1. Homer, Iliad, 15.188-15.193 (8th cent. BCE - 7th cent. BCE) Tagged with subjects: • kleromancy (see sortition) • sortition, Aegean • sortition, Ancient Near East
Found in books: Beck (2021), Repetition, Communication, and Meaning in the Ancient World, 99; Johnston and Struck (2005), Mantikê: Studies in Ancient Divination, 37
sup> 15.188 Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. 15.189 τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· 15.190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 15.191 παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, 15.192 Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· 15.193 γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.'' None | sup> 15.188 Out upon it, verily strong though he be he hath spoken overweeningly, if in sooth by force and in mine own despite he will restrain me that am of like honour with himself. For three brethren are we, begotten of Cronos, and born of Rhea,—Zeus, and myself, and the third is Hades, that is lord of the dead below. And in three-fold wise are all things divided, and unto each hath been apportioned his own domain. 15.190 I verily, when the lots were shaken, won for my portion the grey sea to be my habitation for ever, and Hades won the murky darkness, while Zeus won the broad heaven amid the air and the clouds; but the earth and high Olympus remain yet common to us all. Wherefore will I not in any wise walk after the will of Zeus; nay in quiet 15.193 I verily, when the lots were shaken, won for my portion the grey sea to be my habitation for ever, and Hades won the murky darkness, while Zeus won the broad heaven amid the air and the clouds; but the earth and high Olympus remain yet common to us all. Wherefore will I not in any wise walk after the will of Zeus; nay in quiet '' None |
|
2. Herodotus, Histories, 7.140-7.144 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • kleromancy (see sortition) • sortition • sortition (kleromancy), at Delphi
Found in books: Eidinow and Driediger-Murphy (2019), Esther Eidinow, Ancient Divination and Experience, 125; Johnston and Struck (2005), Mantikê: Studies in Ancient Divination, 218; Raaflaub Ober and Wallace (2007), Origins of Democracy in Ancient Greece, 79
sup> 7.140 πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε. ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων. πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον, πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι, κατὰ δʼ ἀκροτάτοις ὀρόφοισι αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας. ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν. 7.141 ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο. προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου, Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας. πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι “ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες, ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν,” ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε. οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ. σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν νῶτον ἐπιστρέψας· ἔτι τοι ποτε κἀντίος ἔσσῃ. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. 7.142 ταῦτα σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας. ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ γίνονται διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα. τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι. ἡ γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο. οἳ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι, οἳ δʼ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν, καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας. τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης, ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους. 7.143 ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών, τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης, παῖς δὲ Νεοκλέος ἐκαλέετο. οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι, λέγων τοιάδε· εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως, οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι, ἀλλὰ ὧδε “ὦ σχετλίη Σαλαμίσ” ἀντὶ τοῦ “ὦ θείη Σαλαμίς,” εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφʼ αὐτῇ τελευτήσειν· ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν, ἀλλʼ οὐκ ἐς Ἀθηναίους· παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε, ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος. ταύτῃ Θεμιστοκλέος ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον ἢ τὰ τῶν χρησμολόγων, οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι, τὸ δὲ σύμπαν εἰπεῖν οὐδὲ χεῖρας ἀνταείρεσθαι, ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν. 7.144 ἑτέρη τε Θεμιστοκλέι γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν ἠρίστευσε, ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ, τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ Λαυρείου, ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς· τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύτης παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι διηκοσίας ἐς τὸν πόλεμον, τὸν πρὸς Αἰγινήτας λέγων. οὗτος γὰρ ὁ πόλεμος συστὰς ἔσωσε ἐς τὸ τότε τὴν Ἑλλάδα, ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους. αἳ δὲ ἐς τὸ μὲν ἐποιήθησαν οὐκ ἐχρήσθησαν, ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο. αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον, ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι. ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί, τῷ θεῷ πειθομένους, ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι.'' None | sup> 7.140 The Athenians had sent messages to Delphi asking that an oracle be given them, and when they had performed all due rites at the temple and sat down in the inner hall, the priestess, whose name was Aristonice, gave them this answer: ,7.141 When the Athenian messengers heard that, they were very greatly dismayed, and gave themselves up for lost by reason of the evil foretold. Then Timon son of Androbulus, as notable a man as any Delphian, advised them to take boughs of supplication and in the guise of suppliants, approach the oracle a second time. ,The Athenians did exactly this; “Lord,” they said, “regard mercifully these suppliant boughs which we bring to you, and give us some better answer concerning our country. Otherwise we will not depart from your temple, but remain here until we die.” Thereupon the priestess gave them this second oracle: ,7.142 This answer seemed to be and really was more merciful than the first, and the envoys, writing it down, departed for Athens. When the messengers had left Delphi and laid the oracle before the people, there was much inquiry concerning its meaning, and among the many opinions which were uttered, two contrary ones were especially worthy of note. Some of the elder men said that the gods answer signified that the acropolis should be saved, for in old time the acropolis of Athens had been fenced by a thorn hedge, ,which, by their interpretation, was the wooden wall. But others supposed that the god was referring to their ships, and they were for doing nothing but equipping these. Those who believed their ships to be the wooden wall were disabled by the two last verses of the oracle: 7.143 Now there was a certain Athenian, by name and title Themistocles son of Neocles, who had lately risen to be among their chief men. He claimed that the readers of oracles had incorrectly interpreted the whole of the oracle and reasoned that if the verse really pertained to the Athenians, it would have been formulated in less mild language, calling Salamis “cruel” rather than “divine ” seeing that its inhabitants were to perish. ,Correctly understood, the gods' oracle was spoken not of the Athenians but of their enemies, and his advice was that they should believe their ships to be the wooden wall and so make ready to fight by sea. ,When Themistocles put forward this interpretation, the Athenians judged him to be a better counsellor than the readers of oracles, who would have had them prepare for no sea fight, and, in short, offer no resistance at all, but leave Attica and settle in some other country. " "7.144 The advice of Themistocles had prevailed on a previous occasion. The revenues from the mines at Laurium had brought great wealth into the Athenians' treasury, and when each man was to receive ten drachmae for his share, Themistocles persuaded the Athenians to make no such division but to use the money to build two hundred ships for the war, that is, for the war with Aegina. ,This was in fact the war the outbreak of which saved Hellas by compelling the Athenians to become seamen. The ships were not used for the purpose for which they were built, but later came to serve Hellas in her need. These ships, then, had been made and were already there for the Athenians' service, and now they had to build yet others. ,In their debate after the giving of the oracle they accordingly resolved that they would put their trust in the god and meet the foreign invader of Hellas with the whole power of their fleet, ships and men, and with all other Greeks who were so minded. "' None |
|