is His cross and His death and His resurrection, and faith through Him; wherein I desire to be justified through your prayers. |
|
19. Ignatius, To The Magnesians, 13.2, 14.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 156 | 13.2. Be obedient to the bishop and to one another, as Jesus Christ was to the Father [according to the flesh], and as the Apostles were to Christ and to the Father, that there may be union both of flesh and of spirit. 14.1. Knowing that ye are full of God, I have exhorted you briefly. Remember me in your prayers, that I may attain unto God; and remember also the church which is in Syria, whereof I am not worthy to be called a member. For I have need of your united prayer and love in God, that it may be granted to the church which is in Syria to be refreshed by the dew of your fervent supplication. |
|
20. Anon., Didache, 11.5 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 271 | 11. Whosoever, therefore, comes and teaches you all these things that have been said before, receive him. But if the teacher himself turn and teach another doctrine to the destruction of this, hear him not; but if he teach so as to increase righteousness and the knowledge of the Lord, receive him as the Lord. But concerning the apostles and prophets, according to the decree of the Gospel, thus do. Let every apostle that comes to you be received as the Lord. But he shall not remain except one day; but if there be need, also the next; but if he remain three days, he is a false prophet. And when the apostle goes away, let him take nothing but bread until he lodges; but if he ask money, he is a false prophet. And every prophet that speaks in the Spirit you shall neither try nor judge; for every sin shall be forgiven, but this sin shall not be forgiven. But not every one that speaks in the Spirit is a prophet; but only if he hold the ways of the Lord. Therefore from their ways shall the false prophet and the prophet be known. And every prophet who orders a meal in the Spirit eats not from it, except indeed he be a false prophet; and every prophet who teaches the truth, if he do not what he teaches, is a false prophet. And every prophet, proved true, working unto the mystery of the Church in the world, yet not teaching others to do what he himself does, shall not be judged among you, for with God he has his judgment; for so did also the ancient prophets. But whoever says in the Spirit, Give me money, or something else, you shall not listen to him; but if he says to you to give for others' sake who are in need, let no one judge him. |
|
21. Ignatius, To The Smyrnaeans, 6.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 156 |
22. Pliny The Younger, Letters, 8.13 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 153 |
23. Pliny The Younger, Letters, 8.13 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 153 |
24. Marcus Aurelius Emperor of Rome, Meditations, 1.16 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 153 |
25. Lucian, The Passing of Peregrinus, 16 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 271 |
26. Nag Hammadi, A Valentinian Exposition, 36.20-36.38 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 147 |
27. Nag Hammadi, The Gospel of Thomas, 42, 73, 86, 14 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 271 |
28. Nag Hammadi, The Treatise On The Resurrection, 49.9-49.16, 49.25 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 147 |
29. Nag Hammadi, The Interpretation of Knowledge, 9.20-9.38 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 213 |
30. Nag Hammadi, The Gospel of Truth, 33.19-33.21 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 296 |
31. Nag Hammadi, The Gospel of Philip, 79.33-84.13 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 296 |
32. Nag Hammadi, Apocalypse of James, 32.17-32.22, 33.2-33.34, 40.14-40.15, 40.20-40.22 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •nan Found in books: Tite (2009) 162 |
33. Libanius, Letters, 10 (4th cent. CE - 4th cent. CE) Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 153 |
34. Philo of Alexandria, Proverbs, 20.27 Tagged with subjects: •imitation motif Found in books: Tite (2009) 157 |
35. Anon., Gospel of Thomas, 42, 73, 86, 14 Tagged with subjects: •nan Found in books: Tite (2009) 271 |
36. Anon., Epistle To Diognetus, 2.2-2.9, 6.5-6.6, 10.3-10.8, 20.12 Tagged with subjects: •nan Found in books: Tite (2009) 157, 158 |