3. Herodotus, Histories, 1.144, 1.146, 1.149, 2.171, 2.178, 4.146, 5.82-5.83, 7.94, 8.92 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • (Aḫḫiyawa), settlements of Aiolians, Ionians, and Dorians • Aigina (Dorian) • Aigina, Aiginetans, Dorians on • Akte (seaboard of Argolid), Dorianization of • Apollo Pythios (Delphi), Dorianization • Apollo, of Dorian six-state alliance (Hexapolis) • Argos, self-Dorianization • Dorian migration • Dorian, • Dorians • Dorians of Cnidos • Dorians of Halicarnassus • Dorians of Phaselis • Dorians of Rhodes • Dorians, six-state alliance (Hexapolis) of • Peloponnese, Dorian conquest of • Pentapolis, Dorian • hexapolis, Dorian six-state alliance • migration/movement of peoples, Dorian migration • tribes, Dorian
Found in books: Bowie (2021), Essays on Ancient Greek Literature and Culture, 233; Eidinow (2007), Oracles, Curses, and Risk Among the Ancient Greeks, 300; Gagne (2021), Cosmography and the Idea of Hyperborea in Ancient Greece, 17; Kowalzig (2007), Singing for the Gods: Performances of Myth and Ritual in Archaic and Classical Greece, 150, 151, 152, 207, 365; Marek (2019), In the Land of a Thousand Gods: A History of Asia Minor in the Ancient World, 118, 119, 120; Simon, Zeyl, and Shapiro, (2021), The Gods of the Greeks, 101, 174; Sweeney (2013), Foundation Myths and Politics in Ancient Ionia, 21, 30, 168; Torok (2014), Herodotus In Nubia, 55
sup> 1.144 κατά περ οἱ ἐκ τῆς πενταπόλιος νῦν χώρης Δωριέες, πρότερον δὲ ἑξαπόλιος τῆς αὐτῆς ταύτης καλεομένης, φυλάσσονται ὦν μηδαμοὺς ἐσδέξασθαι τῶν προσοίκων Δωριέων ἐς τὸ Τριοπικὸν ἱρόν, ἀλλὰ καὶ σφέων αὐτῶν τοὺς περὶ τὸ ἱρόν ἀνομήσαντας ἐξεκλήισαν τῆς μετοχῆς, ἐν γὰρ τῷ ἀγῶνι τοῦ Τριοπίου Ἀπόλλωνος ἐτίθεσαν τὸ πάλαι τρίποδας χαλκέους τοῖσι νικῶσι, καὶ τούτους χρῆν τοὺς λαμβάνοντας ἐκ τοῦ ἱροῦ μὴ ἐκφέρειν ἀλλʼ αὐτοῦ ἀνατιθέναι τῷ θεῷ. ἀνὴρ ὦν Ἁλικαρνησσεύς, τῷ οὔνομα ἦν Ἀγασικλέης, νικήσας τὸν νόμον κατηλόγησε, φέρων δὲ πρὸς τὰ ἑωυτοῦ οἰκία προσεπασσάλευσε τὸν τρίποδα. διὰ ταύτην τὴν αἰτίην αἱ πέντε πόλιες, Λίνδος καὶ Ἰήλυσός τε καὶ Κάμειρος καὶ Κῶς τε καὶ Κνίδος ἐξεκλήισαν τῆς μετοχῆς τὴν ἕκτην πόλιν Ἁλικαρνησσόν. τούτοισι μέν νυν οὗτοι ταύτην τὴν ζημίην ἐπέθηκαν. 1.146 τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο· ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων ἢ κάλλιόν τι γεγόνασι, μωρίη πολλὴ λέγειν· τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται· οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας. διὰ τοῦτὸν δὲ τὸν φόνον αἱ γυναῖκες αὗται νόμον θέμεναι σφίσι αὐτῇσι ὅρκους ἐπήλασαν καὶ παρέδοσαν τῇσι θυγατράσι, μή κοτε ὁμοσιτῆσαι τοῖσι ἀνδράσι μηδὲ οὐνόματι βῶσαι τὸν ἑωυτῆς ἄνδρα, τοῦδε εἵνεκα ὅτι ἐφόνευσαν σφέων τοὺς πατέρας καὶ ἄνδρας καὶ παῖδας καὶ ἔπειτα ταῦτα ποιήσαντες αὐτῇσι συνοίκεον. 1.149 αὗται μὲν αἱ Ἰάδες πόλιες εἰσί, αἵδε δὲ αἱ Αἰολίδες, Κύμη ἡ Φρικωνὶς καλεομένη, Λήρισαι, Νέον τεῖχος, Τῆμνος, Κίλλα, Νότιον, Αἰγιρόεσσα, Πιτάνη, Αἰγαῖαι, Μύρινα, Γρύνεια. αὗται ἕνδεκα Αἰολέων πόλιες αἱ ἀρχαῖαι· μία γὰρ σφέων παρελύθη Σμύρνη ὑπὸ Ἰώνων· ἦσαν γὰρ καὶ αὗται δυώδεκα αἱ ἐν τῆ ἠπείρῳ. οὗτοι δὲ οἱ Αἰολέες χώρην μὲν ἔτυχον κτίσαντες ἀμείνω Ἰώνων, ὡρέων δὲ ἥκουσαν οὐκ ὁμοίως. 2.171 ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς ποιεῦσι, τὰ καλέουσι μυστήρια Αἰγύπτιοι. περὶ μέν νυν τούτων εἰδότι μοι ἐπὶ πλέον ὡς ἕκαστα αὐτῶν ἔχει, εὔστομα κείσθω. καὶ τῆς Δήμητρος τελετῆς πέρι, τὴν οἱ Ἕλληνες θεσμοφόρια καλέουσι, καὶ ταύτης μοι πέρι εὔστομα κείσθω, πλὴν ὅσον αὐτῆς ὁσίη ἐστὶ λέγειν· αἱ Δαναοῦ θυγατέρες ἦσαν αἱ τὴν τελετὴν ταύτην ἐξ Αἰγύπτου ἐξαγαγοῦσαι καὶ διδάξασαι τὰς Πελασγιώτιδας γυναῖκας· μετὰ δὲ ἐξαναστάσης πάσης Πελοποννήσου 1 ὑπὸ Δωριέων ἐξαπώλετο ἡ τελετή, οἱ δὲ ὑπολειφθέντες Πελοποννησίων καὶ οὐκ ἐξαναστάντες Ἀρκάδες διέσωζον αὐτὴν μοῦνοι. 2.178 φιλέλλην δὲ γενόμενος ὁ Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο, καὶ δὴ καὶ τοῖσι ἀπικνευμένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι· τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν οἰκέειν, αὐτοῦ δὲ ναυτιλλομένοισι ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι. τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος, καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον, καλεύμενον δὲ Ἑλλήνιον, αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ, Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί, Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις, Αἰολέων δὲ ἡ Μυτιληναίων μούνη. τουτέων μὲν ἐστὶ τοῦτο τὸ τέμενος, καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιες εἰσὶ αἱ παρέχουσαι· ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται, οὐδέν σφι μετεὸν μεταποιεῦνται. χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός, καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος. 4.146 χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν, τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιέοντες οὐκ ὅσια. τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι, συλλαβόντες δὲ σφέας κατέβαλον ἐς ἑρκτήν. κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός, μετʼ ἡμέρην δὲ οὐδένα. ἐπεὶ ὦν ἔμελλον σφέας καταχρήσασθαι, παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων, ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες, ἐσελθεῖν τε ἐς τὴν ἑρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί. οἳ δὲ σφέας παρῆκαν, οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι. αἳ δὲ ἐπείτε ἐσῆλθον, ποιέουσι τοιάδε· πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον, οἱ δὲ Μινύαι ἐνδύντες τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκες ἐξήισαν ἔξω, ἐκφυγόντες δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτις ἐς τὸ Τηΰγετον. 5.82 ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι. ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου· ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης. ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι. λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι. οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι. καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο. 5.83 τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται· τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων. ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε θαλασσοκράτορες ἐόντες, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴη μὲν ἐστὶ οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει. ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν· κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας. ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι. 7.94 Ἴωνες δὲ ἑκατὸν νέας παρείχοντο ἐσκευασμένοι ὡς Ἕλληνες. Ἴωνες δὲ ὅσον μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην, καὶ πρὶν ἢ Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς Πελοπόννησον, ὡς Ἕλληνες λέγουσι, ἐκαλέοντο Πελασγοὶ Αἰγιαλέες, ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες. 8.92 ἐνθαῦτα συνεκύρεον νέες ἥ τε Θεμιστοκλέος διώκουσα νέα καὶ ἡ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ, ἥ περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην, ἐπʼ ἧς ἔπλεε Πυθέης ὁ Ἰσχενόου, τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι· τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω ἡ νηῦς ἡ Σιδωνίη, ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν. ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν ὁ Πολύκριτος, ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος, καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων. ταῦτα μέν νυν νηὶ ἐμβαλὼν ὁ Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα· οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο, φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν.'' None | sup> 1.144 just as the Dorians of what is now the country of the “Five Cities”—formerly the country of the “Six Cities”—forbid admitting any of the neighboring Dorians to the Triopian temple, and even barred from using it those of their own group who had broken the temple law. ,For long ago, in the games in honor of Triopian Apollo, they offered certain bronze tripods to the victors; and those who won these were not to carry them away from the temple but dedicate them there to the god. ,Now when a man of Halicarnassus called Agasicles won, he disregarded this law, and, carrying the tripod away, nailed it to the wall of his own house. For this offense the five cities— Lindus, Ialysus, Camirus, Cos, and Cnidus —forbade the sixth city— Halicarnassus —to share in the use of the temple. Such was the penalty imposed on the Halicarnassians. 1.146 For this reason, and for no other, the Ionians too made twelve cities; for it would be foolishness to say that these are more truly Ionian or better born than the other Ionians; since not the least part of them are Abantes from Euboea, who are not Ionians even in name, and there are mingled with them Minyans of Orchomenus, Cadmeans, Dryopians, Phocian renegades from their nation, Molossians, Pelasgian Arcadians, Dorians of Epidaurus, and many other tribes; ,and as for those who came from the very town-hall of Athens and think they are the best born of the Ionians, these did not bring wives with them to their settlements, but married Carian women whose parents they had put to death. ,For this slaughter, these women made a custom and bound themselves by oath (and enjoined it on their daughters) that no one would sit at table with her husband or call him by his name, because the men had married them after slaying their fathers and husbands and sons. This happened at Miletus . 1.149 Those are the Ionian cities, and these are the Aeolian: Cyme (called “Phriconian”), Lerisae, Neon Teichos, Temnos, Cilla, Notion, Aegiroessa, Pitane, Aegaeae, Myrina, Gryneia. These are the ancient Aeolian cities, eleven in number; but one of them, Smyrna, was taken away by the Ionians; for these too were once twelve, on the mainland. ,These Aeolians had settled where the land was better than the Ionian territory, but the climate was not so good. ' " 2.171 On this lake they enact by night the story of the god's sufferings, a rite which the Egyptians call the Mysteries. I could say more about this, for I know the truth, but let me preserve a discreet silence. ,Let me preserve a discreet silence, too, concerning that rite of Demeter which the Greeks call 2.178 Amasis became a philhellene, and besides other services which he did for some of the Greeks, he gave those who came to Egypt the city of Naucratis to live in; and to those who travelled to the country without wanting to settle there, he gave lands where they might set up altars and make holy places for their gods. ,of these the greatest and most famous and most visited precinct is that which is called the Hellenion, founded jointly by the Ionian cities of Chios, Teos, Phocaea, and Clazomenae, the Dorian cities of Rhodes, Cnidus, Halicarnassus, and Phaselis, and one Aeolian city, Mytilene . ,It is to these that the precinct belongs, and these are the cities that furnish overseers of the trading port; if any other cities advance claims, they claim what does not belong to them. The Aeginetans made a precinct of their own, sacred to Zeus; and so did the Samians for Hera and the Milesians for Apollo. ' " 4.146 But in no time these Minyae became imperious, demanding an equal right to the kingship, and doing other impious things; ,hence the Lacedaemonians resolved to kill them, and they seized them and cast them into prison. (When the Lacedaemonians execute, they do it by night, never by day.) ,Now when they were about to kill the prisoners, the wives of the Minyae, who were natives of the country, daughters of leading Spartans, asked permission to enter the prison and each converse with her husband; the Lacedamonians granted this, not expecting that there would be any treachery from them. ,But when the wives came into the prison, they gave their husbands all their own garments, and themselves put on the men's clothing; so the Minyae passed out in the guise of women dressed in women's clothing; and thus escaping, once more camped on Teügetum. " " 5.82 This was the beginning of the Aeginetans' long-standing debt of enmity against the Athenians. The Epidaurians' land bore no produce. For this reason they inquired at Delphi concerning this calamity, and the priestess bade them set up images of Damia and Auxesia, saying that if they so did their luck would be better. The Epidaurians then asked in addition whether they should make the images of bronze or of stone, and the priestess bade them do neither, but make them of the wood of the cultivated olive. ,So the men of Epidaurus asked the Athenians to permit them to cut down some olive trees, supposing the olives there to be the holiest. Indeed it is said that at that time there were no olives anywhere save at Athens. ,The Athenians consented to give the trees, if the Epidaurians would pay yearly sacred dues to Athena, the city's goddess, and to Erechtheus. The Epidaurians agreed to this condition, and their request was granted. When they set up images made of these olive trees, their land brought forth fruit, and they fulfilled their agreement with the Athenians." '5.83 Now at this time, as before it, the Aeginetans were in all matters still subject to the Epidaurians and even crossed to Epidaurus for the hearing of their own private lawsuits. From this time, however, they began to build ships, and stubbornly revolted from the Epidaurians. ,In the course of this struggle, they did the Epidaurians much damage and stole their images of Damia and Auxesia. These they took away and set them up in the middle of their own country at a place called Oea, about twenty furlongs distant from their city. ,Having set them up in this place they sought their favor with sacrifices and female choruses in the satirical and abusive mode. Ten men were appointed providers of a chorus for each of the deities, and the choruses aimed their raillery not at any men but at the women of the country. The Epidaurians too had the same rites, and they have certain secret rites as well. 7.94 The Ionians furnished a hundred ships; their equipment was like the Greek. These Ionians, as long as they were in the Peloponnese, dwelt in what is now called Achaia, and before Danaus and Xuthus came to the Peloponnese, as the Greeks say, they were called Aegialian Pelasgians. They were named Ionians after Ion the son of Xuthus. ' " 8.92 The ships of Themistocles, as he was pursuing a ship, and of Polycritus son of Crius, an Aeginetan, then met. Polycritus had rammed a Sidonian ship, the one which had captured the Aeginetan ship that was on watch off Sciathus, and on it was Pytheas son of Ischenous, the one the Persians marvelled at when severely wounded and kept aboard their ship because of his virtue. This Sidonian ship carrying him with the Persians was now captured, so Pytheas came back safe to Aegina. ,When Polycritus saw the Attic ship, he recognized it by seeing the flagship's marking and shouted to Themistocles, mocking and reproaching him concerning the Medizing of the Aeginetans. After ramming an enemy ship, Polycritus hurled these insults at Themistocles. The barbarians whose ships were still intact fled and reached Phalerum under cover of the land army. "' None |
|
5. Strabo, Geography, 8.7.1 Tagged with subjects: • (Aḫḫiyawa), settlements of Aiolians, Ionians, and Dorians • Dorians
Found in books: Marek (2019), In the Land of a Thousand Gods: A History of Asia Minor in the Ancient World, 119; Sweeney (2013), Foundation Myths and Politics in Ancient Ionia, 168
| sup> 8.7.1 Achaea In antiquity this country was under the mastery of the Ionians, who were sprung from the Athenians; and in antiquity it was called Aegialeia, and the inhabitants Aegialeians, but later it was called Ionia after the Ionians, just as Attica also was called Ionia after Ion the son of Xuthus. They say that Hellen was the son of Deucalion, and that he was lord of the people between the Peneius and the Asopus in the region of Phthia and gave over his rule to the eldest of his sons, but that he sent the rest of them to different places outside, each to seek a settlement for himself. One of these sons, Dorus, united the Dorians about Parnassus into one state, and at his death left them named after himself; another, Xuthus, who had married the daughter of Erechtheus, founded the Tetrapolis of Attica, consisting of Oinoe, Marathon, Probalinthus, and Tricorynthus. One of the sons of Xuthus, Achaeus, who had committed involuntary manslaughter, fled to Lacedemon and brought it about that the people there were called Achaeans; and Ion conquered the Thracians under Eumolpus, and thereby gained such high repute that the Athenians turned over their government to him. At first Ion divided the people into four tribes, but later into four occupations: four he designated as farmers, others as artisans, others as sacred officers, and a fourth group as the guards. And he made several regulations of this kind, and at his death left his own name to the country. But the country had then come to be so populous that the Athenians even sent forth a colony of Ionians to the Peloponnesus, and caused the country which they occupied to be called Ionia after themselves instead of Aegialus; and the men were divided into twelve cities and called Ionians instead of Aegialeians. But after the return of the Heracleidae they were driven out by the Achaeans and went back again to Athens; and from there they sent forth with the Codridae the Ionian colony to Asia, and these founded twelve cities on the seaboard of Caria and Lydia, thus dividing themselves into the same number of parts as the cities they had occupied in the Peloponnesus. Now the Achaeans were Phthiotae in race, but they lived in Lacedemon; and when the Heracleidae prevailed, the Achaeans were won over by Tisamenus, the son of Orestes, as I have said before, attacked the Ionians, and proving themselves more powerful than the Ionians drove them out and took possession of the land themselves; and they kept the division of the country the same as it was when they received it. And they were so powerful that, although the Heracleidae, from whom they had revolted, held the rest of the Peloponnesus, still they held out against one and all, and named the country Achaea. Now from Tisamenus to Ogyges they continued under the rule of kings; then, under a democratic government, they became so famous for their constitutions that the Italiotes, after the uprising against the Pythagoreians, actually borrowed most of their usages from the Achaeans. And after the battle at Leuctra the Thebans turned over to them the arbitration of the disputes which the cities had with one another; and later, when their league was dissolved by the Macedonians, they gradually recovered themselves. When Pyrrhus made his expedition to Italy, four cities came together and began a new league, among which were Patrae and Dyme; and then they began to add some of the twelve cities, except Olenus and Helice, the former having refused to join and the latter having been wiped out by a wave from the sea.'' None |
|