1. Xenophon, The Education of Cyrus, 3.3.21-3.3.22 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •zeus, basileus Found in books: Ekroth (2013), The Sacrificial Rituals of Greek Hero-Cults in the Archaic to the Early Hellenistic Period, 194 3.3.21. ἐκ τούτου τοῖς μὲν στρατιώταις εἶπον συσκευάζεσθαι· ὁ δὲ Κῦρος ἔθυε πρῶτον μὲν Διὶ βασιλεῖ, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις θεοῖς, οὓς ἡγεῖτο ἵλεως καὶ εὐμενεῖς ὄντας ἡγεμόνας ἂν γενέσθαι τῇ στρατιᾷ καὶ παραστάτας ἀγαθοὺς καὶ συμμάχους καὶ συμβούλους τῶν ἀγαθῶν. συμπαρεκάλει δὲ καὶ ἥρωας γῆς Μηδίας οἰκήτορας καὶ κηδεμόνας. 3.3.22. ἐπεὶ δʼ ἐκαλλιέρησέ τε καὶ ἁθρόον ἦν αὐτῷ τὸ στράτευμα πρὸς τοῖς ὁρίοις, τότε δὴ οἰωνοῖς χρησάμενος αἰσίοις ἐνέβαλεν εἰς τὴν πολεμίαν. ἐπεὶ δὲ τάχιστα διέβη τὰ ὅρια, ἐκεῖ αὖ καὶ Γῆν ἱλάσκετο χοαῖς καὶ θεοὺς θυσίαις καὶ ἥρωας Ἀσσυρίας οἰκήτορας ηὐμενίζετο. ταῦτα δὲ ποιήσας αὖθις Διὶ πατρῴῳ ἔθυε, καὶ εἴ τις ἄλλος θεῶν ἀνεφαίνετο, οὐδενὸς ἠμέλει. | 3.3.21. Hereupon they gave the soldiers the word to make ready to break camp. And Cyrus proceeded to sacrifice first to Sovereign Zeus and then to the rest of the gods; and he besought them to lead his army with their grace and favour and to be their mighty defenders and helpers and counsellors for the common good. 3.3.22. And when the sacrifice was found to be favourable Cyrus invades Assyria and his army was assembled at the frontier, then amid favourable auspices he crossed into the enemy’s country. And as soon as he had crossed the boundary, there again he made propitiatory offerings to Earth with libations and sought with sacrifices to win the favour of the gods and heroes that dwelt in Assyria. And when he had done this he sacrificed again to Zeus, the god of his fathers; and of the other divinities that were brought to his attention he neglected not one. |
|
2. Demosthenes, On The Crown, 184 (4th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •zeus, basileus Found in books: Ekroth (2013), The Sacrificial Rituals of Greek Hero-Cults in the Archaic to the Early Hellenistic Period, 194 |
3. Philochorus, Fragments, None (4th cent. BCE - 3rd cent. BCE) Tagged with subjects: •zeus, basileus Found in books: Ekroth (2013), The Sacrificial Rituals of Greek Hero-Cults in the Archaic to the Early Hellenistic Period, 194 |
4. Cicero, On The Nature of The Gods, 3.49 (2nd cent. BCE - 1st cent. BCE) Tagged with subjects: •lebadeia, sanctuary of zeus basileus and trophonios Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 195 | 3.49. Or if we allow Ino, are we going to make Amphiaraus and Trophonius divine? The Roman tax‑farmers, finding that lands in Boeotia belonging to the immortal gods were exempted by the censor's regulations, used to maintain that nobody was immortal who had once upon a time been a human being. But if these are divine, so undoubtedly is Erechtheus, whose shrine and whose priest also we saw when at Athens. And if we make him out to be divine, what doubts can we feel about Codrus or any other persons who fell fighting for their country's freedom? if we stick at this, we must reject the earlier cases too, from which these follow. |
|
5. Appian, The Mithridatic Wars, 30 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •lebadeia, sanctuary of zeus basileus and trophonios Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 214 |
6. Plutarch, Sulla, 5.5, 9.5-9.6, 12.3-12.6, 12.9, 16.8, 17.1-17.4, 37.2 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •lebadeia, sanctuary of zeus basileus and trophonios Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 214, 215 5.5. ἐφʼ ᾧ τὸν μέν Ὀρόβαζον ὕστερον ὁ τῶν Πάρθων βασιλεὺς ἀπέκτεινε, τὸν δὲ Σύλλαν οἱ μέν ἐπῄνεσαν ἐντρυφήσαντα τοῖς βαρβάροις, οἱ δὲ ὡς φορτικὸν ᾐτιάσαντο καὶ ἀκαίρως φιλότιμον. ἱστορεῖται δέ τις ἀνὴρ τῶν μετὰ Ὀροβάζου καταβεβηκότων, Χαλδαῖος, εἰς τὸ τοῦ Σύλλα πρόσωπον ἀπιδὼν καὶ ταῖς κινήσεσι τῆς τε διανοίας καὶ τοῦ σώματος οὐ παρέργως ἐπιστήσας, 9.5. καὶ περὶ Πικτὰς αὐτῷ πρεσβείας ἐντυχούσης καὶ δεομένης μὴ βαδίζειν εὐθὺς ἐξ ἐφόδου, πάντα γὰρ ἔσεσθαι τὰ δίκαια τῆς βουλῆς ψηφισαμένης, ὡμολόγησε μὲν αὐτοῦ καταστρατοπεδεύσειν καὶ διαμετρεῖν ἐκέλευε χώρας, ὥσπερ εἰώθει, τῷ στρατοπέδῳ τοὺς ἡγεμόνας, ὥστε τοὺς πρέσβεις ἀπελθεῖν πιστεύσαντας· ἐκείνων δὲ ἀπελθόντων εὐθὺς ἐκπέμψας Λεύκιον Βάσιλλον καὶ Γάϊον Μόμμιον καταλαμβάνει τὴν πύλην διʼ αὐτῶν καὶ τὰ τείχη τὰ περὶ τὸν λόφον τὸν Αἰσκυλῖνον· εἶτʼ αὐτὸς ἁπάσῃ σπουδῇ συνῆπτε. 9.6. τῶν δὲ περὶ τὸν Βάσιλλον εἰς τὴν πόλιν ἐμπεσόντων καὶ κρατούντων, ὁ πολὺς καὶ ἄνοπλος δῆμος ἀπὸ τῶν τεγῶν κεράμῳ καὶ λίθῳ βάλλοντες ἐπέσχον αὐτοὺς τοῦ πρόσω χωρεῖν καὶ συνέστειλαν εἰς τὸ τεῖχος, ἐν τούτῳ δὲ ὁ Σύλλας παρῆν ἤδη, καὶ συνιδὼν τὸ γινόμενον ἐβόα τὰς οἰκίας ὑφάπτειν, καὶ λαβὼν δᾷδα καιομένην ἐχώρει πρῶτος αὐτός, καὶ τοὺς τοξότας ἐκέλευε χρῆσθαι τοῖς πυροβόλοις ἄνω τῶν στεγασμάτων ἐφιεμένους, κατʼ οὐδένα λογισμόν, 12.3. ἐπιλειπούσης δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι πολλὰ τῶν ἔργων περικλώμενα τοῖς αὑτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι, καὶ τήν τε Ἀκαδήμειαν ἔκειρε δενδροφορωτάτην προαστείων οὖσαν καὶ τὸ Λύκειον. ἐπεὶ δὲ καὶ χρημάτων ἔδει πολλῶν πρὸς τὸν πόλεμον, ἐκίνει τὰ τῆς Ἑλλάδος ἄσυλα, τοῦτο μὲν ἐξ Ἐπιδαύρου, τοῦτο δὲ ἐξ Ὀλυμπίας, τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος. 12.4. ἔγραψε δὲ καὶ τοῖς Ἀμφικτύοσιν εἰς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ καὶ ἀποχρησάμενος ἀποδώσειν οὐκ ἐλάττω· καὶ τῶν φίλων ἀπέστειλε Κάφιν τὸν Φωκέα κελεύσας σταθμῷ παραλαβεῖν ἕκαστον. ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς, ὤκνει δὲ τῶν ἱερῶν θιγεῖν, καὶ πολλὰ τῶν Ἀμφικτυόνων παρόντων ἀπεδάκρυσε τήν ἀνάγκην. 12.5. ἐνίων δὲ φασκόντων ἀκοῦσαι φθεγγομένης τῆς ἐν τοῖς ἀνακτόροις κιθάρας, εἴτε πιστεύσας εἴτε τὸν Σύλλαν βουλόμενος ἐμβαλεῖν εἰς δεισιδαιμονίαν, ἐπέστειλε πρὸς αὐτόν, ὁ δὲ σκώπτων ἀντέγραψε θαυμάζειν τὸν Κάφιν, εἰ μὴ συνίησιν ὅτι χαίροντος, οὐ χαλεπαίνοντος, εἴη τὸ ᾅδειν· ὥστε θαρροῦντα λαμβάνειν ἐκέλευσεν, ὡς ἡδομένου τοῦ θεοῦ καὶ διδόντος. 12.6. τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς Ἕλληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ Ἀμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον Ἀκύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν Ἀντίοχον ἐξελάσας τῆς Ἑλλάδος, οἱ δὲ τούς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν. 12.9. ὧν οὐχ ἥκιστα Σύλλας ἐνέδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τούς ὑπʼ ἄλλοις ταττομένους καταχορηγῶν εἰς τούς ὑφʼ αὑτῷ καὶ δαπανώμενος, ὥστε ἅμα τούς ἄλλους μὲν εἰς προδοσίαν, τούς δὲ ὑφʼ αὑτῷ εἰς ἀσωτίαν διαφθείρων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα πρὸς τὴν πολιορκίαν ἐκείνην. 16.8. ἐπεὶ δὲ ἀποκρουσθεὶς ἐκεῖθεν ὁ Ἀρχέλαος ὥρμησεν ἐπὶ τήν Χαιρώνειαν, οἱ δὲ συστρατευσάμενοι τῶν Χαιρωνέων ἐδέοντο τοῦ Σύλλα μὴ προέσθαι τήν πόλιν, ἐκπέμπει τῶν χιλιάρχων ἕνα Γαβίνιον μετὰ τάγματος ἑνὸς καὶ τοὺς Χαιρωνεῖς ἀφίησι, βουληθέντας μέν, οὐ μὴν δυνηθέντας φθῆναι τόν Γαβίνιον. οὕτως ἦν ἀγαθὸς καὶ προθυμότερος εἰς τὸ σῶσαι τῶν σωθῆναι δεομένων. ὁ δὲ Ἰόβας οὐ Γαβίνιόν φησι πεμφθῆναι, ἀλλὰ Ἐρίκιον. ἡ μὲν οὖν πόλις ἡμῶν παρὰ τοσοῦτον ἐξέφυγε τόν κίνδυνον. 17.1. ἐκ δὲ Λεβαδείας καὶ τοῦ Τροφωνίου φῆμαί τε χρησταὶ καὶ νικηφόρα μαντεύματα τοῖς Ῥωμαίοις ἐξεπέμποντο. περὶ ὧν οἱ μὲν ἐπιχώριοι πλείονα λέγουσιν ὡς δὲ Σύλλας αὐτὸς ἐν δεκάτῳ τῶν ὑπομνημάτων γέγραφε, Κόϊντος Τίτιος, οὐκ ἀφανὴς ἀνὴρ τῶν ἐν τῇ Ἑλλάδι πραγματευομένων, ἧκε πρὸς αὐτὸν ἤδη τὴν ἐν Χαιρωνείᾳ νενικηκότα μάχην, ἀπαγγέλλων ὅτι καὶ δευτέραν ὁ Τροφώνιος αὐτόθι μάχην καὶ νίκην προσημαίνει ἐντὸς ὀλίγου χρόνου. 17.2. μετὰ δὲ τοῦτον ἀνὴρ τῶν ἐν τάξει στρατευομένων ὄνομα Σαλουήνιος ἀνήνεγκε παρὰ τοῦ θεοῦ τέλος οἷον αἱ κατὰ τὴν Ἰταλίαν πράξεις ἔμελλον ἕξειν. ἀμφότεροι δὲ ταὐτὰ περὶ τῆς ὀμφῆς ἔφραζον τῷ γὰρ Ὀλυμπίῳ Διῒ καὶ τὸ κάλλος καὶ τὸ μέγεθος παραπλήσιον ἰδεῖν ἔφασαν. 17.3. ἐπειδὴ δὲ διέβη τὸν Ἄσσον ὁ Σύλλας, παρελθὼν ὑπὸ τὸ Ἡδύλιον τῷ Ἀρχελάῳ παρεστρατοπέδευσε, βεβλημένῳ χάρακα καρτερὸν ἐν μέσῳ τοῦ Ἀκοντίου καὶ τοῦ Ἡδυλίου πρὸς τοῖς λεγομένοις Ἀσσίοις. ὁ μέντοι τόπος ἐν ᾧ κατεσκήνωσεν ἄχρι νῦν Ἀρχέλαος ἀπʼ ἐκείνου καλεῖται, διαλιπὼν δὲ μίαν ἡμέραν ὁ Σύλλας Μουρήναν μὲν ἔχοντα τάγμα καὶ σπείρας δύο πρὸς τὸ τοῖς πολεμίοις ἐνοχλῆσαι παραταττομένοις ἀπέλιπεν, 17.4. αὐτὸς δὲ παρὰ τὸν Κηφισὸν ἐσφαγιάζετο, καὶ τῶν ἱερῶν γενομένων ἐχώρει πρὸς τὴν Χαιρώνειαν, ἀναληψόμενός τε τὴν αὐτόθι στρατιὰν καὶ κατοψόμενος τὸ καλούμενον Θούριον ὑπὸ τῶν πολεμίων προκατειλημμένον. ἔστι δὲ κορυφὴ τραχεῖα καὶ στροβιλῶδες ὄρος, ὃ καλοῦμεν Ὀρθόπαγον, ὑπὸ δὲ αὐτὸ τὸ ῥεῦμα τοῦ Μόλου καὶ Θουρίου νεὼς Ἀπόλλωνος. ὠνόμασται δὲ ὁ θεὸς ἀπὸ Θουροῦς, τῆς Χαίρωνος μητρός, ὃν οἰκιστὴν γεγονέναι τῆς Χαιρωνείας ἱστοροῦσιν. 37.2. λέγει δὲ καί τὸν υἱὸν αὐτοῦ, τεθνηκότα μικρὸν ἔμπροσθεν τῆς Μετέλλης, φανῆναι κατὰ τοὺς ὕπνους ἐν ἐσθῆτι φαύλῃ παρεστῶτα καί δεόμενον τοῦ πατρὸς παύσασθαι τῶν φροντίδων, ἰόντα δὲ σὺν αὐτῷ παρὰ τὴν μητέρα Μετέλλαν ἐν ἡσυχίᾳ καί ἀπραγμόνως ζῆν μετʼ αὐτῆς, οὐ μὴν ἐπαύσατό γε τοῦ πράττειν τὰ δημόσια. | 5.5. 9.5. 9.6. 12.3. 12.4. 12.5. 12.6. 12.9. 16.8. 17.1. 17.2. 17.3. 17.4. 37.2. |
|
7. Epigraphy, Epigr. Tou Oropou, 110, 424-425, 521, 523, 308 Tagged with subjects: •nan Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 195, 214 |
8. Epigraphy, Ig Vii, 3073, 3172 Tagged with subjects: •nan Found in books: Lalone (2019), Athena Itonia: Geography and Meaning of an Ancient Greek War Goddess, 156 |
9. Epigraphy, Syll. , 972 Tagged with subjects: •zeus, basileus Found in books: Lalone (2019), Athena Itonia: Geography and Meaning of an Ancient Greek War Goddess, 156 |
10. Anon., Contra Macartatum, 66 Tagged with subjects: •zeus, basileus Found in books: Ekroth (2013), The Sacrificial Rituals of Greek Hero-Cults in the Archaic to the Early Hellenistic Period, 194 |