1. Epictetus, Discourses, 1.3.1, 1.3.3, 1.6.15, 1.9.5, 1.14, 1.14.12, 1.14.14-1.14.16, 1.17.21, 1.17.26, 1.19.7-1.19.9, 1.29.3, 1.30.3-1.30.4, 2.1.6, 2.8.11, 2.8.21-2.8.23, 2.10.1, 2.23.11-2.23.15, 3.1.40-3.1.41, 3.3.8, 3.3.19, 3.24.58, 3.24.60, 3.24.64-3.24.65, 3.24.114, 4.1.99-4.1.105, 4.7, 4.7.2-4.7.7 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •stoicism, and freedom through cognition Found in books: Engberg-Pedersen (2010) 109, 110, 111, 112, 113, 114, 115, 117, 118, 119, 132, 133 |
2. New Testament, 1 Corinthians, 1.18-1.25, 2.2, 2.4-2.7, 2.10-2.16, 3.12, 4.6-4.7, 8.1-8.4, 13.12, 15.7-15.11 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Engberg-Pedersen (2010) 123, 124, 125, 129, 133, 134, 135, 136 1.18. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστίν. 1.19. γέγραπται γάρ 1.20. ποῦ σοφός;ποῦ γραμματεύς;ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; 1.21. ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 1.22. ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· 1.23. ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν, 1.24. αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. 1.25. ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων. 2.2. οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον· 2.4. καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, 2.5. ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ. 2.6. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 2.7. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 2.10. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 2.11. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 2.12. ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· 2.13. ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες. 2.14. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· 2.15. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. 2.16. τίςγὰρἔγνω νοῦν Κυρίου, ὃς συνβιβάσει αὐτόν;ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. 3.12. εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 4.6. Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 4.7. τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8.1. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. 8.2. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 8.3. εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ. 8.4. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. 13.12. βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 15.7. ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 15.8. ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 15.9. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 15.10. χάριτι δὲ θεοῦ εἰμὶ ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί. 15.11. εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε. | 1.18. For the word of the cross isfoolishness to those who are dying, but to us who are saved it is thepower of God. 1.19. For it is written,"I will destroy the wisdom of the wise,I will bring the discernment of the discerning to nothing." 1.20. Where is the wise? Where is the scribe? Where is the lawyerof this world? Hasn't God made foolish the wisdom of this world? 1.21. For seeing that in the wisdom of God, the world through its wisdomdidn't know God, it was God's good pleasure through the foolishness ofthe preaching to save those who believe. 1.22. For Jews ask for signs,Greeks seek after wisdom, 1.23. but we preach Christ crucified; astumbling block to Jews, and foolishness to Greeks, 1.24. but to thosewho are called, both Jews and Greeks, Christ is the power of God andthe wisdom of God. 1.25. Because the foolishness of God is wiser thanmen, and the weakness of God is stronger than men. 2.2. ForI determined not to know anything among you, except Jesus Christ, andhim crucified. 2.4. My speech and my preaching were not in persuasivewords of human wisdom, but in demonstration of the Spirit and of power, 2.5. that your faith wouldn't stand in the wisdom of men, but in thepower of God. 2.6. We speak wisdom, however, among those who are fullgrown; yet a wisdom not of this world, nor of the rulers of this world,who are coming to nothing. 2.7. But we speak God's wisdom in amystery, the wisdom that has been hidden, which God foreordained beforethe worlds to our glory, 2.10. But to us, God revealed them through the Spirit. For theSpirit searches all things, yes, the deep things of God. 2.11. For whoamong men knows the things of a man, except the spirit of the man,which is in him? Even so, no one knows the things of God, except God'sSpirit. 2.12. But we received, not the spirit of the world, but theSpirit which is from God, that we might know the things that werefreely given to us by God. 2.13. Which things also we speak, not inwords which man's wisdom teaches, but which the Holy Spirit teaches,comparing spiritual things with spiritual things. 2.14. Now thenatural man doesn't receive the things of God's Spirit, for they arefoolishness to him, and he can't know them, because they arespiritually discerned. 2.15. But he who is spiritual discerns allthings, and he himself is judged by no one. 2.16. "For who has knownthe mind of the Lord, that he should instruct him?" But we haveChrist's mind. 3.12. But if anyone builds on thefoundation with gold, silver, costly stones, wood, hay, or stubble; 4.6. Now these things, brothers, I have in a figure transferred tomyself and Apollos for your sakes, that in us you might learn not tothink beyond the things which are written, that none of you be puffedup against one another. 4.7. For who makes you different? And what doyou have that you didn't receive? But if you did receive it, why do youboast as if you had not received it? 8.1. Now concerning things sacrificed to idols: We know that we allhave knowledge. Knowledge puffs up, but love builds up. 8.2. But ifanyone thinks that he knows anything, he doesn't yet know as he oughtto know. 8.3. But if anyone loves God, the same is known by him. 8.4. Therefore concerning the eating of things sacrificed to idols, we knowthat no idol is anything in the world, and that there is no other Godbut one. 13.12. For now we see in a mirror, dimly, butthen face to face. Now I know in part, but then I will know fully, evenas I was also fully known. 15.7. Then he appeared to James, then to allthe apostles, 15.8. and last of all, as to the child born at the wrongtime, he appeared to me also. 15.9. For I am the least of theapostles, who is not worthy to be called an apostle, because Ipersecuted the assembly of God. 15.10. But by the grace of God I amwhat I am. His grace which was bestowed on me was not futile, but Iworked more than all of them; yet not I, but the grace of God which waswith me. 15.11. Whether then it is I or they, so we preach, and so youbelieved. |
|
3. New Testament, 1 Thessalonians, 2.13 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Engberg-Pedersen (2010) 127 2.13. Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. | 2.13. For this cause we also thank God without ceasing, that, when you received from us the word of the message of God, you accepted it not as the word of men, but, as it is in truth, the word of God, which also works in you who believe. |
|
4. New Testament, 2 Corinthians, 4.1-4.6 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •stoicism, and freedom through cognition Found in books: Engberg-Pedersen (2010) 130, 131 4.1. Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν, 4.2. ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. 4.3. εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4.4. ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 4.5. οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 4.6. ὅτι ὁ θεὸς ὁ εἰπών Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ. | |
|
5. New Testament, Galatians, 1.11-1.16, 3.1-3.5, 4.8-4.11, 5.1, 5.24, 6.14 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Engberg-Pedersen (2010) 121, 122, 123, 125, 126, 129, 138 1.11. γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· 1.12. οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 1.13. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, 1.14. καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 1.15. Ὅτε δὲ εὐδόκησεν [ὁ θεὸς] ὁ ἀφορίσας μεἐκ κοιλίας μητρός μουκαὶκαλέσαςδιὰ τῆς χάριτος αὐτοῦ 1.16. ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 3.1. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; 3.2. τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3.3. οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 3.4. τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 3.5. ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 4.8. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· 4.9. νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεῦσαι θέλετε; 4.10. ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 4.11. φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. 5.1. Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.— 5.24. οἱ δὲ τοῦ χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 6.14. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. | 1.11. But Imake known to you, brothers, concerning the gospel which was preachedby me, that it is not according to man. 1.12. For neither did Ireceive it from man, nor was I taught it, but it came to me throughrevelation of Jesus Christ. 1.13. For you have heard of my way ofliving in time past in the Jews' religion, how that beyond measure Ipersecuted the assembly of God, and ravaged it. 1.14. I advanced inthe Jews' religion beyond many of my own age among my countrymen, beingmore exceedingly zealous for the traditions of my fathers. 1.15. Butwhen it was the good pleasure of God, who separated me from my mother'swomb, and called me through his grace, 1.16. to reveal his Son in me,that I might preach him among the Gentiles, I didn't immediately conferwith flesh and blood, 3.1. Foolish Galatians, who has bewitched you not to obey thetruth, before whose eyes Jesus Christ was openly set forth among you as crucified? 3.2. I just want to learn this from you. Did you receivethe Spirit by the works of the law, or by hearing of faith? 3.3. Areyou so foolish? Having begun in the Spirit, are you now completed inthe flesh? 3.4. Did you suffer so many things in vain, if it is indeedin vain? 3.5. He therefore who supplies the Spirit to you, and worksmiracles among you, does he do it by the works of the law, or byhearing of faith? 4.8. However at that time, not knowing God, youwere in bondage to those who by nature are not gods. 4.9. But now thatyou have come to know God, or rather to be known by God, why do youturn back again to the weak and miserable elements, to which you desireto be in bondage all over again? 4.10. You observe days, months,seasons, and years. 4.11. I am afraid for you, that I might havewasted my labor for you. 5.1. Stand firm therefore in the liberty by which Christ has madeus free, and don't be entangled again with a yoke of bondage. 5.24. Those who belong to Christhave crucified the flesh with its passions and lusts. 6.14. But far be it from me to boast, except inthe cross of our Lord Jesus Christ, through which the world has beencrucified to me, and I to the world. |
|
6. New Testament, Philippians, 2.12-2.13, 3.7-3.9, 3.12-3.14, 3.19-3.20, 4.10-4.20 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Engberg-Pedersen (2010) 124, 125, 127, 132 2.12. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ [ὡς] ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 2.13. θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· 3.7. Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν χριστὸν ζημίαν. 3.8. ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, 3.9. μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 3.12. διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ]. ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· 3.13. ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 3.14. κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 3.19. ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 3.20. ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 4.10. Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφʼ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. 4.11. οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ αὐτάρκης εἶναι· οἶδα καὶ ταπεινοῦσθαι, 4.12. οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· 4.13. πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. 4.14. πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει. 4.15. οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι, 4.16. ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. 4.17. οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. 4.18. ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν,ὀσμὴν εὐωδίας,θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. 4.19. ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. 4.20. τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | 2.12. So then, my beloved, even as you have always obeyed, not only in my presence, but now much more in my absence, work out your own salvation with fear and trembling. 2.13. For it is God who works in you both to will and to work, for his good pleasure. 3.7. However, what things were gain to me, these have I counted loss for Christ. 3.8. Yes most assuredly, and I count all things to be loss for the excellency of the knowledge of Christ Jesus, my Lord, for whom I suffered the loss of all things, and count them nothing but refuse, that I may gain Christ 3.9. and be found in him, not having a righteousness of my own, that which is of the law, but that which is through faith in Christ, the righteousness which is from God by faith; 3.12. Not that I have already obtained, or am already made perfect; but I press on, if it is so that I may take hold of that for which also I was taken hold of by Christ Jesus. 3.13. Brothers, I don't regard myself as yet having taken hold, but one thing I do. Forgetting the things which are behind, and stretching forward to the things which are before, 3.14. I press on toward the goal for the prize of the high calling of God in Christ Jesus. 3.19. whose end is destruction, whose god is the belly, and whose glory is in their shame, who think about earthly things. 3.20. For our citizenship is in heaven, from where we also wait for a Savior, the Lord Jesus Christ; 4.10. But I rejoice in the Lord greatly, that now at length you have revived your thought for me; in which you did indeed take thought, but you lacked opportunity. 4.11. Not that I speak in respect to lack, for I have learned in whatever state I am, to be content in it. 4.12. I know how to be humbled, and I know also how to abound. In everything and in all things I have learned the secret both to be filled and to be hungry, both to abound and to be in need. 4.13. I can do all things through Christ, who strengthens me. 4.14. However you did well that you had fellowship with my affliction. 4.15. You yourselves also know, you Philippians, that in the beginning of the gospel, when I departed from Macedonia, no assembly had fellowship with me in the matter of giving and receiving but you only. 4.16. For even in Thessalonica you sent once and again to my need. 4.17. Not that I seek for the gift, but I seek for the fruit that increases to your account. 4.18. But I have all things, and abound. I am filled, having received from Epaphroditus the things that came from you, a sweet-smelling fragrance, an acceptable and well-pleasing sacrifice to God. 4.19. My God will supply every need of yours according to his riches in glory in Christ Jesus. 4.20. Now to our God and Father be the glory forever and ever! Amen. |
|
7. New Testament, Romans, 1.18, 1.19, 1.20, 1.21, 2.1, 2.2, 2.3, 2.4, 2.5, 2.6, 2.7, 2.8, 2.9, 2.10, 2.11, 3.21, 3.22, 3.23, 3.24, 3.25, 3.26, 4.17, 4.18, 4.19, 4.20, 4.21, 4.22, 4.23, 4.24, 4.25, 8.15, 8.28, 8.29, 8.30, 9, 9.6, 9.7, 9.8, 9.9, 9.10, 9.11, 9.12, 9.16, 9.17, 9.18, 9.19, 9.20, 9.21, 9.22, 9.23, 9.24, 10, 10.12-11.7, 11, 11.33, 11.34, 11.35, 11.36 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Engberg-Pedersen (2010) 126 2.11. οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ. | 2.11. For there is no partiality with God. |
|