4. New Testament, Colossians, 1.1-1.11, 1.13-1.24, 2.2, 2.8-2.16, 2.18-2.23, 3.1-3.5, 3.8-3.17, 4.7-4.10, 4.12-4.13, 4.16 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: • Colossae • Colossae, • Colossae, Church of St. Michael, • Elements, carried through all, in initiation, Mystery-cult of, at Colossae
Found in books: Griffiths (1975), The Isis-Book (Metamorphoses, Book XI), 303; Huttner (2013), Early Christianity in the Lycus Valley, 86, 88, 89, 90, 91, 93, 94, 109, 110, 111, 112, 113, 114, 116, 117, 118, 119, 120, 121, 122, 123, 124, 125, 127, 128, 130, 131, 132, 134, 135, 136, 137, 141, 142, 303; Immendörfer (2017), Ephesians and Artemis : The Cult of the Great Goddess of Ephesus As the Epistle's Context 210, 212; Moss (2012), Ancient Christian Martyrdom: Diverse Practices, Theologies, and Traditions, 49; Robbins et al. (2017), The Art of Visual Exegesis, 48, 71, 73, 77, 82; deSilva (2022), Ephesians, 8, 11, 29, 37, 88, 159, 208, 336
sup> 1.1 ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς 1.2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. 1.3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, 1.4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους 1.5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς, 1.6 καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· 1.7 καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ χριστοῦ, 1.8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. 1.9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 1.10 περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκίαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, 1.11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς,
1.13 ὃς ἐρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 1.14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 1.15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 1.16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 1.17 καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 1.18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἡ ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 1.19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 1.20 καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, διʼ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· 1.21 καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, — 1.22 νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, — παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 1.23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. 1.24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, 2.2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συνβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ, 2.8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 2.9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 2.10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 2.11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, 2.12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· 2.13 καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 2.14 ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 2.15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. 2.16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων, 2.18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 2.19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συνβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. 2.20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείεν τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε 2.21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 2.22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 2.23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σο φίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός. 3.1 Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστινἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· 3.2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, 3.3 καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ· 3.4 ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ· 3.5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 3.8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 3.9 μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 3.10 καὶ ἐνδυσάμενοι τὸν ϝέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσινκατʼ εἰκόνα τοῦ κτίσαντοςαὐτόν, 3.11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός. 3.12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 3.13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 3.14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. 3.15 καὶ ἡ εἰρήνη τοῦ χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 3.16 ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι, ᾁδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ· 3.17 καὶ πᾶν ὅτι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ διʼ αὐτοῦ. 4.7 Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, 4.8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 4.9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. 4.10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα,?̔περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν?̓ 4.12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. 4.13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ καὶ τῶν ἐν Ἱερᾷ Πόλει. 4.16 καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικίας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.'' None | sup> 1.1 Paul, an apostle of Christ Jesus through the will of God, and Timothy our brother, 1.2 to the saints and faithful brothers in Christ at Colossae: Grace to you and peace from God our Father, and the Lord Jesus Christ. 1.3 We give thanks to God the Father of our Lord Jesus Christ, praying always for you, 1.4 having heard of your faith in Christ Jesus, and of the love which you have toward all the saints, 1.5 because of the hope which is laid up for you in the heavens, whereof you heard before in the word of the truth of the gospel, 1.6 which has come to you; even as it is in all the world and is bearing fruit and increasing, as it does in you also, since the day you heard and knew the grace of God in truth; 1.7 even as you learned of Epaphras our beloved fellow servant, who is a faithful minister of Christ on our behalf, 1.8 who also declared to us your love in the Spirit. ' "1.9 For this cause, we also, since the day we heard this, don't cease praying and making requests for you, that you may be filled with the knowledge of his will in all spiritual wisdom and understanding, " 1.10 that you may walk worthily of the Lord, to please him in all respects, bearing fruit in every good work, and increasing in the knowledge of God; 1.11 strengthened with all power, according to the might of his glory, for all endurance and perseverance with joy;
1.13 who delivered us out of the power of darkness, and translated us into the Kingdom of the Son of his love; 1.14 in whom we have our redemption through his blood, the forgiveness of our sins; 1.15 who is the image of the invisible God, the firstborn of all creation. 1.16 For by him were all things created, in the heavens and on the earth, things visible and things invisible, whether thrones or dominions or principalities or powers; all things have been created through him, and for him. 1.17 He is before all things, and in him all things are held together. 1.18 He is the head of the body, the assembly, who is the beginning, the firstborn from the dead; that in all things he might have the preeminence. 1.19 For all the fullness was pleased to dwell in him; 1.20 and through him to reconcile all things to himself, having made peace through the blood of his cross. Through him, I say, whether things on the earth, or things in the heavens. 1.21 You, being in past times alienated and enemies in your mind in your evil works, 1.22 yet now he has reconciled in the body of his flesh through death, to present you holy and without blemish and blameless before him, 1.23 if it is so that you continue in the faith, grounded and steadfast, and not moved away from the hope of the gospel which you heard, which is being proclaimed in all creation under heaven; of which I, Paul, was made a servant. ' "1.24 Now I rejoice in my sufferings for your sake, and fill up on my part that which is lacking of the afflictions of Christ in my flesh for his body's sake, which is the assembly; " 2.2 that their hearts may be comforted, they being knit together in love, and gaining all riches of the full assurance of understanding, that they may know the mystery of God, both of the Father and of Christ, ' " 2.8 Be careful that you don't let anyone rob you through his philosophy and vain deceit, after the tradition of men, after the elements of the world, and not after Christ. " '2.9 For in him all the fullness of the Godhead dwells bodily, 2.10 and in him you are made full, who is the head of all principality and power; 2.11 in whom you were also circumcised with a circumcision not made with hands, in the putting off of the body of the sins of the flesh, in the circumcision of Christ; 2.12 having been buried with him in baptism, in which you were also raised with him through faith in the working of God, who raised him from the dead. 2.13 You were dead through your trespasses and the uncircumcision of your flesh. He made you alive together with him, having forgiven us all our trespasses; 2.14 having wiped out the handwriting in ordices that was against us, which was contrary to us: and he has taken it out of the way, nailing it to the cross; 2.15 having stripped the principalities and the powers, he made a show of them openly, triumphing over them in it. 2.16 Let no man therefore judge you in eating, or in drinking, or with respect to a feast day or a new moon or a Sabbath day, 2.18 Let no one rob you of your prize by a voluntary humility and worshipping of the angels, dwelling in the things which he has not seen, vainly puffed up by his fleshly mind, ' "2.19 and not holding firmly to the Head, from whom all the body, being supplied and knit together through the joints and ligaments, grows with God's growth. " 2.20 If you died with Christ from the elements of the world, why, as though living in the world, do you subject yourselves to ordices, 2.21 "Don\'t handle, nor taste, nor touch" 2.22 (all of which perish with use), according to the precepts and doctrines of men? ' " 2.23 Which things indeed appear like wisdom in self-imposed worship, and humility, and severity to the body; but aren't of any value against the indulgence of the flesh. " 3.1 If then you were raised together with Christ, seek the things that are above, where Christ is, seated on the right hand of God. 3.2 Set your mind on the things that are above, not on the things that are on the earth. 3.3 For you died, and your life is hidden with Christ in God. 3.4 When Christ, our life, is revealed, then you will also be revealed with him in glory. 3.5 Put to death therefore your members which are on the earth: sexual immorality, uncleanness, depraved passion, evil desire, and covetousness, which is idolatry; 3.8 but now you also put them all away: anger, wrath, malice, slander, and shameful speaking out of your mouth. ' "3.9 Don't lie to one another, seeing that you have put off the old man with his doings, " 3.10 and have put on the new man, that is being renewed in knowledge after the image of his Creator, ' " 3.11 where there can't be Greek and Jew, circumcision and uncircumcision, barbarian, Scythian, bondservant, freeman; but Christ is all, and in all. " " 3.12 Put on therefore, as God's elect, holy and beloved, a heart of compassion, kindness, lowliness, humility, and perseverance; " 3.13 bearing with one another, and forgiving each other, if any man has a complaint against any; even as Christ forgave you, so you also do. 3.14 Above all these things, walk in love, which is the bond of perfection. 3.15 And let the peace of God rule in your hearts, to which also you were called in one body; and be thankful. 3.16 Let the word of Christ dwell in you richly; in all wisdom teaching and admonishing one another with psalms, hymns, and spiritual songs, singing with grace in your heart to the Lord. 3.17 Whatever you do, in word or in deed, do all in the name of the Lord Jesus, giving thanks to God the Father, through him. 4.7 All my affairs will be made known to you by Tychicus, the beloved brother, faithful servant, and fellow bondservant in the Lord. 4.8 I am sending him to you for this very purpose, that he may know your circumstances and comfort your hearts, 4.9 together with Onesimus, the faithful and beloved brother, who is one of you. They will make known to you everything that is going on here. 4.10 Aristarchus, my fellow prisoner greets you, and Mark, the cousin of Barnabas (concerning whom you received commandments, "if he comes to you, receive him"), 4.12 Epaphras, who is one of you, a servant of Christ, salutes you, always striving for you in his prayers, that you may stand perfect and complete in all the will of God. 4.13 For I testify about him, that he has great zeal for you, and for those in Laodicea, and for those in Hierapolis. 4.16 When this letter has been read among you, cause it to be read also in the assembly of the Laodiceans; and that you also read the letter from Laodicea. '' None |
|
5. New Testament, Ephesians, 1.1, 1.3-1.15, 1.20-1.23, 2.2, 2.11-2.22, 3.1, 3.10, 4.8-4.12, 6.21-6.22 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: • Colossae • Colossae,
Found in books: Huttner (2013), Early Christianity in the Lycus Valley, 87, 91, 93, 94, 98, 114; Immendörfer (2017), Ephesians and Artemis : The Cult of the Great Goddess of Ephesus As the Epistle's Context 54, 183, 190, 210, 212; deSilva (2022), Ephesians, 8, 11, 14, 29, 37, 38, 88, 159, 208, 336
sup> 1.1 ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 1.3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 1.4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, 1.5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 1.6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 1.7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, 1.8 κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ 1.9 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ 1.10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, 1.11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 1.12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ· 1.13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, 1.14 ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. 1.15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, 1.20 ἣν ἐνήργηκεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις 1.21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· 1.22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, 1.23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. 2.2 ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας· 2.11 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 2.12 — ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 2.13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ χριστοῦ. 2.14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν 2.15 ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 2.16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 2.17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς· 2.18 ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 2.19 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 2.20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, 2.21 ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 2.22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. 3.1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,—
3.10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 4.8 διὸ λέγει Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. 4.9 τὸ δέ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 4.10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 4.11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 4.12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ, 6.21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, 6.22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.'' None | sup> 1.1 Paul, an apostle of Christ Jesus through the will of God, to the saints who are at Ephesus, and the faithful in Christ Jesus: 1.3 Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us with every spiritual blessing in the heavenly places in Christ; 1.4 even as he chose us in him before the foundation of the world, that we would be holy and without blemish before him in love; 1.5 having predestined us for adoption as sons through Jesus Christ to himself, according to the good pleasure of his desire, 1.6 to the praise of the glory of his grace, by which he freely bestowed favor on us in the Beloved, 1.7 in whom we have our redemption through his blood, the forgiveness of our trespasses, according to the riches of his grace, 1.8 which he made to abound toward us in all wisdom and prudence, 1.9 making known to us the mystery of his will, according to his good pleasure which he purposed in him 1.10 to an administration of the fullness of the times, to sum up all things in Christ, the things in the heavens, and the things on the earth, in him; 1.11 in whom also we were assigned an inheritance, having been foreordained according to the purpose of him who works all things after the counsel of his will; 1.12 to the end that we should be to the praise of his glory, we who had before hoped in Christ: 1.13 in whom you also, having heard the word of the truth, the gospel of your salvation, -- in whom, having also believed, you were sealed with the Holy Spirit of promise, ' " 1.14 who is a pledge of our inheritance, to the redemption of God's own possession, to the praise of his glory. " 1.15 For this cause I also, having heard of the faith in the Lord Jesus which is among you, and the love which you have toward all the saints, 1.20 which he worked in Christ, when he raised him from the dead, and made him to sit at his right hand in the heavenly places, 1.21 far above all rule, and authority, and power, and dominion, and every name that is named, not only in this world, but also in that which is to come. 1.22 He put all things in subjection under his feet, and gave him to be head over all things for the assembly, 1.23 which is his body, the fullness of him who fills all in all. 2.2 in which you once walked according to the course of this world, according to the prince of the powers of the air, the spirit who now works in the sons of disobedience; 2.11 Therefore remember that once you, the Gentiles in the flesh, who are called "uncircumcision" by that which is called "circumcision," (in the flesh, made by hands); 2.12 that you were at that time separate from Christ, alienated from the commonwealth of Israel, and strangers from the covets of the promise, having no hope and without God in the world. 2.13 But now in Christ Jesus you who once were far off are made near in the blood of Christ. 2.14 For he is our peace, who made both one, and broke down the middle wall of partition, 2.15 having abolished in the flesh the hostility, the law of commandments contained in ordices, that he might create in himself one new man of the two, making peace; 2.16 and might reconcile them both in one body to God through the cross, having killed the hostility thereby. 2.17 He came and preached peace to you who were far off and to those who were near. 2.18 For through him we both have our access in one Spirit to the Father. 2.19 So then you are no longer strangers and sojourners, but you are fellow citizens with the saints, and of the household of God, 2.20 being built on the foundation of the apostles and prophets, Christ Jesus himself being the chief cornerstone; 2.21 in whom the whole building, fitted together, grows into a holy temple in the Lord; 2.22 in whom you also are built together for a habitation of God in the Spirit. 3.1 For this cause I, Paul, am the prisoner of Christ Jesus on behalf of you Gentiles,
3.10 to the intent that now through the assembly the manifold wisdom of God might be made known to the principalities and the powers in the heavenly places, 4.8 Therefore he says, "When he ascended on high, he led captivity captive, and gave gifts to men." 4.9 Now this, "He ascended," what is it but that he also first descended into the lower parts of the earth? 4.10 He who descended is the one who also ascended far above all the heavens, that he might fill all things. 4.11 He gave some to be apostles; and some, prophets; and some, evangelists; and some, shepherds and teachers; 4.12 for the perfecting of the saints, to the work of serving, to the building up of the body of Christ; 6.21 But that you also may know my affairs, how I am doing, Tychicus, the beloved brother and faithful servant in the Lord, will make known to you all things; 6.22 whom I have sent to you for this very purpose, that you may know our state, and that he may comfort your hearts. '' None |
|