1. Herodotus, Histories, 1.75, 1.157, 1.159, 6.19, 6.86, 7.12 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Aphrodite, of Didyma • Didyma
Found in books: Lipka (2021) 152; Mikalson (2003) 25, 74, 135, 142, 200; Sweeney (2013) 29, 66, 67
1.75. τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτορα καταστρεψάμενος ἔσχε διʼ αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημανέω· τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύηται ἐπὶ Πέρσας, καὶ δὴ καὶ ἀπικομένου χρησμοῦ κιβδήλου, ἐλπίσας πρὸς ἑωυτοῦ τὸν χρησμὸν εἶναι, ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν. ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἅλυν ποταμὸν ὁ Κροῖσος, τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν, ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων, Θαλῆς οἱ ὁ Μιλήσιος διεβίβασε. ἀπορέοντος γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός ʽοὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτασ̓ λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν, ποιῆσαι δὲ ὧδε· ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν, ἄγοντα μηνοειδέα, ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι, ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων, καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι· ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφοτέρῃ διαβατὸς ἐγένετο, οἳ δὲ καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι. ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι· κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν αὐτόν; 1.157. ὃ μὲν δὴ ταῦτα ἐκ τῆς ὁδοῦ ἐντειλάμενος ἀπήλαυνε ἐς ἤθεα τὰ Περσέων, Πακτύης δὲ πυθόμενος ἀγχοῦ εἶναι στρατὸν ἐπʼ ἑωυτὸν ἰόντα δείσας οἴχετο φεύγων ἐς Κύμην. Μαζάρης δὲ ὁ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοῦ Κύρου στρατοῦ μοῖραν ὅσην δή κοτε ἔχων, ὡς οὐκ εὗρε ἔτι ἐόντας τοὺς ἀμφὶ Πακτύην ἐν Σάρδισι, πρῶτα μὲν τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐπιτελέειν, ἐκ τούτου δὲ κελευσμοσύνης Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζόης μετέβαλον. Μαζάρης δὲ μετὰ τοῦτο ἔπεμπε ἐς τὴν Κύμην ἀγγέλους ἐκδιδόναι κελεύων Πακτύην. οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς περὶ ἐς θεὸν ἀνοῖσαι τὸν ἐν Βραγχίδῃσι· ἦν γὰρ αὐτόθι μαντήιον ἐκ παλαιοῦ ἱδρυμένον, τῷ Ἴωνές τε πάντες καὶ Αἰολέες ἐώθεσαν χρᾶσθαι. ὁ δὲ χῶρος οὗτος ἐστὶ τῆς Μιλησίης ὑπὲρ Πανόρμου λιμένος. 1.159. ἀπικομένων δὲ ἐς Βραγχίδας ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτῶν τάδε. “ὦναξ, ἦλθε παρʼ ἡμέας ἱκέτης Πακτύης ὁ Λυδός, φεύγων θάνατον βίαιον πρὸς Περσέων· οἳ δέ μιν ἐξαιτέονται, προεῖναι Κυμαίους κελεύοντες. ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν.” ὃ μὲν ταῦτα ἐπειρώτα, ὃ δʼ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι. πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε· περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ. ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον, λέγουσαν δὲ τάδε “ἀνοσιώτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιέειν; τοὺς ἱκέτας μου ἐκ τοῦ νηοῦ κεραΐζεις;” Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν “ὦναξ, αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις, Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι;” τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσιδε “ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε, ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον.” 6.19. χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον, τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον, τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους. τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον, ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου, τότε μνησθήσομαι· τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε, ἔχει ὧδε. καὶ τότε δή, Μίλητε κακῶν ἐπιμήχανε ἔργων, πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ, σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις, νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει. τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε, ὁκότε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων, γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, ἱρὸν δὲ τὸ ἐν Διδύμοισι καὶ ὁ νηός τε καὶ τὸ χρηστήριον. συληθέντα ἐνεπίμπρατο. τῶν δʼ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην. 6.86. οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ. ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοῖσιδε τοῖσι ἔπεσι. “ γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι. ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. ἀλλʼ ὅρκου πάις ἐστίν, ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων. ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι.” 6.86. οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων, ἔλεξέ σφι Λευτυχίδης τάδε. “ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι. λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπʼ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα· τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον. συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν. ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. “εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι. ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας. ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ σοὶ σόα. σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ σύμβολα σῶζε λαβών· ὃς δʼ ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι.” ” 6.86. ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παραθήκην, οἱ δʼ Ἀθηναῖοι προφάσιας εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι, φάντες δύο σφέας ἐόντας βασιλέας παραθέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι· 6.86. “Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα. τοῦ δὲ εἵνεκα ὁ λόγος ὅδε ὦ Ἀθηναῖοι ὁρμήθη λέγεσθαι ἐς ὑμέας, εἰρήσεται· Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἐστὶ οὐδὲν οὔτʼ ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου, ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης. οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παρακαταθήκης ἄλλο γε ἢ ἀπαιτεόντων ἀποδιδόναι.” 6.86. “ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνος τοσαῦτα ἔλεξε, Γλαῦκος δὲ ἐδέξατο τὴν παρακαταθήκην ἐπὶ τῷ εἰρημένῳ λόγῳ. χρόνου δὲ πολλοῦ διελθόντος ἦλθον ἐς Σπάρτην τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδες, ἐλθόντες δὲ ἐς λόγους τῷ Γλαύκῳ καὶ ἀποδεικνύντες τὰ σύμβολα ἀπαίτεον τὰ χρήματα· ὁ δὲ διωθέετο ἀντυποκρινόμενος τοιάδε. “οὔτε μέμνημαι τὸ πρῆγμα οὔτε με περιφέρει οὐδὲν εἰδέναι τούτων τῶν ὑμεῖς λέγετε, βούλομαί τε ἀναμνησθεὶς ποιέειν πᾶν τὸ δίκαιον· καὶ γὰρ εἰ ἔλαβον, ὀρθῶς ἀποδοῦναι, καὶ εἴ γε ἀρχὴν μὴ ἔλαβον, νόμοισι τοῖσι Ἑλλήνων χρήσομαι ἐς ὑμέας. ταῦτα ὦν ὑμῖν ἀναβάλλομαι κυρώσειν ἐς τέταρτον μῆνα ἀπὸ τοῦδε.” ” 7.12. ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο. μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη· νυκτὶ δὲ βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. δεδογμένων δέ οἱ αὖτις τούτων κατύπνωσε, καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε, ὡς λέγεται ὑπὸ Περσέων· ἐδόκεε ὁ Ξέρξης ἄνδρα οἱ ἐπιστάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν “μετὰ δὴ βουλεύεαι, ὦ Πέρσα, στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα, προείπας ἁλίζειν Πέρσας στρατόν; οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ οὔτε ὁ συγγνωσόμενός τοι πάρα· ἀλλʼ ὥσπερ τῆς ἡμέρης ἐβουλεύσαο ποιέειν, ταύτην ἴθι τῶν ὁδῶν.”''. None | 1.75. Cyrus had subjugated this Astyages, then, Cyrus' own mother's father, for the reason which I shall presently disclose. ,Having this reason to quarrel with Cyrus, Croesus sent to ask the oracles if he should march against the Persians; and when a deceptive answer came he thought it to be favorable to him, and so led his army into the Persian territory. ,When he came to the river Halys, he transported his army across it—by the bridges which were there then, as I maintain; but the general belief of the Greeks is that Thales of Miletus got the army across. ,The story is that, as Croesus did not know how his army could pass the river (as the aforesaid bridges did not yet exist then), Thales, who was in the encampment, made the river, which flowed on the left of the army, also flow on the right, in the following way. ,Starting from a point on the river upstream from the camp, he dug a deep semi-circular trench, so that the stream, turned from its ancient course, would flow in the trench to the rear of the camp and, passing it, would issue into its former bed, with the result that as soon as the river was thus divided into two, both channels could be forded. ,Some even say that the ancient channel dried up altogether. But I do not believe this; for in that case, how did they pass the river when they were returning? " " 1.157. After giving these commands on his journey, he marched away into the Persian country. But Pactyes, learning that an army sent against him was approaching, was frightened and fled to Cyme . ,Mazares the Mede, when he came to Sardis with the part that he had of Cyrus' host and found Pactyes' followers no longer there, first of all compelled the Lydians to carry out Cyrus' commands; and by his order they changed their whole way of life. ,After this, he sent messengers to Cyme demanding that Pactyes be surrendered. The Cymaeans resolved to make the god at Branchidae their judge as to what course they should take; for there was an ancient place of divination there, which all the Ionians and Aeolians used to consult; the place is in the land of Miletus, above the harbor of Panormus . " ' 1.159. When they came to Branchidae, Aristodicus, speaking for all, put this question to the oracle: “Lord, Pactyes the Lydian has come to us a suppliant fleeing a violent death at the hands of the Persians; and they demand him of us, telling the men of Cyme to surrender him. ,But we, as much as we fear the Persian power, have not dared give up this suppliant of ours until it is clearly made known to us by you whether we are to do this or not.” Thus Aristodicus inquired; and the god again gave the same answer, that Pactyes should be surrendered to the Persians. ,With that Aristodicus did as he had already decided; he went around the temple, and took away the sparrows and all the families of nesting birds that were in it. But while he was doing so, a voice (they say) came out of the inner shrine calling to Aristodicus, and saying, “Vilest of men, how dare you do this? Will you rob my temple of those that take refuge with me?” ,Then Aristodicus had his answer ready: “Lord,” he said, “will you save your own suppliants, yet tell the men of Cyme to deliver up theirs?” But the god replied, “Yes, I do command them, so that you may perish all the sooner for your impiety, and never again come to inquire of my oracle about giving up those that seek refuge with you.” 6.19. When the Argives inquired at Delphi about the safety of their city, a common response was given, one part regarding the Argives themselves, but there was an additional response for the Milesians. ,I will mention the part concerning the Argives when I come to that part of my history; this was the prophecy given to the Milesians in their absence: 6.86. When Leutychides came to Athens and demanded back the hostages, the Athenians were unwilling to give them back and made excuses, saying that two kings had given them the trust and they deemed it wrong to restore it to one without the other. ,When the Athenians refused to give them back, Leutychides said to them: “Men of Athens, do whichever thing you desire. If you give them back, you do righteously; if you do not give them back, you do the opposite. But I want to tell you the story of what happened at Sparta in the matter of a trust. ,We Spartans say that three generations ago there was at Lacedaemon one Glaucus, the son of Epicydes. We say that this man added to his other excellences a reputation for justice above all men who at that time dwelt in Lacedaemon. ,But we say that at the fitting time this befell him: There came to Sparta a certain man of Miletus, who desired to have a talk with Glaucus and made him this offer: ‘I am a Milesian, and I have come to have the benefit of your justice, Glaucus. ,Since there is much talk about your justice throughout all the rest of Hellas, and even in Ionia, I considered the fact that Ionia is always in danger while the Peloponnese is securely established, and nowhere in Ionia are the same men seen continuing in possession of wealth. ,Considering and taking counsel concerning these matters, I resolved to turn half of my property into silver and deposit it with you, being well assured that it will lie safe for me in your keeping. Accept the money for me, and take and keep these tokens; restore the money to whoever comes with the same tokens and demands it back.’ ,Thus spoke the stranger who had come from Miletus, and Glaucus received the trust according to the agreement. After a long time had passed, the sons of the man who had deposited the money came to Sparta; they spoke with Glaucus, showing him the tokens and demanding the money back. ,But Glaucus put them off and answered in turn: ‘I do not remember the matter, and nothing of what you say carries my mind back. Let me think; I wish to do all that is just. If I took the money, I will duly restore it; if I never took it at all, I will deal with you according to the customs of the Greeks. I will put off making my decision for you until the fourth month from this day.’ ,So the Milesians went away in sorrow, as men robbed of their possessions; but Glaucus journeyed to Delphi to question the oracle. When he asked the oracle whether he should seize the money under oath, the Pythian priestess threatened him in these verses: ,7.12. The discussion went that far; then night came, and Xerxes was pricked by the advice of Artabanus. Thinking it over at night, he saw clearly that to send an army against Hellas was not his affair. He made this second resolve and fell asleep; then (so the Persians say) in the night he saw this vision: It seemed to Xerxes that a tall and handsome man stood over him and said, ,“Are you then changing your mind, Persian, and will not lead the expedition against Hellas, although you have proclaimed the mustering of the army? It is not good for you to change your mind, and there will be no one here to pardon you for it; let your course be along the path you resolved upon yesterday.” '". None |
|
2. Apollodorus, Bibliotheca, 3.15.7 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: • Didyma • oracles, Didyma
Found in books: Kowalzig (2007) 97; Naiden (2013) 61
3.15.7. καὶ Τροιζῆνα διοδεύων ἐπιξενοῦται Πιτθεῖ τῷ Πέλοπος, ὃς τὸν χρησμὸν συνείς, μεθύσας αὐτὸν τῇ θυγατρὶ συγκατέκλινεν Αἴθρᾳ. τῇ δὲ αὐτῇ νυκτὶ καὶ Ποσειδῶν ἐπλησίασεν αὐτῇ. Αἰγεὺς δὲ ἐντειλάμενος Αἴθρᾳ, ἐὰν ἄρρενα γεννήσῃ, τρέφειν, τίνος ἐστὶ μὴ λέγουσαν, 2 -- ἀπέλιπεν ὑπό τινα πέτραν 3 -- μάχαιραν καὶ πέδιλα, εἰπών, ὅταν ὁ παῖς δύνηται τὴν πέτραν ἀποκυλίσας ἀνελέσθαι ταῦτα, τότε μετʼ αὐτῶν αὐτὸν ἀποπέμπειν. αὐτὸς δὲ ἧκεν εἰς Ἀθήνας, καὶ τὸν τῶν Παναθηναίων ἀγῶνα ἐπετέλει, ἐν ᾧ ὁ Μίνωος παῖς Ἀνδρόγεως ἐνίκησε πάντας. τοῦτον Αἰγεὺς 4 -- ἐπὶ τὸν Μαραθώνιον ἔπεμψε ταῦρον, ὑφʼ οὗ διεφθάρη. ἔνιοι δὲ αὐτὸν λέγουσι πορευόμενον εἰς Θήβας 5 -- ἐπὶ τὸν Λαΐου ἀγῶνα πρὸς τῶν ἀγωνιστῶν ἐνεδρευθέντα διὰ φθόνον ἀπολέσθαι. Μίνως δέ, ἀγγελθέντος αὐτῷ τοῦ θανάτου, 1 -- θύων ἐν Πάρῳ ταῖς χάρισι, τὸν μὲν στέφανον ἀπὸ τῆς κεφαλῆς ἔρριψε καὶ τὸν αὐλὸν κατέσχε, τὴν δὲ θυσίαν οὐδὲν ἧττον ἐπετέλεσεν· ὅθεν ἔτι καὶ δεῦρο χωρὶς αὐλῶν καὶ στεφάνων ἐν Πάρῳ θύουσι ταῖς χάρισι.''. None | 3.15.7. And journeying by way of Troezen, he lodged with Pittheus, son of Pelops, who, understanding the oracle, made him drunk and caused him to lie with his daughter Aethra. But in the same night Poseidon also had connexion with her. Now Aegeus charged Aethra that, if she gave birth to a male child, she should rear it, without telling whose it was; and he left a sword and sandals under a certain rock, saying that when the boy could roll away the rock and take them up, she was then to send him away with them. But he himself came to Athens and celebrated the games of the Panathenian festival, in which Androgeus, son of Minos, vanquished all comers. Him Aegeus sent against the bull of Marathon, by which he was destroyed. But some say that as he journeyed to Thebes to take part in the games in honor of Laius, he was waylaid and murdered by the jealous competitors. But when the tidings of his death were brought to Minos, as he was sacrificing to the Graces in Paros, he threw away the garland from his head and stopped the music of the flute, but nevertheless completed the sacrifice; hence down to this day they sacrifice to the Graces in Paros without flutes and garlands.''. None |
|