2. New Testament, Acts, 14.12-14.13, 16.16, 17.16-17.21, 19.1-19.41, 28.11 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •tertullian, athens and jerusalem Found in books: Potter Suh and Holladay, Hellenistic Jewish Literature and the New Testament: Collected Essays (2021) 604 14.12. ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 14.13. ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 16.16. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις 17.16. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 17.17. διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 17.18. τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στωικῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· 17.19. ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. ἐπιλαβόμενοι δὲ αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη [ἡ] ὑπὸ σοῦ λαλουμένη διδαχή; 17.20. ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν·βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 17.21. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. 19.1. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινὰς μαθητάς, 19.2. εἶπέν τε πρὸς αὐτούς Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. 19.3. εἶπέν τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν Εἰς τὸ Ἰωάνου βάπτισμα. 19.4. εἶπεν δὲ Παῦλος Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς τὸν Ἰησοῦν. 19.5. ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· 19.6. καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. 19.7. ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. 19.8. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ. 19.9. ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου . 19.10. τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. 19.11. Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, 19.12. ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. 19.13. Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκισ̀τῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. 19.14. ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. 19.15. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς Τὸν [μὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; 19.16. καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 19.17. τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 19.18. πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν, 19.19. ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 19.20. Οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν. 19.21. ΩΣ ΔΕ ΕΠΛΗΡΩΘΗ ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν πορεύεσθαι εἰς Ἰεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. 19.22. ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 19.23. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 19.24. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς [ἀργυροῦς] Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, 19.25. οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστίν, 19.26. καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 19.27. οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη [ἡ] Ἀσία καὶ [ἡ] οἰκουμένη σέβεται. 19.28. ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 19.29. καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γαῖον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. 19.30. Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· 19.31. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 19.32. ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συνκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 19.33. ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 19.34. ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡσεὶ ἐπὶ ὥρας δύο κραζόντων Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων . 19.35. καταστείλας δὲ τὸν ὄχλον ὁ γραμματεύς φησιν Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; 19.36. ἀναντιρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 19.37. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. 19.38. εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. 19.39. εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 19.40. καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. 19.41. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. 28.11. Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις. | 14.12. They called Barnabas "Jupiter," and Paul "Mercury," because he was the chief speaker. 14.13. The priest of Jupiter, whose temple was in front of their city, brought oxen and garlands to the gates, and would have made a sacrifice with the multitudes. 16.16. It happened, as we were going to prayer, that a certain girl having a spirit of divination met us, who brought her masters much gain by fortune telling. 17.16. Now while Paul waited for them at Athens, his spirit was provoked within him as he saw the city full of idols. 17.17. So he reasoned in the synagogue with Jews and the devout persons, and in the marketplace every day with those who met him. 17.18. Some of the Epicurean and Stoic philosophers also encountered him. Some said, "What does this babbler want to say?"Others said, "He seems to be advocating foreign demons," because he preached Jesus and the resurrection. 17.19. They took hold of him, and brought him to the Areopagus, saying, "May we know what this new teaching is, which is spoken by you? 17.20. For you bring certain strange things to our ears. We want to know therefore what these things mean." 17.21. Now all the Athenians and the strangers living there spent their time in nothing else, but either to tell or to hear some new thing. 19.1. It happened that, while Apollos was at Corinth, Paul, having passed through the upper country, came to Ephesus, and found certain disciples. 19.2. He said to them, "Did you receive the Holy Spirit when you believed?"They said to him, "No, we haven't even heard that there is a Holy Spirit." 19.3. He said, "Into what then were you baptized?"They said, "Into John's baptism." 19.4. Paul said, "John indeed baptized with the baptism of repentance, saying to the people that they should believe in the one who would come after him, that is, on Jesus." 19.5. When they heard this, they were baptized into the name of the Lord Jesus. 19.6. When Paul had laid his hands on them, the Holy Spirit came on them, and they spoke with other languages, and prophesied. 19.7. They were about twelve men in all. 19.8. He entered into the synagogue, and spoke boldly for a period of three months, reasoning and persuading about the things concerning the Kingdom of God. 19.9. But when some were hardened and disobedient, speaking evil of the Way before the multitude, he departed from them, and separated the disciples, reasoning daily in the school of Tyrannus. 19.10. This continued for two years, so that all those who lived in Asia heard the word of the Lord Jesus, both Jews and Greeks. 19.11. God worked special miracles by the hands of Paul, 19.12. so that even handkerchiefs or aprons were carried away from his body to the sick, and the evil spirits went out. 19.13. But some of the itinerant Jews, exorcists, took on themselves to name over those who had the evil spirits the name of the Lord Jesus, saying, "We adjure you by Jesus whom Paul preaches." 19.14. There were seven sons of one Sceva, a Jewish chief priest, who did this. 19.15. The evil spirit answered, "Jesus I know, and Paul I know, but who are you?" 19.16. The man in whom the evil spirit was leaped on them, and overpowered them, and prevailed against them, so that they fled out of that house naked and wounded. 19.17. This became known to all, both Jews and Greeks, who lived at Ephesus. Fear fell on them all, and the name of the Lord Jesus was magnified. 19.18. Many also of those who had believed came, confessing, and declaring their deeds. 19.19. Many of those who practiced magical arts brought their books together and burned them in the sight of all. They counted the price of them, and found it fifty thousand pieces of silver. 19.20. So the word of the Lord was growing and becoming mighty. 19.21. Now after these things had ended, Paul determined in the spirit, when he had passed through Macedonia and Achaia, to go to Jerusalem, saying, "After I have been there, I must also see Rome." 19.22. Having sent into Macedonia two of those who ministered to him, Timothy and Erastus, he himself stayed in Asia for a while. 19.23. About that time there arose no small stir concerning the Way. 19.24. For a certain man named Demetrius, a silversmith, who made silver shrines of Artemis, brought no little business to the craftsmen, 19.25. whom he gathered together, with the workmen of like occupation, and said, "Sirs, you know that by this business we have our wealth. 19.26. You see and hear, that not at Ephesus alone, but almost throughout all Asia, this Paul has persuaded and turned away many people, saying that they are no gods, that are made with hands. 19.27. Not only is there danger that this our trade come into disrepute, but also that the temple of the great goddess Artemis will be counted as nothing, and her majesty destroyed, whom all Asia and the world worships." 19.28. When they heard this they were filled with anger, and cried out, saying, "Great is Artemis of the Ephesians!" 19.29. The whole city was filled with confusion, and they rushed with one accord into the theater, having seized Gaius and Aristarchus, men of Macedonia, Paul's companions in travel. 19.30. When Paul wanted to enter in to the people, the disciples didn't allow him. 19.31. Certain also of the Asiarchs, being his friends, sent to him and begged him not to venture into the theater. 19.32. Some therefore cried one thing, and some another, for the assembly was in confusion. Most of them didn't know why they had come together. 19.33. They brought Alexander out of the multitude, the Jews putting him forward. Alexander beckoned with his hand, and would have made a defense to the people. 19.34. But when they perceived that he was a Jew, all with one voice for a time of about two hours cried out, "Great is Artemis of the Ephesians!" 19.35. When the town clerk had quieted the multitude, he said, "You men of Ephesus, what man is there who doesn't know that the city of the Ephesians is temple-keeper of the great goddess Artemis, and of the image which fell down from Zeus? 19.36. Seeing then that these things can't be denied, you ought to be quiet, and to do nothing rash. 19.37. For you have brought these men here, who are neither robbers of temples nor blasphemers of your goddess. 19.38. If therefore Demetrius and the craftsmen who are with him have a matter against anyone, the courts are open, and there are proconsuls. Let them press charges against one another. 19.39. But if you seek anything about other matters, it will be settled in the regular assembly. 19.40. For indeed we are in danger of being accused concerning this day's riot, there being no cause. Concerning it, we wouldn't be able to give an account of this commotion." 19.41. When he had thus spoken, he dismissed the assembly. 28.11. After three months, we set sail in a ship of Alexandria which had wintered in the island, whose sign was "The Twin Brothers." |
|
3. Philostratus The Athenian, Life of Apollonius, 8.7.8 (2nd cent. CE - missingth cent. CE) Tagged with subjects: •tertullian, athens and jerusalem Found in books: Potter Suh and Holladay, Hellenistic Jewish Literature and the New Testament: Collected Essays (2021) 604 | 8.7.8. Let me now, my prince, take the accusation which concerns Ephesus, since the salvation of that city was gained; and let the Egyptian be my judge, according as it best suits his accusation. For this is the sort of thing the accusation is. Let us suppose that among the Scythians or Celts, who live along the river Ister and Rhine, a city has been founded every whit as important as Ephesus in Ionia. Here you have a sally-port of barbarians, who refuse to be subject to yourself; let us then suppose that it was about to be destroyed by a pestilence, and that Apollonius found a remedy and averted it. I imagine that a wise man would be able to defend himself even against such a charge as that, unless indeed the sovereign desires to get rid of his adversaries, not by use of arms, but by plague; for I pray, my prince, that no city may ever be wholly wiped out, either to please yourself or to please me, nor may I ever behold in temples a disease to which those who lie sick should succumb in them. But granted that we are not interested in the affairs of barbarians, and need not restore them to health, since they are our bitter enemies, and not at peace with our race; yet who would desire to deprive Ephesus of her salvation, a city which took the basis of its race from the purest Attic source, and which grew in size beyond all other cities of Ionia and Lydia, and stretched herself out to the sea outgrowing the land on which she is built, and is filled with studious people, both philosophers and rhetoricians, thanks to whom the city owes her strength, not to her cavalry, but to the tens of thousands of her inhabitants in whom she encourages wisdom? And do you think that there is any wise man who would decline to do his best in behalf of such a city, when he reflects that Democritus once liberated the people of Abdera from pestilence, and when he bears in mind the story of Sophocles of Athens, who is said to have charmed the winds when they were blowing unseasonably, and who has heard how Empedocles stayed a cloud in its course when it would have burst over the heads of the people of Acragas? |
|