3.12.6. Ἕκτωρ μὲν οὖν Ἀνδρομάχην τὴν Ἠετίωνος γαμεῖ, Ἀλέξανδρος δὲ Οἰνώνην τὴν Κεβρῆνος τοῦ ποταμοῦ θυγατέρα. αὕτη παρὰ Ῥέας τὴν μαντικὴν μαθοῦσα προέλεγεν Ἀλεξάνδρῳ μὴ πλεῖν ἐπὶ Ἑλένην. μὴ πείθουσα δὲ εἶπεν, ἐὰν τρωθῇ, παραγενέσθαι πρὸς αὐτήν· μόνην 1 -- γὰρ θεραπεῦσαι δύνασθαι. τὸν δὲ Ἑλένην ἐκ Σπάρτης ἁρπάσαι, πολεμουμένης δὲ Τροίας τοξευθέντα ὑπὸ Φιλοκτήτου τόξοις Ἡρακλείοις πρὸς Οἰνώνην ἐπανελθεῖν εἰς Ἴδην. ἡ δὲ μνησικακοῦσα θεραπεύσειν 2 -- οὐκ ἔφη. Ἀλέξανδρος μὲν οὖν εἰς Τροίαν κομιζόμενος ἐτελεύτα, Οἰνώνη δὲ μετανοήσασα τὰ πρὸς θεραπείαν φάρμακα ἔφερε, καὶ καταλαβοῦσα αὐτὸν νεκρὸν ἑαυτὴν ἀνήρτησεν. ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ καὶ Τηθύος, ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ Ποσειδῶνος, ὡς δέ τινες, Διὸς καὶ Εὐρυνόμης. τούτῳ Μετώπη γημαμένη 3 -- (Λάδωνος δὲ τοῦ ποταμοῦ θυγάτηρ αὕτη) δύο μὲν παῖδας ἐγέννησεν, Ἰσμηνὸν καὶ Πελάγοντα, εἴκοσι δὲ θυγατέρας, ὧν μὲν 4 -- μίαν Αἴγιναν ἥρπασε Ζεύς. ταύτην Ἀσωπὸς ζητῶν ἧκεν εἰς Κόρινθον, καὶ μανθάνει παρὰ Σισύφου τὸν ἡρπακότα εἶναι Δία. Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνώσας διώκοντα πάλιν ἐπὶ τὰ οἰκεῖα ἀπέπεμψε ῥεῖθρα (διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄνθρακες φέρονται), Αἴγιναν δὲ κομίσας 1 -- εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, νῦν δὲ Αἴγιναν ἀπʼ ἐκείνης κληθεῖσαν, μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν. τούτῳ Ζεὺς ὄντι μόνῳ ἐν τῇ νήσῳ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα τὴν Σκείρωνος, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών. Φερεκύδης δέ φησι Τελαμῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλʼ Ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. μίγνυται δὲ αὖθις Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην 1 -- ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν, καὶ τεκνοῖ παῖδα Φῶκον. ἦν δὲ εὐσεβέστατος πάντων 2 -- Αἰακός. διὸ καὶ τὴν Ἑλλάδα κατεχούσης ἀφορίας διὰ Πέλοπα, ὅτι Στυμφάλῳ τῷ βασιλεῖ τῶν Ἀρκάδων πολεμῶν καὶ τὴν Ἀρκαδίαν ἑλεῖν μὴ δυνάμενος, προσποιησάμενος φιλίαν ἔκτεινεν αὐτὸν καὶ διέσπειρε μελίσας, χρησμοὶ 3 -- θεῶν ἔλεγον ἀπαλλαγήσεσθαι τῶν ἐνεστώτων κακῶν τὴν Ἑλλάδα, ἐὰν Αἰακὸς ὑπὲρ αὐτῆς εὐχὰς ποιήσηται ποιησαμένου δὲ εὐχὰς Αἰακοῦ τῆς ἀκαρπίας ἡ Ἑλλὰς ἀπαλλάττεται. τιμᾶται δὲ καὶ παρὰ Πλούτωνι τελευτήσας Αἰακός, καὶ τὰς κλεῖς τοῦ Ἅιδου φυλάττει. διαφέροντος δὲ ἐν τοῖς ἀγῶσι Φώκου, τοὺς ἀδελφοὺς 1 -- Πηλέα καὶ Τελαμῶνα ἐπιβουλεῦσαι· καὶ λαχὼν κλήρῳ Τελαμὼν συγγυμναζόμενον αὐτὸν βαλὼν δίσκῳ κατὰ τῆς κεφαλῆς κτείνει, καὶ κομίσας μετὰ Πηλέως κρύπτει κατά τινος ὕλης. φωραθέντος δὲ τοῦ φόνου φυγάδες ἀπὸ Αἰγίνης ὑπὸ Αἰακοῦ ἐλαύνονται.''. None | 3.12.6. Now Hector married Andromache, daughter of Eetion, and Alexander married Oenone, daughter of the river Cebren. She had learned from Rhea the art of prophecy, and warned Alexander not to sail to fetch Helen; but failing to persuade him, she told him to come to her if he were wounded, for she alone could heal him. When he had carried off Helen from Sparta and Troy was besieged, he was shot by Philoctetes with the bow of Hercules, and went back to Oenone on Ida. But she, nursing her grievance, refused to heal him. So Alexander was carried to Troy and died. But Oenone repented her, and brought the healing drugs; and finding him dead she hanged herself. The Asopus river was a son of Ocean and Tethys, or, as Acusilaus says, of Pero and Poseidon, or, according to some, of Zeus and Eurynome. Him Metope, herself a daughter of the river Ladon, married and bore two sons, Ismenus and Pelagon, and twenty daughters, of whom one, Aegina, was carried off by Zeus. In search of her Asopus came to Corinth, and learned from Sisyphus that the ravisher was Zeus. Asopus pursued him, but Zeus, by hurling thunderbolts, sent him away back to his own streams; hence coals are fetched to this day from the streams of that river. And having conveyed Aegina to the island then named Oenone, but now called Aegina after her, Zeus cohabited with her and begot a son Aeacus on her. As Aeacus was alone in the island, Zeus made the ants into men for him. And Aeacus married Endeis, daughter of Sciron, by whom he had two sons, Peleus and Telamon. But Pherecydes says that Telamon was a friend, not a brother of Peleus, he being a son of Actaeus and Glauce, daughter of Cychreus. Afterwards Aeacus cohabited with Psamathe, daughter of Nereus, who turned herself into a seal to avoid his embraces, and he begot a son Phocus. Now Aeacus was the most pious of men. Therefore, when Greece suffered from infertility on account of Pelops, because in a war with Stymphalus, king of the Arcadians, being unable to conquer Arcadia, he slew the king under a pretence of friendship, and scattered his mangled limbs, oracles of the gods declared that Greece would be rid of its present calamities if Aeacus would offer prayers on its behalf. So Aeacus did offer prayers, and Greece was delivered from the dearth. Even after his death Aeacus is honored in the abode of Pluto, and keeps the keys of Hades. As Phocus excelled in athletic sports, his brothers Peleus and Telamon plotted against him, and the lot falling on Telamon, he killed his brother in a match by throwing a quoit at his head, and with the help of Peleus carried the body and hid it in a wood. But the murder being detected, the two were driven fugitives from Aegina by Aeacus.''. None |