Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.


there are no validated results. Displaying unvalidated results instead


8 results for "haireseis"
1. Dead Sea Scrolls, 4Qmmt, 4qmmt (2nd cent. BCE - 1st cent. CE)  Tagged with subjects: •Haireseis Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 125
2. Josephus Flavius, Jewish Antiquities, 13.408, 18.4, 18.11-18.23, 18.259 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 37, 45, 119, 141
13.408. ̔Η δὲ ἀρχιερέα μὲν ἀπεδείκνυεν ̔Υρκανὸν διὰ τὴν ἡλικίαν, πολὺ μέντοι πλέον διὰ τὸ ἄπραγμον αὐτοῦ, καὶ πάντα τοῖς Φαρισαίοις ἐπέτρεπεν ποιεῖν, οἷς καὶ τὸ πλῆθος ἐκέλευσεν πειθαρχεῖν καὶ εἴ τι δὲ καὶ τῶν νομίμων ̔Υρκανὸς ὁ πενθερὸς αὐτῆς κατέλυσεν ὧν εἰσήνεγκαν οἱ Φαρισαῖοι κατὰ τὴν πατρῴαν παράδοσιν, τοῦτο πάλιν ἀποκατέστησεν. 18.4. ̓Ιούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ' ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος: 18.4. Φραάτης παίδων αὐτῷ γενομένων γνησίων ̓Ιταλικῆς παιδίσκης * ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ ̓Ιουλίου Καίσαρος μετ' ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήν τε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν. 18.11. ̓Ιουδαίοις φιλοσοφίαι τρεῖς ἦσαν ἐκ τοῦ πάνυ ἀρχαίου τῶν πατρίων, ἥ τε τῶν ̓Εσσηνῶν καὶ ἡ τῶν Σαδδουκαίων, τρίτην δὲ ἐφιλοσόφουν οἱ Φαρισαῖοι λεγόμενοι. καὶ τυγχάνει μέντοι περὶ αὐτῶν ἡμῖν εἰρημένα ἐν τῇ δευτέρᾳ βίβλῳ τοῦ ̓Ιουδαϊκοῦ πολέμου, μνησθήσομαι δ' ὅμως καὶ νῦν αὐτῶν ἐπ' ὀλίγον. 18.11. ἐρασθεὶς δὲ ̔Ηρωδιάδος τῆς τούτου γυναικός, θυγάτηρ δὲ ἦν ̓Αριστοβούλου καὶ οὗτος ἀδελφὸς αὐτῶν, ̓Αγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρ' αὐτόν, ὁπότε ἀπὸ ̔Ρώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ ̓Αρέτα τὴν θυγατέρα ἐκβαλεῖν. 18.12. Οἵ τε γὰρ Φαρισαῖοι τὴν δίαιταν ἐξευτελίζουσιν οὐδὲν ἐς τὸ μαλακώτερον ἐνδιδόντες, ὧν τε ὁ λόγος κρίνας παρέδωκεν ἀγαθῶν ἕπονται τῇ ἡγεμονίᾳ περιμάχητον ἡγούμενοι τὴν φυλακὴν ὧν ὑπαγορεύειν ἠθέλησεν. τιμῆς γε τοῖς ἡλικίᾳ προήκουσιν παραχωροῦσιν οὐδ' ἐπ' ἀντιλέξει τῶν εἰσηγηθέντων ταῦτα οἱ θράσει ἐπαιρόμενοι. 18.12. Οὐιτέλλιος δὲ παρασκευασάμενος ὡς εἰς πόλεμον τὸν πρὸς ̓Αρέταν δυσὶ τάγμασιν ὁπλιτῶν ὅσοι τε περὶ αὐτὰ ψιλοὶ καὶ ἱππεῖς συμμαχοῦντες ἐκ τῶν ὑπὸ ̔Ρωμαίοις βασιλειῶν ἀγόμενος, ἐπὶ τῆς Πέτρας ἠπείγετο καὶ ἔσχε Πτολεμαί̈δα. 18.13. πράσσεσθαί τε εἱμαρμένῃ τὰ πάντα ἀξιοῦντες οὐδὲ τοῦ ἀνθρωπείου τὸ βουλόμενον τῆς ἐπ' αὐτοῖς ὁρμῆς ἀφαιροῦνται δοκῆσαν τῷ θεῷ κρίσιν γενέσθαι καὶ τῷ ἐκείνης βουλευτηρίῳ καὶ τῶν ἀνθρώπων τῷ ἐθελήσαντι προσχωρεῖν μετ' ἀρετῆς ἢ κακίας. 18.13. ̔Ηρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς ̔Υρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἡ ἑτέρα, ἣ γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ ̔Ηρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ ̓Αντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ ̔Ηρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης. 18.14. ἀθάνατόν τε ἰσχὺν ταῖς ψυχαῖς πίστις αὐτοῖς εἶναι καὶ ὑπὸ χθονὸς δικαιώσεις τε καὶ τιμὰς οἷς ἀρετῆς ἢ κακίας ἐπιτήδευσις ἐν τῷ βίῳ γέγονεν, καὶ ταῖς μὲν εἱργμὸν ἀίδιον προτίθεσθαι, ταῖς δὲ ῥᾳστώνην τοῦ ἀναβιοῦν. 18.14. ̓Αλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς ̓Αρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱός τε ̓Αλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δ' οὗτος ̓Αντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα ̓Ιωτάπην, ἡσίοδός τε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα. 18.15. καὶ δι' αὐτὰ τοῖς τε δήμοις πιθανώτατοι τυγχάνουσιν καὶ ὁπόσα θεῖα εὐχῶν τε ἔχεται καὶ ἱερῶν ποιήσεως ἐξηγήσει τῇ ἐκείνων τυγχάνουσιν πρασσόμενα. εἰς τοσόνδε ἀρετῆς αὐτοῖς αἱ πόλεις ἐμαρτύρησαν ἐπιτηδεύσει τοῦ ἐπὶ πᾶσι κρείσσονος ἔν τε τῇ διαίτῃ τοῦ βίου καὶ λόγοις. 18.15. οὐ μὴν ἐπὶ πλεῖόν γε ̔Ηρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδ' ὣς ἀρκοῦντα ἦν: ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος ̓Αγρίππας τοῦ ̔Ηρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ ̔Ρώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον: Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν. 18.16. Σαδδουκαίοις δὲ τὰς ψυχὰς ὁ λόγος συναφανίζει τοῖς σώμασι, φυλακῇ δὲ οὐδαμῶς τινων μεταποίησις αὐτοῖς ἢ τῶν νόμων: πρὸς γὰρ τοὺς διδασκάλους σοφίας, ἣν μετίασιν, ἀμφιλογεῖν ἀρετὴν ἀριθμοῦσιν. 18.16. ἡ δὲ ὑπισχνεῖτο, καὶ ὁ ̓Αλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ ̓Αλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ ̓Αγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς ̓Ιταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ ̓Ιουδαίας ἀνέζευξεν. 18.17. εἰς ὀλίγους δὲ ἄνδρας οὗτος ὁ λόγος ἀφίκετο, τοὺς μέντοι πρώτους τοῖς ἀξιώμασι, πράσσεταί τε ἀπ' αὐτῶν οὐδὲν ὡς εἰπεῖν: ὁπότε γὰρ ἐπ' ἀρχὰς παρέλθοιεν, ἀκουσίως μὲν καὶ κατ' ἀνάγκας, προσχωροῦσι δ' οὖν οἷς ὁ Φαρισαῖος λέγει διὰ τὸ μὴ ἄλλως ἀνεκτοὺς γενέσθαι τοῖς πλήθεσιν. 18.17. οὔτε γὰρ πρεσβειῶν ὑποδοχὰς ἐκ τοῦ ὀξέος ἐποιεῖτο ἡγεμόσι τε ἢ ἐπιτρόποις ὑπ' αὐτοῦ σταλεῖσιν οὐδεμία ἦν διαδοχή, ὁπότε μὴ φθαῖεν τετελευτηκότες: ὅθεν καὶ δεσμωτῶν ἀκροάσεως ἀπερίοπτος ἦν. 18.18. ̓Εσσηνοῖς δὲ ἐπὶ μὲν θεῷ καταλείπειν φιλεῖ τὰ πάντα ὁ λόγος, ἀθανατίζουσιν δὲ τὰς ψυχὰς περιμάχητον ἡγούμενοι τοῦ δικαίου τὴν πρόσοδον. 18.18. τιμία δὲ ἦν ̓Αντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείας τε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος: νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳ τε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον. 18.19. εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ δι' αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφ' αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως ἄνδρες τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι. 18.19. ἐπεὶ δ' ὁ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν ̓Αγρίππαν ἑστηκότα, “καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι”. τοῦ δὲ ἐπανερομένου ὅντινα, “̓Αγρίππαν γε” εἶπεν. 18.21. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλων ἐπιτηδεύουσιν κτῆσιν, τὸ μὲν εἰς ἀδικίαν φέρειν ὑπειληφότες, τὸ δὲ στάσεως ἐνδιδόναι ποίησιν, αὐτοὶ δ' ἐφ' ἑαυτῶν ζῶντες διακονίᾳ τῇ ἐπ' ἀλλήλοις ἐπιχρῶνται. 18.21. οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν. 18.22. ἀποδέκτας δὲ τῶν προσόδων χειροτονοῦντες καὶ ὁπόσα ἡ γῆ φέροι ἄνδρας ἀγαθούς, ἱερεῖς δὲ ἐπὶ ποιήσει σίτου τε καὶ βρωμάτων. ζῶσι δὲ οὐδὲν παρηλλαγμένως, ἀλλ' ὅτι μάλιστα ἐμφέροντες Δακῶν τοῖς πλείστοις λεγομένοις. 18.22. ἀξιῶ δέ σε μηδὲν ἀμνημονεῖν ὁμιλήσαντα αὐτῇ μήτ' εὐνοίας τῆς ἐμῆς, ὃς εἰς τοσόνδε ἀξιώματος καθίστημι μέγεθος, 18.23. Τῇ δὲ τετάρτῃ τῶν φιλοσοφιῶν ὁ Γαλιλαῖος ̓Ιούδας ἡγεμὼν κατέστη, τὰ μὲν λοιπὰ πάντα γνώμῃ τῶν Φαρισαίων ὁμολογούσῃ, δυσνίκητος δὲ τοῦ ἐλευθέρου ἔρως ἐστὶν αὐτοῖς μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὑπειληφόσιν. θανάτων τε ἰδέας ὑπομένειν παρηλλαγμένας ἐν ὀλίγῳ τίθενται καὶ συγγενῶν τιμωρίας καὶ φίλων ὑπὲρ τοῦ μηδένα ἄνθρωπον προσαγορεύειν δεσπότην. 18.23. ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ ̓Αγρίππου, θεώμενος τήν τε σπουδὴν μεθ' οἵας ὁ Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ ̓Αγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος. 18.259. πολλὰ δὲ καὶ χαλεπὰ ̓Απίωνος εἰρηκότος, ὑφ' ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν ̓Ιουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος ̓Αλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπ' ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δ' αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, 13.408. 2. So she made Hyrcanus high priest, because he was the elder, but much more because he cared not to meddle with politics, and permitted the Pharisees to do every thing; to whom also she ordered the multitude to be obedient. She also restored again those practices which the Pharisees had introduced, according to the traditions of their forefathers, and which her father-in-law, Hyrcanus, had abrogated. 18.4. Yet was there one Judas, a Gaulonite, of a city whose name was Gamala, who, taking with him Sadduc, a Pharisee, became zealous to draw them to a revolt, who both said that this taxation was no better than an introduction to slavery, and exhorted the nation to assert their liberty; 18.11. 2. The Jews had for a great while had three sects of philosophy peculiar to themselves; the sect of the Essenes, and the sect of the Sadducees, and the third sort of opinions was that of those called Pharisees; of which sects, although I have already spoken in the second book of the Jewish War, yet will I a little touch upon them now. 18.11. However, he fell in love with Herodias, this last Herod’s wife, who was the daughter of Aristobulus their brother, and the sister of Agrippa the Great. This man ventured to talk to her about a marriage between them; which address, when she admitted, an agreement was made for her to change her habitation, and come to him as soon as he should return from Rome: one article of this marriage also was this, that he should divorce Aretas’s daughter. 18.12. 3. Now, for the Pharisees, they live meanly, and despise delicacies in diet; and they follow the conduct of reason; and what that prescribes to them as good for them they do; and they think they ought earnestly to strive to observe reason’s dictates for practice. They also pay a respect to such as are in years; nor are they so bold as to contradict them in any thing which they have introduced; 18.12. 3. So Vitellius prepared to make war with Aretas, having with him two legions of armed men; he also took with him all those of light armature, and of the horsemen which belonged to them, and were drawn out of those kingdoms which were under the Romans, and made haste for Petra, and came to Ptolemais. 18.13. and when they determine that all things are done by fate, they do not take away the freedom from men of acting as they think fit; since their notion is, that it hath pleased God to make a temperament, whereby what he wills is done, but so that the will of man can act virtuously or viciously. 18.13. 4. Herod the Great had two daughters by Mariamne, the [grand] daughter of Hyrcanus; the one was Salampsio, who was married to Phasaelus, her first cousin, who was himself the son of Phasaelus, Herod’s brother, her father making the match; the other was Cypros, who was herself married also to her first cousin Antipater, the son of Salome, Herod’s sister. 18.14. They also believe that souls have an immortal rigor in them, and that under the earth there will be rewards or punishments, according as they have lived virtuously or viciously in this life; and the latter are to be detained in an everlasting prison, but that the former shall have power to revive and live again; 18.14. Alexander had a son of the same name with his brother Tigranes, and was sent to take possession of the kingdom of Armenia by Nero; he had a son, Alexander, who married Jotape, the daughter of Antiochus, the king of Commagena; Vespasian made him king of an island in Cilicia. 18.15. on account of which doctrines they are able greatly to persuade the body of the people; and whatsoever they do about divine worship, prayers, and sacrifices, they perform them according to their direction; insomuch that the cities give great attestations to them on account of their entire virtuous conduct, both in the actions of their lives and their discourses also. 18.15. Yet did not Herod long continue in that resolution of supporting him, though even that support was not sufficient for him; for as once they were at a feast at Tyre, and in their cups, and reproaches were cast upon one another, Agrippa thought that was not to be borne, while Herod hit him in the teeth with his poverty, and with his owing his necessary food to him. So he went to Flaccus, one that had been consul, and had been a very great friend to him at Rome formerly, and was now president of Syria. 18.16. 4. But the doctrine of the Sadducees is this: That souls die with the bodies; nor do they regard the observation of any thing besides what the law enjoins them; for they think it an instance of virtue to dispute with those teachers of philosophy whom they frequent: 18.16. o she undertook to repay it. Accordingly, Alexander paid them five talents at Alexandria, and promised to pay them the rest of that sum at Dicearchia [Puteoli]; and this he did out of the fear he was in that Agrippa would soon spend it. So this Cypros set her husband free, and dismissed him to go on with his navigation to Italy, while she and her children departed for Judea. 18.17. but this doctrine is received but by a few, yet by those still of the greatest dignity. But they are able to do almost nothing of themselves; for when they become magistrates, as they are unwillingly and by force sometimes obliged to be, they addict themselves to the notions of the Pharisees, because the multitude would not otherwise bear them. 18.17. for he did not admit ambassadors quickly, and no successors were despatched away to governors or procurators of the provinces that had been formerly sent, unless they were dead; whence it was that he was so negligent in hearing the causes of prisoners; 18.18. 5. The doctrine of the Essenes is this: That all things are best ascribed to God. They teach the immortality of souls, and esteem that the rewards of righteousness are to be earnestly striven for; 18.18. Now Antonia was greatly esteemed by Tiberius on all accounts, from the dignity of her relation to him, who had been his brother Drusus’s wife, and from her eminent chastity; for though she was still a young woman, she continued in her widowhood, and refused all other matches, although Augustus had enjoined her to be married to somebody else; yet did she all along preserve her reputation free from reproach. 18.19. and when they send what they have dedicated to God into the temple, they do not offer sacrifices because they have more pure lustrations of their own; on which account they are excluded from the common court of the temple, but offer their sacrifices themselves; yet is their course of life better than that of other men; and they entirely addict themselves to husbandry. 18.19. But when Caesar had gone round the hippodrome, he found Agrippa standing: “For certain,” said he, “Macro, this is the man I meant to have bound;” and when he still asked, “Which of these is to be bound?” he said “Agrippa.” 18.20. It also deserves our admiration, how much they exceed all other men that addict themselves to virtue, and this in righteousness; and indeed to such a degree, that as it hath never appeared among any other men, neither Greeks nor barbarians, no, not for a little time, so hath it endured a long while among them. This is demonstrated by that institution of theirs, which will not suffer any thing to hinder them from having all things in common; so that a rich man enjoys no more of his own wealth than he who hath nothing at all. There are about four thousand men that live in this way, 18.21. and neither marry wives, nor are desirous to keep servants; as thinking the latter tempts men to be unjust, and the former gives the handle to domestic quarrels; but as they live by themselves, they minister one to another. 18.21. that it turned greatly to the advantage of his son among all; and, among others, the soldiery were so peculiarly affected to him, that they reckoned it an eligible thing, if need were, to die themselves, if he might but attain to the government. 18.22. They also appoint certain stewards to receive the incomes of their revenues, and of the fruits of the ground; such as are good men and priests, who are to get their corn and their food ready for them. They none of them differ from others of the Essenes in their way of living, but do the most resemble those Dacae who are called Polistae [dwellers in cities]. 18.22. and I desire thee never to be unmindful when thou comest to it, either of my kindness to thee, who set thee in so high a dignity, 18.23. 6. But of the fourth sect of Jewish philosophy, Judas the Galilean was the author. These men agree in all other things with the Pharisaic notions; but they have an inviolable attachment to liberty, and say that God is to be their only Ruler and Lord. They also do not value dying any kinds of death, nor indeed do they heed the deaths of their relations and friends, nor can any such fear make them call any man lord. 18.23. Now the centurion who was set to keep Agrippa, when he saw with what haste Marsyas came, and what joy Agrippa had from what he said, he had a suspicion that his words implied some great innovation of affairs, and he asked them about what was said. 18.259. Many of these severe things were said by Apion, by which he hoped to provoke Caius to anger at the Jews, as he was likely to be. But Philo, the principal of the Jewish embassage, a man eminent on all accounts, brother to Alexander the alabarch, and one not unskillful in philosophy, was ready to betake himself to make his defense against those accusations;
3. Josephus Flavius, Jewish War, 2.119-2.161, 2.166 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 35, 119
2.119. Τρία γὰρ παρὰ ̓Ιουδαίοις εἴδη φιλοσοφεῖται, καὶ τοῦ μὲν αἱρετισταὶ Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, τρίτον δέ, ὃ δὴ καὶ δοκεῖ σεμνότητα ἀσκεῖν, ̓Εσσηνοὶ καλοῦνται, ̓Ιουδαῖοι μὲν γένος ὄντες, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον. 2.121. τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι καὶ μηδεμίαν τηρεῖν πεπεισμένοι τὴν πρὸς ἕνα πίστιν. 2.122. Καταφρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον αὐτοῖς τὸ κοινωνικόν, οὐδὲ ἔστιν εὑρεῖν κτήσει τινὰ παρ' αὐτοῖς ὑπερέχοντα: νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασιν μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ' ὑπεροχὴν πλούτου, τῶν δ' ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. 2.123. κηλῖδα δ' ὑπολαμβάνουσι τὸ ἔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα: τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται λευχειμονεῖν τε διαπαντός. χειροτονητοὶ δ' οἱ τῶν κοινῶν ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. 2.124. Μία δ' οὐκ ἔστιν αὐτῶν πόλις ἀλλ' ἐν ἑκάστῃ μετοικοῦσιν πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς πάντ' ἀναπέπταται τὰ παρ' αὐτοῖς ὁμοίως ὥσπερ ἴδια, καὶ πρὸς οὓς οὐ πρότερον εἶδον εἰσίασιν ὡς συνηθεστάτους: 2.125. διὸ καὶ ποιοῦνται τὰς ἀποδημίας οὐδὲν μὲν ὅλως ἐπικομιζόμενοι, διὰ δὲ τοὺς λῃστὰς ἔνοπλοι. κηδεμὼν δ' ἐν ἑκάστῃ πόλει τοῦ τάγματος ἐξαιρέτως τῶν ξένων ἀποδείκνυται ταμιεύων ἐσθῆτα καὶ τὰ ἐπιτήδεια. 2.126. καταστολὴ δὲ καὶ σχῆμα σώματος ὅμοιον τοῖς μετὰ φόβου παιδαγωγουμένοις παισίν. οὔτε δὲ ἐσθῆτας οὔτε ὑποδήματα ἀμείβουσι πρὶν διαρραγῆναι τὸ πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. 2.127. οὐδὲν δ' ἐν ἀλλήλοις οὔτ' ἀγοράζουσιν οὔτε πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ' αὐτῷ τὸ παρ' ἐκείνου χρήσιμον ἀντικομίζεται: καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρ' ὧν ἂν θέλωσιν. 2.128. Πρός γε μὴν τὸ θεῖον εὐσεβεῖς ἰδίως: πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. 2.129. καὶ μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν διαφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως πάλιν εἰς ἓν συναθροίζονται χωρίον, ζωσάμενοί τε σκεπάσμασιν λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασιν, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν: αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. 2.131. προκατεύχεται δ' ὁ ἱερεὺς τῆς τροφῆς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον: ἀριστοποιησάμενος δ' ἐπεύχεται πάλιν: ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι θεὸν ὡς χορηγὸν τῆς ζωῆς. ἔπειθ' ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ' ἔργα μέχρι δείλης τρέπονται. 2.132. δειπνοῦσι δ' ὁμοίως ὑποστρέψαντες συγκαθεζομένων τῶν ξένων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις. 2.133. καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται, τούτου δ' αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. 2.134. Τῶν μὲν οὖν ἄλλων οὐκ ἔστιν ὅ τι μὴ τῶν ἐπιμελητῶν προσταξάντων ἐνεργοῦσι, δύο δὲ ταῦτα παρ' αὐτοῖς αὐτεξούσια, ἐπικουρία καὶ ἔλεος: βοηθεῖν τε γὰρ τοῖς ἀξίοις, ὁπόταν δέωνται, καὶ καθ' ἑαυτοὺς ἐφίεται καὶ τροφὰς ἀπορουμένοις ὀρέγειν. τὰς δὲ εἰς τοὺς συγγενεῖς μεταδόσεις οὐκ ἔξεστι ποιεῖσθαι δίχα τῶν ἐπιτρόπων. 2.135. ὀργῆς ταμίαι δίκαιοι, θυμοῦ καθεκτικοί, πίστεως προστάται, εἰρήνης ὑπουργοί. καὶ πᾶν μὲν τὸ ῥηθὲν ὑπ' αὐτῶν ἰσχυρότερον ὅρκου, τὸ δὲ ὀμνύειν αὐτοῖς περιίσταται χεῖρον τῆς ἐπιορκίας ὑπολαμβάνοντες: ἤδη γὰρ κατεγνῶσθαί φασιν τὸν ἀπιστούμενον δίχα θεοῦ. 2.136. σπουδάζουσι δ' ἐκτόπως περὶ τὰ τῶν παλαιῶν συντάγματα μάλιστα τὰ πρὸς ὠφέλειαν ψυχῆς καὶ σώματος ἐκλέγοντες: ἔνθεν αὐτοῖς πρὸς θεραπείαν παθῶν ῥίζαι τε ἀλεξητήριον καὶ λίθων ἰδιότητες ἀνερευνῶνται. 2.137. Τοῖς δὲ ζηλοῦσιν τὴν αἵρεσιν αὐτῶν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ' ἐπὶ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν ἀξινάριόν τε καὶ τὸ προειρημένον περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. 2.138. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισιν μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρωτέρων τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω. μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος δοκιμάζεται καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται. 2.139. πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτε ἐξ ἐπιτάγματος, μισήσειν δ' ἀεὶ τοὺς ἀδίκους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις: 2.141. τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι: χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ' ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτου τις βιάζηται. 2.142. πρὸς τούτοις ὄμνυσιν μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιούτοις μὲν ὅρκοις τοὺς προσιόντας ἐξασφαλίζονται. 2.143. Τοὺς δ' ἐπ' ἀξιοχρέοις ἁμαρτήμασιν ἁλόντας ἐκβάλλουσι τοῦ τάγματος. ὁ δ' ἐκκριθεὶς οἰκτίστῳ πολλάκις μόρῳ διαφθείρεται: τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν, ποηφαγῶν δὲ καὶ λιμῷ τὸ σῶμα τηκόμενος διαφθείρεται. 2.144. διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀναπνοαῖς ἀνέλαβον, ἱκανὴν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν τὴν μέχρι θανάτου βάσανον ἡγούμενοι. 2.145. Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι, καὶ δικάζουσι μὲν οὐκ ἐλάττους τῶν ἑκατὸν συνελθόντες, τὸ δ' ὁρισθὲν ὑπ' αὐτῶν ἀκίνητον. σέβας δὲ μέγα παρ' αὐτοῖς μετὰ τὸν θεὸν τοὔνομα τοῦ νομοθέτου, κἂν βλασφημήσῃ τις εἰς τοῦτον κολάζεται θανάτῳ. 2.146. τοῖς δὲ πρεσβυτέροις ὑπακούουσιν καὶ τοῖς πλείοσιν ἐν καλῷ: δέκα γοῦν συγκαθεζομένων οὐκ ἂν λαλήσειέν τις ἀκόντων τῶν ἐννέα. 2.147. καὶ τὸ πτύσαι δὲ εἰς μέσους ἢ τὸ δεξιὸν μέρος φυλάσσονται καὶ ταῖς ἑβδομάσιν ἔργων ἐφάπτεσθαι διαφορώτατα ̓Ιουδαίων ἁπάντων: οὐ μόνον γὰρ τροφὰς ἑαυτοῖς πρὸ μιᾶς ἡμέρας παρασκευάζουσιν, ὡς μὴ πῦρ ἐναύοιεν ἐκείνην τὴν ἡμέραν, ἀλλ' οὐδὲ σκεῦός τι μετακινῆσαι θαρροῦσιν οὐδὲ ἀποπατεῖν. 2.148. ταῖς δ' ἄλλαις ἡμέραις βόθρον ὀρύσσοντες βάθος ποδιαῖον τῇ σκαλίδι, τοιοῦτον γάρ ἐστιν τὸ διδόμενον ὑπ' αὐτῶν ἀξινίδιον τοῖς νεοσυστάτοις, καὶ περικαλύψαντες θοιμάτιον, ὡς μὴ τὰς αὐγὰς ὑβρίζοιεν τοῦ θεοῦ, θακεύουσιν εἰς αὐτόν. 2.149. ἔπειτα τὴν ἀνορυχθεῖσαν γῆν ἐφέλκουσιν εἰς τὸν βόθρον: καὶ τοῦτο ποιοῦσι τοὺς ἐρημοτέρους τόπους ἐκλεγόμενοι. καίπερ δὴ φυσικῆς οὔσης τῆς τῶν λυμάτων ἐκκρίσεως ἀπολούεσθαι μετ' αὐτὴν καθάπερ μεμιασμένοις ἔθιμον. 2.151. καὶ μακρόβιοι μέν, ὡς τοὺς πολλοὺς ὑπὲρ ἑκατὸν παρατείνειν ἔτη, διὰ τὴν ἁπλότητα τῆς διαίτης ἔμοιγε δοκεῖν καὶ τὴν εὐταξίαν, καταφρονηταὶ δὲ τῶν δεινῶν, καὶ τὰς μὲν ἀλγηδόνας νικῶντες τοῖς φρονήμασιν, τὸν δὲ θάνατον, εἰ μετ' εὐκλείας πρόσεισι, νομίζοντες ἀθανασίας ἀμείνονα. 2.152. διήλεγξεν δὲ αὐτῶν ἐν ἅπασιν τὰς ψυχὰς ὁ πρὸς ̔Ρωμαίους πόλεμος, ἐν ᾧ στρεβλούμενοί τε καὶ λυγιζόμενοι καιόμενοί τε καὶ κλώμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν' ἢ βλασφημήσωσιν τὸν νομοθέτην ἢ φάγωσίν τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπέμειναν παθεῖν, ἀλλ' οὐδὲ κολακεῦσαί ποτε τοὺς αἰκιζομένους ἢ δακρῦσαι. 2.153. μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσιν καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν ὡς πάλιν κομιούμενοι. 2.154. Καὶ γὰρ ἔρρωται παρ' αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος ὥσπερ εἱρκταῖς τοῖς σώμασιν ἴυγγί τινι φυσικῇ κατασπωμένας, 2.155. ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷα δὴ μακρᾶς δουλείας ἀπηλλαγμένας τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. καὶ ταῖς μὲν ἀγαθαῖς ὁμοδοξοῦντες παισὶν ̔Ελλήνων ἀποφαίνονται τὴν ὑπὲρ ὠκεανὸν δίαιταν ἀποκεῖσθαι καὶ χῶρον οὔτε ὄμβροις οὔτε νιφετοῖς οὔτε καύμασι βαρυνόμενον, ἀλλ' ὃν ἐξ ὠκεανοῦ πραὺ̈ς ἀεὶ ζέφυρος ἐπιπνέων ἀναψύχει: ταῖς δὲ φαύλαις ζοφώδη καὶ χειμέριον ἀφορίζονται μυχὸν γέμοντα τιμωριῶν ἀδιαλείπτων. 2.156. δοκοῦσι δέ μοι κατὰ τὴν αὐτὴν ἔννοιαν ̔́Ελληνες τοῖς τε ἀνδρείοις αὐτῶν, οὓς ἥρωας καὶ ἡμιθέους καλοῦσιν, τὰς μακάρων νήσους ἀνατεθεικέναι, ταῖς δὲ τῶν πονηρῶν ψυχαῖς καθ' ᾅδου τὸν ἀσεβῶν χῶρον, ἔνθα καὶ κολαζομένους τινὰς μυθολογοῦσιν, Σισύφους καὶ Ταντάλους ̓Ιξίονάς τε καὶ Τιτυούς, πρῶτον μὲν ἀιδίους ὑφιστάμενοι τὰς ψυχάς, ἔπειτα εἰς προτροπὴν ἀρετῆς καὶ κακίας ἀποτροπήν. 2.157. τούς τε γὰρ ἀγαθοὺς γίνεσθαι κατὰ τὸν βίον ἀμείνους ἐλπίδι τιμῆς καὶ μετὰ τὴν τελευτήν, τῶν τε κακῶν ἐμποδίζεσθαι τὰς ὁρμὰς δέει προσδοκώντων, εἰ καὶ λάθοιεν ἐν τῷ ζῆν, μετὰ τὴν διάλυσιν ἀθάνατον τιμωρίαν ὑφέξειν. 2.158. ταῦτα μὲν οὖν ̓Εσσηνοὶ περὶ ψυχῆς θεολογοῦσιν ἄφυκτον δέλεαρ τοῖς ἅπαξ γευσαμένοις τῆς σοφίας αὐτῶν καθιέντες. 2.159. Εἰσὶν δ' ἐν αὐτοῖς οἳ καὶ τὰ μέλλοντα προγινώσκειν ὑπισχνοῦνται, βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι: σπάνιον δ' εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσιν. 2.161. δοκιμάζοντες μέντοι τριετίᾳ τὰς γαμετάς, ἐπειδὰν τρὶς καθαρθῶσιν εἰς πεῖραν τοῦ δύνασθαι τίκτειν, οὕτως ἄγονται. ταῖς δ' ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐνδεικνύμενοι τὸ μὴ δι' ἡδονὴν ἀλλὰ τέκνων χρείαν γαμεῖν. λουτρὰ δὲ ταῖς γυναιξὶν ἀμπεχομέναις ἐνδύματα, καθάπερ τοῖς ἀνδράσιν ἐν περιζώματι. τοιαῦτα μὲν ἔθη τοῦδε τοῦ τάγματος. 2.166. καὶ Φαρισαῖοι μὲν φιλάλληλοί τε καὶ τὴν εἰς τὸ κοινὸν ὁμόνοιαν ἀσκοῦντες, Σαδδουκαίων δὲ καὶ πρὸς ἀλλήλους τὸ ἦθος ἀγριώτερον αἵ τε ἐπιμιξίαι πρὸς τοὺς ὁμοίους ἀπηνεῖς ὡς πρὸς ἀλλοτρίους. τοιαῦτα μὲν περὶ τῶν ἐν ̓Ιουδαίοις φιλοσοφούντων εἶχον εἰπεῖν. 2.119. 2. For there are three philosophical sects among the Jews. The followers of the first of which are the Pharisees; of the second, the Sadducees; and the third sect, which pretends to a severer discipline, are called Essenes. These last are Jews by birth, and seem to have a greater affection for one another than the other sects have. 2.120. These Essenes reject pleasures as an evil, but esteem continence, and the conquest over our passions, to be virtue. They neglect wedlock, but choose out other persons’ children, while they are pliable, and fit for learning, and esteem them to be of their kindred, and form them according to their own manners. 2.121. They do not absolutely deny the fitness of marriage, and the succession of mankind thereby continued; but they guard against the lascivious behavior of women, and are persuaded that none of them preserve their fidelity to one man. 2.122. 3. These men are despisers of riches, and so very communicative as raises our admiration. Nor is there anyone to be found among them who hath more than another; for it is a law among them, that those who come to them must let what they have be common to the whole order,—insomuch that among them all there is no appearance of poverty, or excess of riches, but every one’s possessions are intermingled with every other’s possessions; and so there is, as it were, one patrimony among all the brethren. 2.123. They think that oil is a defilement; and if anyone of them be anointed without his own approbation, it is wiped off his body; for they think to be sweaty is a good thing, as they do also to be clothed in white garments. They also have stewards appointed to take care of their common affairs, who every one of them have no separate business for any, but what is for the use of them all. 2.124. 4. They have no one certain city, but many of them dwell in every city; and if any of their sect come from other places, what they have lies open for them, just as if it were their own; and they go in to such as they never knew before, as if they had been ever so long acquainted with them. 2.125. For which reason they carry nothing at all with them when they travel into remote parts, though still they take their weapons with them, for fear of thieves. Accordingly, there is, in every city where they live, one appointed particularly to take care of strangers, and to provide garments and other necessaries for them. 2.126. But the habit and management of their bodies is such as children use who are in fear of their masters. Nor do they allow of the change of garments, or of shoes, till they be first entirely torn to pieces or worn out by time. 2.127. Nor do they either buy or sell anything to one another; but every one of them gives what he hath to him that wanteth it, and receives from him again in lieu of it what may be convenient for himself; and although there be no requital made, they are fully allowed to take what they want of whomsoever they please. 2.128. 5. And as for their piety towards God, it is very extraordinary; for before sunrising they speak not a word about profane matters, but put up certain prayers which they have received from their forefathers, as if they made a supplication for its rising. 2.129. After this every one of them are sent away by their curators, to exercise some of those arts wherein they are skilled, in which they labor with great diligence till the fifth hour. After which they assemble themselves together again into one place; and when they have clothed themselves in white veils, they then bathe their bodies in cold water. And after this purification is over, they every one meet together in an apartment of their own, into which it is not permitted to any of another sect to enter; while they go, after a pure manner, into the dining-room, as into a certain holy temple, 2.130. and quietly set themselves down; upon which the baker lays them loaves in order; the cook also brings a single plate of one sort of food, and sets it before every one of them; 2.131. but a priest says grace before meat; and it is unlawful for anyone to taste of the food before grace be said. The same priest, when he hath dined, says grace again after meat; and when they begin, and when they end, they praise God, as he that bestows their food upon them; after which they lay aside their [white] garments, and betake themselves to their labors again till the evening; 2.132. then they return home to supper, after the same manner; and if there be any strangers there, they sit down with them. Nor is there ever any clamor or disturbance to pollute their house, but they give every one leave to speak in their turn; 2.133. which silence thus kept in their house appears to foreigners like some tremendous mystery; the cause of which is that perpetual sobriety they exercise, and the same settled measure of meat and drink that is allotted to them, and that such as is abundantly sufficient for them. 2.134. 6. And truly, as for other things, they do nothing but according to the injunctions of their curators; only these two things are done among them at everyone’s own free will, which are to assist those that want it, and to show mercy; for they are permitted of their own accord to afford succor to such as deserve it, when they stand in need of it, and to bestow food on those that are in distress; but they cannot give any thing to their kindred without the curators. 2.135. They dispense their anger after a just manner, and restrain their passion. They are eminent for fidelity, and are the ministers of peace; whatsoever they say also is firmer than an oath; but swearing is avoided by them, and they esteem it worse than perjury for they say that he who cannot be believed without [swearing by] God is already condemned. 2.136. They also take great pains in studying the writings of the ancients, and choose out of them what is most for the advantage of their soul and body; and they inquire after such roots and medicinal stones as may cure their distempers. 2.137. 7. But now, if anyone hath a mind to come over to their sect, he is not immediately admitted, but he is prescribed the same method of living which they use, for a year, while he continues excluded; and they give him also a small hatchet, and the fore-mentioned girdle, and the white garment. 2.138. And when he hath given evidence, during that time, that he can observe their continence, he approaches nearer to their way of living, and is made a partaker of the waters of purification; yet is he not even now admitted to live with them; for after this demonstration of his fortitude, his temper is tried two more years; and if he appear to be worthy, they then admit him into their society. 2.139. And before he is allowed to touch their common food, he is obliged to take tremendous oaths, that, in the first place, he will exercise piety towards God, and then that he will observe justice towards men, and that he will do no harm to any one, either of his own accord, or by the command of others; that he will always hate the wicked, and be assistant to the righteous; 2.140. that he will ever show fidelity to all men, and especially to those in authority, because no one obtains the government without God’s assistance; and that if he be in authority, he will at no time whatever abuse his authority, nor endeavor to outshine his subjects either in his garments, or any other finery; 2.141. that he will be perpetually a lover of truth, and propose to himself to reprove those that tell lies; that he will keep his hands clear from theft, and his soul from unlawful gains; and that he will neither conceal anything from those of his own sect, nor discover any of their doctrines to others, no, not though anyone should compel him so to do at the hazard of his life. 2.142. Moreover, he swears to communicate their doctrines to no one any otherwise than as he received them himself; that he will abstain from robbery, and will equally preserve the books belonging to their sect, and the names of the angels [or messengers]. These are the oaths by which they secure their proselytes to themselves. 2.143. 8. But for those that are caught in any heinous sins, they cast them out of their society; and he who is thus separated from them does often die after a miserable manner; for as he is bound by the oath he hath taken, and by the customs he hath been engaged in, he is not at liberty to partake of that food that he meets with elsewhere, but is forced to eat grass, and to famish his body with hunger, till he perish; 2.144. for which reason they receive many of them again when they are at their last gasp, out of compassion to them, as thinking the miseries they have endured till they came to the very brink of death to be a sufficient punishment for the sins they had been guilty of. 2.145. 9. But in the judgments they exercise they are most accurate and just, nor do they pass sentence by the votes of a court that is fewer than a hundred. And as to what is once determined by that number, it is unalterable. What they most of all honor, after God himself, is the name of their legislator [Moses], whom, if anyone blaspheme, he is punished capitally. 2.146. They also think it a good thing to obey their elders, and the major part. Accordingly, if ten of them be sitting together, no one of them will speak while the other nine are against it. 2.147. They also avoid spitting in the midst of them, or on the right side. Moreover, they are stricter than any other of the Jews in resting from their labors on the seventh day; for they not only get their food ready the day before, that they may not be obliged to kindle a fire on that day, but they will not remove any vessel out of its place, nor go to stool thereon. 2.148. Nay, on theother days they dig a small pit, a foot deep, with a paddle (which kind of hatchet is given them when they are first admitted among them); and covering themselves round with their garment, that they may not affront the Divine rays of light, they ease themselves into that pit, 2.149. after which they put the earth that was dug out again into the pit; and even this they do only in the more lonely places, which they choose out for this purpose; and although this easement of the body be natural, yet it is a rule with them to wash themselves after it, as if it were a defilement to them. 2.150. 10. Now after the time of their preparatory trial is over, they are parted into four classes; and so far are the juniors inferior to the seniors, that if the seniors should be touched by the juniors, they must wash themselves, as if they had intermixed themselves with the company of a foreigner. 2.151. They are long-lived also, insomuch that many of them live above a hundred years, by means of the simplicity of their diet; nay, as I think, by means of the regular course of life they observe also. They condemn the miseries of life, and are above pain, by the generosity of their mind. And as for death, if it will be for their glory, they esteem it better than living always; 2.152. and indeed our war with the Romans gave abundant evidence what great souls they had in their trials, wherein, although they were tortured and distorted, burnt and torn to pieces, and went through all kinds of instruments of torment, that they might be forced either to blaspheme their legislator, or to eat what was forbidden them, yet could they not be made to do either of them, no, nor once to flatter their tormentors, or to shed a tear; 2.153. but they smiled in their very pains, and laughed those to scorn who inflicted the torments upon them, and resigned up their souls with great alacrity, as expecting to receive them again. 2.154. 11. For their doctrine is this: That bodies are corruptible, and that the matter they are made of is not permanent; but that the souls are immortal, and continue forever; and that they come out of the most subtile air, and are united to their bodies as to prisons, into which they are drawn by a certain natural enticement; 2.155. but that when they are set free from the bonds of the flesh, they then, as released from a long bondage, rejoice and mount upward. And this is like the opinions of the Greeks, that good souls have their habitations beyond the ocean, in a region that is neither oppressed with storms of rain or snow, or with intense heat, but that this place is such as is refreshed by the gentle breathing of a west wind, that is perpetually blowing from the ocean; while they allot to bad souls a dark and tempestuous den, full of never-ceasing punishments. 2.156. And indeed the Greeks seem to me to have followed the same notion, when they allot the islands of the blessed to their brave men, whom they call heroes and demigods; and to the souls of the wicked, the region of the ungodly, in Hades, where their fables relate that certain persons, such as Sisyphus, and Tantalus, and Ixion, and Tityus, are punished; which is built on this first supposition, that souls are immortal; and thence are those exhortations to virtue, and dehortations from wickedness collected; 2.157. whereby good men are bettered in the conduct of their life by the hope they have of reward after their death; and whereby the vehement inclinations of bad men to vice are restrained, by the fear and expectation they are in, that although they should lie concealed in this life, they should suffer immortal punishment after their death. 2.158. These are the Divine doctrines of the Essenes about the soul, which lay an unavoidable bait for such as have once had a taste of their philosophy. 2.159. 12. There are also those among them who undertake to foretell things to come, by reading the holy books, and using several sorts of purifications, and being perpetually conversant in the discourses of the prophets; and it is but seldom that they miss in their predictions. 2.160. 13. Moreover, there is another order of Essenes, who agree with the rest as to their way of living, and customs, and laws, but differ from them in the point of marriage, as thinking that by not marrying they cut off the principal part of human life, which is the prospect of succession; nay, rather, that if all men should be of the same opinion, the whole race of mankind would fail. 2.161. However, they try their spouses for three years; and if they find that they have their natural purgations thrice, as trials that they are likely to be fruitful, they then actually marry them. But they do not use to accompany with their wives when they are with child, as a demonstration that they do not marry out of regard to pleasure, but for the sake of posterity. Now the women go into the baths with some of their garments on, as the men do with somewhat girded about them. And these are the customs of this order of Essenes. 2.166. Moreover, the Pharisees are friendly to one another, and are for the exercise of concord, and regard for the public; but the behavior of the Sadducees one towards another is in some degree wild, and their conversation with those that are of their own party is as barbarous as if they were strangers to them. And this is what I had to say concerning the philosophic sects among the Jews.
4. Josephus Flavius, Against Apion, 2.179-2.210 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •Haireseis Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 36
2.179. Τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκεν: τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι μηδὲν ἀλλήλων διαφέρειν, καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ. 2.181. πρόνοιαν ἀφαιρουμένων: οὔτ' ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφοράν, ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ' ἡμῖν, εἷς δὲ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ πάντα λέγων ἐκεῖνον ἐφορᾶν. καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων, ὅτι δεῖ πάντα τἆλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις καὶ τῶν οἰκετῶν. 2.182. ̔́Οθεν δὴ καὶ τὸ προφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργων ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦθεν συμβέβηκεν: οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι καὶ τοῖς τολμῶσι ταῦτα παραβαίνειν 2.183. μάλιστα σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλήφαμεν τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι: τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἱ πεῖραι δεόμενα διορθώσεως ἐλέγχουσιν. 2.184. ̔Ημῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ θεοῦ βούλησιν οὐδ' εὐσεβὲς ἦν τοῦτον μὴ φυλάττειν: τί γὰρ αὐτοῦ τις ἂν μετακινήσειεν ἢ τί κάλλιον ἐξεῦρεν ἢ τί παρ' ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν ὅλην κατάστασιν τοῦ πολιτεύματος; 2.185. καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένοιτο τῆς θεὸν μὲν ἡγεμόνα τῶν ὅλων πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ πάντων ἀρχιερεῖ πάλιν αὖ πεπιστευκυίας 2.186. τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν; οὓς οὐ κατὰ πλοῦτον οὐδέ τισιν ἄλλαις προύχοντας αὐτομάτοις πλεονεξίαις τὸ πρῶτον εὐθὺς ὁ νομοθέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ' ὅσοι τῶν μετ' αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν 2.187. θεὸν μάλιστα θεραπείαν ἐνεχείρισεν. τοῦτο δ' ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια: καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν. 2.188. Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; τίς δὲ τιμὴ θεῷ μᾶλλον ἁρμόζουσα, παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετῆς τινος τῆς ὅλης πολιτείας οἰκονομουμένης; 2.189. ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες ἄλλοι φυλάττειν οὐ δύνανται μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μεθ' ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς δι' αἰῶνος. 2.191. ἡμῖν ἄφατος: πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου κἂν ᾖ πολυτελὴς ἄτιμος, πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος. οὐδὲν ὅμοιον οὔτ' εἴδομεν οὔτ' ἐπινοοῦμεν οὔτ' εἰκάζειν ἐστὶν ὅσιον. 2.192. ἔργα βλέπομεν αὐτοῦ φῶς οὐρανὸν γῆν ἥλιον ὕδατα ζῴων γενέσεις καρπῶν ἀναδόσεις. ταῦτα θεὸς ἐποίησεν οὐ χερσὶν οὐ πόνοις οὔ τινων συνεργασομένων ἐπιδεηθείς, ἀλλ' αὐτοῦ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα. τοῦτον θεραπευτέον ἀσκοῦντας ἀρετήν: τρόπος γὰρ θεοῦ θεραπείας οὗτος ὁσιώτατος. 2.193. Εἷς ναὸς ἑνὸς θεοῦ, φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον, κοινὸς ἁπάντων κοινοῦ θεοῦ ἁπάντων. τοῦτον θεραπεύσουσιν μὲν διὰ παντὸς οἱ ἱερεῖς, ἡγήσεται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. 2.194. οὗτος μετὰ τῶν συνιερέων θύσει τῷ θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην ὡς εἰς θεὸν αὐτὸν ἀσεβῶν. 2.195. θύομεν τὰς θυσίας οὐκ εἰς μέθην ἑαυτοῖς, ἀβούλητον γὰρ θεῷ τόδε, ἀλλ' εἰς σωφροσύνην. 2.196. καὶ ἐπὶ ταῖς θυσίαις χρὴ πρῶτον ὑπὲρ τῆς κοινῆς εὔχεσθαι σωτηρίας, εἶθ' ὑπὲρ ἑαυτῶν: ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ' αὑτὸν ἰδίου μάλιστα θεῷ κεχαρισμένος. 2.197. δέησις δ' ἔστω πρὸς τὸν θεόν, οὐχ ὅπως δῷ τἀγαθά, δέδωκεν γὰρ αὐτὸς ἑκὼν καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν, ἀλλ' ὅπως δέχεσθαι δυνώμεθα καὶ λαβόντες φυλάττωμεν. 2.198. ἁγνείας ἐπὶ ταῖς θυσίαις διείρηκεν ὁ νόμος ἀπὸ κήδους ἀπὸ λέχους ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα καὶ πολλῶν ἄλλων. [ἃ μακρὸν ἂν εἴη γράφειν. τοιοῦτος μὲν ὁ περὶ θεοῦ καὶ τῆς ἐκείνου θεραπείας λόγος ἡμῖν ἐστιν, ὁ δ' αὐτὸς ἅμα καὶ νόμος.] 2.199. Τίνες δ' οἱ περὶ γάμων νόμοι; μῖξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γίνεσθαι. τὴν δὲ πρὸς ἄρρενας ἀρρένων ἐστύγηκεν καὶ θάνατος τοὐπιτίμιον, εἴ τις ἐπιχειρήσειεν. 2.201. γυνὴ χείρων, φησίν, ἀνδρὸς εἰς ἅπαντα. τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ' ἵν' ἄρχηται: θεὸς γὰρ ἀνδρὶ τὸ κράτος ἔδωκεν. ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ, τὸ δὲ τὴν ἄλλου πειρᾶν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις, οὔτ' εἰ βιάσαιτο παρθένον ἑτέρῳ προωμολογημένην, οὔτ' εἰ πείσειεν γεγαμημένην. 2.202. τέκνα τρέφειν ἅπαντα προσέταξεν, καὶ γυναιξὶν ἀπεῖπεν μήτ' ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν ἀλλὰ ἢν φανείη τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ γένος ἐλαττοῦσα. τοιγαροῦν οὐδ' εἴ τις ἐπὶ λέχους 2.203. φθορὰν παρέλθοι, καθαρὸς εἶναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούσασθαι: ψυχῆς γὰρ ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβεν: καὶ γὰρ ἐμφυομένη σώμασιν κακοπαθεῖ καὶ τούτων αὖ θανάτῳ διακριθεῖσα. διόπερ ἁγνείας ἐπὶ πᾶσι τοῖς τοιούτοις ἔταξεν. 2.204. Οὐ μὴν οὐδ' ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίας συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε. καὶ γράμματα παιδεύειν ἐκέλευσεν τὰ περὶ τοὺς νόμους καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ' ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι. 2.205. Τῆς εἰς τοὺς τετελευτηκότας προυνόησεν ὁσίας οὐ πολυτελείαις ἐνταφίων οὐ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι καὶ προσελθεῖν καὶ συναποδύρασθαι. καθαίρειν δὲ καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἵνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος. 2.206. Γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξεν καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ' αὐτῶν χάριτας ἀλλ' εἰς ὁτιοῦν ἐλλείποντα λευσθησόμενον παραδίδωσι. καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν ἔχειν τοὺς νέους φησίν, ἐπεὶ πρεσβύτατον ὁ θεός. 2.207. κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους: οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν. κἂν συμβῇ τις ἔχθρα, τἀπόρρητα λέγειν κεκώλυκε. δικάζων εἰ δῶρα τις λάβοι, θάνατος ἡ ζημία. περιορῶν ἱκέτην 2.208. βοηθεῖν ἐνὸν ὑπεύθυνος. ὃ μὴ κατέθηκέν τις οὐκ ἀναιρήσεται, τῶν ἀλλοτρίων οὐδενὸς ἅψεται, τόκον οὐ λήψεται. [ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν] 2.209. Πῶς δὲ καὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας ἐφρόντισεν ὁ νομοθέτης, ἄξιον ἰδεῖν, [φανεῖται γὰρ ἄριστα πάντων προνοησάμενος] ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν μήτε φθονήσωμεν τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις. 2.179. 20. And this very thing it is that principally creates such a wonderful agreement of minds amongst us all; for this entire agreement of ours in all our notions concerning God, and our having no difference in our course of life and manners, procures among us the most excellent concord of these our manners that is any where among mankind; 2.180. for no other people but we Jews have avoided all discourses about God that any way contradict one another, which yet are frequent among other nations; and this is true not only among ordinary persons, according as every one is affected, but some of the philosophers have been insolent enough to indulge such contradictions, while some of them have undertaken to use such words as entirely take away the nature of God, as others of them have taken away his providence over mankind. 2.181. Nor can any one perceive amongst us any difference in the conduct of our lives; but all our works are common to us all. We have one sort of discourse concerning God, which is conformable to our law, and affirms that he sees all things; as also, we have but one way of speaking concerning the conduct of our lives, that all other things ought to have piety for their end; and this any body may hear from our women, and servants themselves. 2.182. 21. And indeed, hence hath arisen that accusation which some make against us, that we have not produced men that have been the inventors of new operations, or of new ways of speaking; for others think it a fine thing to persevere in nothing that has been delivered down from their forefathers, and these testify it to be an instance of the sharpest wisdom when these men venture to transgress those traditions; 2.183. whereas we, on the contrary, suppose it to be our only wisdom and virtue to admit no actions nor supposals that are contrary to our original laws; which procedure of ours is a just and sure sign that our law is admirably constituted; for such laws as are not thus well made, are convicted upon trial to want amendment.

5. Josephus Flavius, Life, 10, 12, 37, 11 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 45, 125, 141
11. σκληραγωγήσας οὖν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον, καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι πυθόμενός τινα Βάννουν ὄνομα κατὰ τὴν ἐρημίαν διατρίβειν, ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς ἐγενόμην αὐτοῦ.
6. New Testament, Matthew, 23.5 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •Haireseis Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 119
23.5. πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα, 23.5. But all their works they do to be seen by men. They make their phylacteries broad, enlarge the fringes of their garments,
7. Hippolytus, Refutation of All Heresies, 9.28.3 (2nd cent. CE - 3rd cent. CE)  Tagged with subjects: •Haireseis Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 119
8. Epiphanius, Panarion, 19.5.6-19.5.7 (4th cent. CE - 5th cent. CE)  Tagged with subjects: •Haireseis Found in books: Goodman, Judaism in the Roman World: Collected Essays (2006) 153