1. Herodotus, Histories, 3.8, 3.31, 3.35, 7.27-7.29, 7.39, 7.237 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: •Achaemenes Found in books: Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 201 3.8. σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα, ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε· τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ, ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς, λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά· τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην. ἐπιτελέσαντος δὲ τούτου ταῦτα, ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν, ἢν πρὸς ἀστὸν ποιέηται· οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι. Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι, καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι· κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους. ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ, τὴν δὲ Οὐρανίην Ἀλιλάτ. 3.31. πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο· δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἑσπομένην οἱ ἐς Αἴγυπτον, τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπʼ ἀμφοτέρων ἀδελφεή. ἔγημε δὲ αὐτὴν ὧδε· οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι. ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης, καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι, ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν, εἴρετο καλέσας τοὺς βασιληίους δικαστὰς εἴ τις ἐστὶ κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν. οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων, ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον, μέχρι τούτου· οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται, καὶ πάντα ἐς τούτους ἀνακέεται. εἰρομένου ὦν τοῦ Καμβύσεω, ὑπεκρίνοντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα, φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν, ἄλλον μέντοι ἐξευρηκέναι νόμον, τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται. οὕτω οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα, ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες, παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς. τότε μὲν δὴ ὁ Καμβύσης ἔγημε τὴν ἐρωμένην, μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε ἄλλην ἀδελφεήν. τουτέων δῆτα τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπʼ Αἴγυπτον κτείνει. 3.35. τούτων δὴ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν πρὸς τὸν Πρηξάσπεα “σύ νυν μάθε εἰ λέγουσι Πέρσαι ἀληθέα εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι· εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης, Πέρσαι φανέονται λέγοντες οὐδέν· ἢν δὲ ἁμάρτω, φάναι Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν.” ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα, πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα· ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν, εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον “Πρήξασπες, ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι, δῆλά τοι γέγονε. νῦν δέ μοι εἰπέ, τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα;” Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν “δέσποτα, οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν.” τότε μὲν ταῦτα ἐξεργάσατο, ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε. 7.27. ἐν ταύτῃ τῇ πόλι ὑποκατήμενος Πύθιος ὁ Ἄτους ἀνὴρ Λυδὸς ἐξείνισε τὴν βασιλέος στρατιὴν πᾶσαν ξεινίοισι μεγίστοισι καὶ αὐτὸν Ξέρξην, χρήματά τε ἐπαγγέλλετο βουλόμενος ἐς τὸν πόλεμον παρέχειν. ἐπαγγελλομένου δὲ χρήματα Πυθίου, εἴρετο Ξέρξης Περσέων τοὺς παρεόντας τίς τε ἐὼν ἀνδρῶν Πύθιος καὶ κόσα χρήματα ἐκτημένος ἐπαγγέλλοιτο ταῦτα. οἳ δὲ εἶπαν “ὦ βασιλεῦ, οὗτος ἐστὶ ὅς τοι τὸν πατέρα Δαρεῖον ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ· ὃς καὶ νῦν ἐστι πρῶτος ἀνθρώπων πλούτῳ τῶν ἡμεῖς ἴδμεν μετὰ σέ.” 7.28. θωμάσας δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξης αὐτὸς δεύτερα εἴρετο Πύθιον ὁκόσα οἱ εἴη χρήματα. ὁ δὲ εἶπε “ὦ βασιλεῦ, οὔτε σε ἀποκρύψω οὔτε σκήψομαι τὸ μὴ εἰδέναι τὴν ἐμεωυτοῦ οὐσίην, ἀλλʼ ἐπιστάμενός τοι ἀτρεκέως καταλέξω. ἐπείτε γὰρ τάχιστά σε ἐπυθόμην ἐπὶ θάλασσαν καταβαίνοντα τὴν Ἑλληνίδα, βουλόμενός τοι δοῦναι ἐς τὸν πόλεμον χρήματα ἐξεμάνθανον, καὶ εὗρον λογιζόμενος ἀργυρίου μὲν δύο χιλιάδας ἐούσας μοι ταλάντων, χρυσίου δὲ τετρακοσίας μυριάδας στατήρων Δαρεικῶν ἐπιδεούσας ἑπτὰ χιλιάδων. καὶ τούτοισί σε ἐγὼ δωρέομαι, αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ βίος.” 7.29. ὃ μὲν ταῦτα ἔλεγε, Ξέρξης δὲ ἡσθεὶς τοῖσι εἰρημένοισι εἶπε “ξεῖνε Λυδέ, ἐγὼ ἐπείτε ἐξῆλθον τὴν Περσίδα χώρην, οὐδενὶ ἀνδρὶ συνέμιξα ἐς τόδε ὅστις ἠθέλησε ξείνια προθεῖναι στρατῷ τῷ ἐμῷ, οὐδὲ ὅστις ἐς ὄψιν τὴν ἐμὴν καταστὰς αὐτεπάγγελτος ἐς τὸν πόλεμον ἐμοὶ ἠθέλησε συμβαλέσθαι χρήματα, ἔξω σεῦ. σὺ δὲ καὶ ἐξείνισας μεγάλως στρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι. σοὶ ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι· ξεῖνόν τέ σε ποιεῦμαι ἐμὸν καὶ τὰς τετρακοσίας μυριάδας τοι τῶν στατήρων ἀποπλήσω παρʼ ἐμεωυτοῦ δοὺς τὰς ἑπτὰ χιλιάδας, ἵνα μή τοι ἐπιδεέες ἔωσι αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων, ἀλλὰ ᾖ τοι ἀπαρτιλογίη ὑπʼ ἐμέο πεπληρωμένη. ἔκτησό τε αὐτὸς τά περ αὐτὸς ἐκτήσαο, ἐπίστασό τε εἶναι αἰεὶ τοιοῦτος· οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐς τὸ παρεὸν οὔτε ἐς χρόνον μεταμελήσει.” 7.39. κάρτα τε ἐθυμώθη ὁ Ξέρξης καὶ ἀμείβετο τοῖσιδε. “ὦ κακὲ ἄνθρωπε, σὺ ἐτόλμησας, ἐμεῦ στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους, μνήσασθαι περὶ σέο παιδός, ἐὼν ἐμὸς δοῦλος, τὸν χρῆν πανοικίῃ αὐτῇ τῇ γυναικὶ συνέπεσθαι ; εὖ νυν τόδʼ ἐξεπίστασο, ὡς ἐν τοῖσι ὠσὶ τῶν ἀνθρώπων οἰκέει ὁ θυμός, ὃς χρηστὰ μὲν ἀκούσας τέρψιος ἐμπιπλεῖ τὸ σῶμα, ὑπεναντία δὲ τούτοισι ἀκούσας ἀνοιδέει. ὅτε μέν νυν χρηστὰ ποιήσας ἕτερα τοιαῦτα ἐπηγγέλλεο, εὐεργεσίῃσι βασιλέα οὐ καυχήσεαι ὑπερβαλέσθαι· ἐπείτε δὲ ἐς τὸ ἀναιδέστερον ἐτράπευ, τὴν μὲν ἀξίην οὐ λάμψεαι, ἐλάσσω δὲ τῆς ἀξίης. σὲ μὲν γὰρ καὶ τοὺς τέσσερας τῶν παίδων ῥύεται τὰ ξείνια· τοῦ δὲ ἑνός, τοῦ περιέχεαι μάλιστα, τῇ ψυχῇ ζημιώσεαι.” ὡς δὲ ταῦτα ὑπεκρίνατο, αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα πρήσσειν, τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον μέσον διαταμεῖν, διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ τὸ δʼ ἐπʼ ἀριστερά, καὶ ταύτῃ διεξιέναι τὸν στρατόν. 7.237. ἀμείβεται Ξέρξης τοῖσιδε. “Ἀχαίμενες, εὖ τε μοι δοκέεις λέγειν καὶ ποιήσω ταῦτα. Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοί, γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ. οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι, τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι, ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ, οὐδʼ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο, εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι· σπάνιοι δὲ εἰσὶ οἱ τοιοῦτοι· ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντι ἐστὶ εὐμενέστατον πάντων, συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα. οὕτω ὦν κακολογίης 1 τῆς ἐς Δημάρητον, ἐόντος ἐμοὶ ξείνου πέρι, ἔχεσθαι τινὰ τοῦ λοιποῦ κελεύω.” | 3.8. There are no men who respect pledges more than the Arabians. This is how they give them: a man stands between the two pledging parties, and with a sharp stone cuts the palms of their hands, near the thumb; then he takes a piece of wood from the cloak of each and smears with their blood seven stones that lie between them, meanwhile calling on Dionysus and the Heavenly Aphrodite; ,after this is done, the one who has given his pledge commends the stranger (or his countryman if the other be one) to his friends, and his friends hold themselves bound to honor the pledge. ,They believe in no other gods except Dionysus and the Heavenly Aphrodite; and they say that they wear their hair as Dionysus does his, cutting it round the head and shaving the temples. They call Dionysus, Orotalt; and Aphrodite, Alilat. 3.31. This, they say, was the first of Cambyses' evil acts; next, he destroyed his full sister, who had come with him to Egypt, and whom he had taken to wife. ,He married her in this way (for before this, it had by no means been customary for Persians to marry their sisters): Cambyses was infatuated with one of his sisters and when he wanted to marry her, because his intention was contrary to usage, he summoned the royal judges and inquired whether there were any law enjoining one, that so desired, to marry his sister. ,These royal judges are men chosen out from the Persians to function until they die or are detected in some injustice; it is they who decide suits in Persia and interpret the laws of the land; all matters are referred to them. ,These then replied to Cambyses with an answer which was both just and prudent, namely, that they could find no law enjoining a brother to marry his sister; but that they had found a law permitting the King of Persia to do whatever he liked. ,Thus, although they feared Cambyses they did not break the law, and, to save themselves from death for keeping it, they found another law abetting one who wished to marry sisters. ,So Cambyses married the object of his desire; yet not long afterwards he took another sister as well. It was the younger of these who had come with him to Egypt, and whom he now killed. 3.35. Remembering this, then, he said to Prexaspes in his anger: “Judge then if the Persians speak the truth, or rather are themselves out of their minds when they speak of me so. ,Yonder stands your son in the porch; now if I shoot and pierce his heart, that will prove the Persians to be wrong; if I miss, then say that they are right and that I am out of my senses.” ,So saying, he strung his bow and hit the boy, and gave orders to open the fallen body and examine the wound: and the arrow being found in the heart, Cambyses laughed in great glee and said to the boy's father: ,“It is plain, Prexaspes, that I am in my right mind and the Persians mad; now tell me: what man in the world did you ever see that shot so true to the mark?” Prexaspes, it is said, replied (for he saw that Cambyses was mad, and he feared for his own life), “Master, I think that not even the god himself could shoot so true.” ,Thus did Cambyses then; at another time he took twelve Persians, equal to the noblest in the land, convicted them of some minor offense, and buried them alive up to the neck. 7.27. In this city Pythius son of Atys, a Lydian, sat awaiting them; he entertained Xerxes himself and all the king's army with the greatest hospitality, and declared himself willing to provide money for the war. ,When Pythius offered the money, Xerxes asked the Persians present who this Pythius was and how much wealth he possessed in making the offer. They said, “O king, this is the one who gave your father Darius the gift of a golden plane-tree and vine; he is now the richest man we know of after you.” 7.28. Xerxes marvelled at this last saying and next himself asked Pythius how much wealth he had. “O king,” said Pythius, “I will not conceal the quantity of my property from you, nor pretend that I do not know; I know and will tell you the exact truth. ,As soon as I learned that you were coming down to the Greek sea, I wanted to give you money for the war, so I inquired into the matter, and my reckoning showed me that I had two thousand talents of silver, and four million Daric staters of gold, lacking seven thousand. ,All this I freely give to you; for myself, I have a sufficient livelihood from my slaves and my farms.” 7.29. Thus he spoke. Xerxes was pleased with what he said and replied: “My Lydian friend, since I came out of Persia I have so far met with no man who was willing to give hospitality to my army, nor who came into my presence unsummoned and offered to furnish money for the war, besides you. ,But you have entertained my army nobly and offer me great sums. In return for this I give you these privileges: I make you my friend, and out of my own wealth I give you the seven thousand staters which will complete your total of four million, so that your four million not lack the seven thousand and the even number be reached by my completing it. ,Remain in possession of what you now possess, and be mindful to be always such as you are; neither for the present nor in time will you regret what you now do.” 7.39. Xerxes became very angry and thus replied: “Villain, you see me marching against Hellas myself, and taking with me my sons and brothers and relations and friends; do you, my slave, who should have followed me with all your household and your very wife, speak to me of your son? Be well assured of this, that a man's spirit dwells in his ears; when it hears good words it fills the whole body with delight, but when it hears the opposite it swells with anger. ,When you did me good service and promised more, you will never boast that you outdid your king in the matter of benefits; and now that you have turned aside to the way of shamelessness, you will receive a lesser requital than you merit. You and four of your sons are saved by your hospitality; but you shall be punished by the life of that one you most desire to keep.” ,With that reply, he immediately ordered those who were assigned to do these things to find the eldest of Pythius sons and cut him in half, then to set one half of his body on the right side of the road and the other on the left, so that the army would pass between them. 7.237. “Achaemenes,” Xerxes answered, “I think that you speak well, and I will do as you counsel. Despite the fact that your advice is better than his, Demaratus does say what he supposes to be most serviceable to me, ,for assuredly I will never believe that he is no friend to my cause. I believe this of him because of all that he has already said and by what is the truth, namely, that if one citizen prospers, another citizen is jealous of him and shows his enmity by silence, and no one, (except if he has attained the height of excellence; and such are seldom seen) if his own townsman asks for counsel, will give him what he thinks to be the best advice. ,If one stranger prospers, however, another stranger is beyond all men his well-wisher and will, if he is asked, impart to him the best counsel he has. It is for this reason that I bid you all to refrain from maligning Demaratus, seeing that he is a stranger and a friend.” |
|
2. Heliodorus, Ethiopian Story, 1.19, 2.2.1, 2.14.3, 2.14.2, 2.21.5, 2.24.2, 2.25.7, 5.1.7, 5.4.3, 5.8.2, 5.10.2, 5.10.1, 5.16.5, 7.2.4, 7.3.1, 7.3, 7.4, 7.5, 7.11.7, 7.12.2, 7.14.2, 7.16.2, 7.16.3, 7.24-5.1, 7.24.2, 7.25.6, 7.26.3, 7.26.10, 7.28.3, 7.28.2, 7.29.1, 8.1, 8.1.7, 8.1.6, 8.2, 8.3, 8.9, 8.10, 8.11, 8.17.1, 9.12.2, 9.13.3, 9.13.2, 9.20.6, 9.20.5 (2nd cent. CE - 4th cent. CE) Tagged with subjects: •nan Found in books: Repath and Whitmarsh, Reading Heliodorus' Aethiopica (2022) 188 | 8.10. Chariclea was terror stricken with dismay and tried to help her; and so were all the rest that were there. For the poison, it appeared, was swifter than an arrow in its force and strong enough to kill at once even a young and lusty man, while in her old dry body it made its way to the vital parts sooner than any one could tell the tale. Thus was the old woman consumed, and when the spasms were ended her limbs fell motionless, and all her body turned very black. But methinks her crafty mind was more mischievous even than the poison; for even as she was yielding up her ghost she forgot not her subtle devices, but partly by signs and partly by broken words and dying speech she signified that it was Chariclea who had poisoned her. So the old woman died, and Chariclea was bound and brought straightway to Arsace, who asked her whether she had provided the poison, and threatened to torment her on the rack if she would not confess the truth. Then was Chariclea a strange sight to those who looked upon her. She was not sad nor bare any countece that might argue a faint heart, but came forward smiling and made no account of what she had in hand: either because she heeded not the slander as being guiltless, or else that if Theagenes were not alive, she wished also to die and thought it a gain to take upon her a deed which others had done. 'Jolly dame,' said she, 'if Theagenes be alive, say that I am not guilty of this murder. But if he has miscarried through thy mischievous attempts thou shalt need no torments to make me confess. I am she who killed thy nurse that brought thee up so well and taught thee so much good. Take me and kill me out of hand: for I could do Theagenes no greater pleasure, who by good right hath resisted thy wicked devices.' |
|