1. Plato, Apology of Socrates, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 30a. φάναι δέ, ὀνειδιῶ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖται, τὰ δὲ φαυλότερα περὶ πλείονος. ταῦτα καὶ νεωτέρῳ καὶ πρεσβυτέρῳ ὅτῳ ἂν ἐντυγχάνω ποιήσω, καὶ ξένῳ καὶ ἀστῷ, μᾶλλον δὲ τοῖς ἀστοῖς, ὅσῳ μου ἐγγυτέρω ἐστὲ γένει. ταῦτα γὰρ κελεύει ὁ θεός, εὖ ἴστε, καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων | 30a. the things that are of most importance and caring more for what is of less worth. This I shall do to whomever I meet, young and old, foreigner and citizen, but most to the citizens, inasmuch as you are more nearly related to me. For know that the god commands me to do this, and I believe that no greater good ever came to pass in the city than my service to the god. For I go about doing nothing else than urging you, young and old, not to care for your persons or your property |
|
2. Plato, Republic, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 |
3. Plato, Philebus, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 184 39e. γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν; ΠΡΩ. σφόδρα γε. ΣΩ. ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων; ΠΡΩ. παντάπασι μὲν οὖν. ΣΩ. ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι. ΠΡΩ. τὸ ποῖον; ΣΩ. δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν; ΠΡΩ. τί μήν; ΣΩ. τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ | 39e. but not to the future? Pro. To the future especially. Soc. Do you say to the future especially because they are all hopes relating to the future and we are always filled with hopes all our lives? Pro. Precisely. Soc. Well, here is a further question for you to answer. Pro. What is it? Soc. A just, pious, and good man is surely a friend of the gods, is he not? Pro. Certainly. Soc. And an unjust and thoroughly bad man |
|
4. Plato, Phaedrus, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 252c. τὸν δʼ ἤτοι θνητοὶ μὲν ἔρωτα καλοῦσι ποτηνόν, ἀθάνατοι δὲ Πτέρωτα, διὰ πτεροφύτορʼ ἀνάγκην. Homeridae τούτοις δὴ ἔξεστι μὲν πείθεσθαι, ἔξεστιν δὲ μή· ὅμως δὲ ἥ γε αἰτία καὶ τὸ πάθος τῶν ἐρώντων τοῦτο ἐκεῖνο τυγχάνει ὄν. | 252c. Mortals call him winged Love, but the immortals call him The winged One, because he must needs grow wings. You may believe this, or not; but the condition of lovers and the cause of it are just as I have said. Now he who is a follower of Zeus, when seized by love can bear a heavier burden of the winged god; but those who are servants of Ares and followed in his train, when they have been seized by Love and think they have been wronged in any way by the beloved, become murderous and are ready to sacrifice themselves and the beloved. |
|
5. Plato, Phaedo, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 62d. ἀποθνῄσκειν, ἔοικεν τοῦτο, ὦ Σώκρατες , ἀτόπῳ, εἴπερ ὃ νυνδὴ ἐλέγομεν εὐλόγως ἔχει, τὸ θεόν τε εἶναι τὸν ἐπιμελούμενον ἡμῶν καὶ ἡμᾶς ἐκείνου κτήματα εἶναι. τὸ γὰρ μὴ ἀγανακτεῖν τοὺς φρονιμωτάτους ἐκ ταύτης τῆς θεραπείας ἀπιόντας, ἐν ᾗ ἐπιστατοῦσιν αὐτῶν οἵπερ ἄριστοί εἰσιν τῶν ὄντων ἐπιστάται, θεοί, οὐκ ἔχει λόγον: οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον ἐπιμελήσεσθαι ἐλεύθερος γενόμενος. ἀλλ’ ἀνόητος μὲν ἄνθρωπος τάχ’ ἂν οἰηθείη ταῦτα, φευκτέον | 62d. trange if we were right just now in saying that god is our guardian and we are his possessions. For it is not reasonable that the wisest men should not be troubled when they leave that service in which the gods, who are the best overseers in the world, are watching over them. A wise man certainly does not think that when he is free he can take better care of himself than they do. A foolish man might perhaps think so, that he ought to run away from his master, |
|
6. Plato, Menexenus, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 184 |
7. Plato, Laws, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 184 |
8. Plato, Euthyphro, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 12e. ΣΩ. πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθʼ ἡμᾶς ἀδικεῖν μηδὲ ἀσεβείας γράφεσθαι, ὡς ἱκανῶς ἤδη παρὰ σοῦ μεμαθηκότας τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή. ΕΥΘ. τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέρος. ΣΩ. καὶ καλῶς γέ μοι, ὦ Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ | 12e. Euthyphro. This then is my opinion, Socrates, that the part of the right which has to do with attention to the gods constitutes piety and holiness, and that the remaining part of the right is that which has to do with the service of men. Socrates. I think you are correct, Euthyphro; |
|
9. Plato, Definitions, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 |
10. Plato, Symposium, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 196c. ἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν οἱ πόλεως βασιλῆς νόμοι Alcidamas, a stylist of the school of Gorgias. δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ. καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι | 196c. takes not hold of Love; nor is there violence in his dealings, since Love wins all men’s willing service; and agreements on both sides willingly made are held to be just by our city’s sovereign, the law. Then, over and above his justice, he is richly endowed with temperance. We all agree that temperance is a control of pleasures and desires, while no pleasure is stronger than Love: if they are the weaker, they must be under Love’s control, and he is their controller; so that Love, by controlling pleasures and desires, must be eminently temperate. And observe how in valor |
|
11. Plato, Timaeus, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 249 47a. δεδώρηται, μετὰ τοῦτο ῥητέον. ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τῆς μεγίστης ὠφελίας γέγονεν ἡμῖν, ὅτι τῶν νῦν λόγων περὶ τοῦ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων. νῦν δʼ ἡμέρα τε καὶ νὺξ ὀφθεῖσαι μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν, χρόνου δὲ ἔννοιαν περί τε τῆς τοῦ παντὸς φύσεως ζήτησιν ἔδοσαν· ἐξ ὧν | 47a. benefit effected by them, for the sake of which God bestowed them upon us. Vision, in my view, is the cause of the greatest benefit to us, inasmuch as none of the accounts now given concerning the Universe would ever have been given if men had not seen the stars or the sun or the heaven. But as it is, the vision of day and night and of months and circling years has created the art of number and has given us not only the notion of Time but also means of research into the nature of the Universe. From these we have procured Philosophy in all its range, |
|
12. Xenophon, On Household Management, 5.2 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 |
13. Xenophon, Memoirs, 1.4.13, 2.1.28, 3.9.15, 4.3.9-4.3.10, 4.3.17 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31, 249 1.4.13. οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλʼ, ὅπερ μέγιστόν ἐστι, καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. τίνος γὰρ ἄλλου ζῴου ψυχὴ πρῶτα μὲν θεῶν τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων ᾔσθηται ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο ἢ ἄνθρωποι θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν ἢ δίψος ἢ ψύχη ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ ἢ ἴδῃ ἢ μάθῃ ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι; 2.1.28. τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν ἀνθρώποις, ἀλλʼ εἴτε τοὺς θεοὺς ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς, εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπʼ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾷς αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι. 3.9.15. καὶ ἀρίστους δὲ καὶ θεοφιλεστάτους ἔφη εἶναι ἐν μὲν γεωργίᾳ τοὺς τὰ γεωργικὰ εὖ πράττοντας, ἐν δʼ ἰατρείᾳ τοὺς τὰ ἰατρικά, ἐν δὲ πολιτείᾳ τοὺς τὰ πολιτικά· τὸν δὲ μηδὲν εὖ πράττοντα οὔτε χρήσιμον οὐδὲν ἔφη εἶναι οὔτε θεοφιλῆ. 4.3.9. τὸ δʼ, ἐπειδὴ καὶ τοῦτο φανερὸν ὅτι οὐκ ἂν ὑπενέγκαιμεν οὔτε τὸ καῦμα οὔτε τὸ ψῦχος, εἰ ἐξαπίνης γίγνοιτο, οὕτω μὲν κατὰ μικρὸν προσιέναι τὸν ἥλιον, οὕτω δὲ κατὰ μικρὸν ἀπιέναι, ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους; ἐγὼ μέν, ἔφη ὁ Εὐθύδημος, ἤδη τοῦτο σκοπῶ, εἰ ἄρα τί ἐστι τοῖς θεοῖς ἔργον ἢ ἀνθρώπους θεραπεύειν· ἐκεῖνο δὲ μόνον ἐμποδίζει με, ὅτι καὶ τἆλλα ζῷα τούτων μετέχει. 4.3.10. οὐ γὰρ καὶ τοῦτʼ, ἔφη ὁ Σωκράτης, φανερὸν ὅτι καὶ ταῦτα ἀνθρώπων ἕνεκα γίγνεταί τε καὶ ἀνατρέφεται; τί γὰρ ἄλλο ζῷον αἰγῶν τε καὶ οἰῶν καὶ βοῶν καὶ ἵππων καὶ ὄνων καὶ τῶν ἄλλων ζῴων τοσαῦτα ἀγαθὰ ἀπολαύει ὅσα ἄνθρωποι; ἐμοὶ μὲν γὰρ δοκεῖ, πλείω ἢ τῶν φυτῶν· τρέφονται γοῦν καὶ χρηματίζονται οὐδὲν ἧττον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων· πολὺ δὲ γένος ἀνθρώπων τοῖς μὲν ἐκ τῆς γῆς φυομένοις εἰς τροφὴν οὐ χρῆται, ἀπὸ δὲ βοσκημάτων γάλακτι καὶ τυρῷ καὶ κρέασι τρεφόμενοι ζῶσι· πάντες δὲ τιθασεύοντες καὶ δαμάζοντες τὰ χρήσιμα τῶν ζῴων εἴς τε πόλεμον καὶ εἰς ἄλλα πολλὰ συνεργοῖς χρῶνται. ὁμογνωμονῶ σοι καὶ τοῦτʼ, ἔφη· ὁρῶ γὰρ αὐτῶν καὶ τὰ πολὺ ἰσχυρότερα ἡμῶν οὕτως ὑποχείρια γιγνόμενα τοῖς ἀνθρώποις ὥστε χρῆσθαι αὐτοῖς ὅ τι ἂν βούλωνται. 4.3.17. ἀλλὰ χρὴ τῆς μὲν δυνάμεως μηδὲν ὑφίεσθαι· ὅταν γάρ τις τοῦτο ποιῇ, φανερὸς δήπου ἐστὶ τότε οὐ τιμῶν θεούς. χρὴ οὖν μηδὲν ἐλλείποντα κατὰ δύναμιν τιμᾶν τοὺς θεοὺς θαρρεῖν τε καὶ ἐλπίζειν τὰ μέγιστα ἀγαθά. οὐ γὰρ παρʼ ἄλλων γʼ ἄν τις μείζω ἐλπίζων σωφρονοίη ἢ παρὰ τῶν τὰ μέγιστα ὠφελεῖν δυναμένων, οὐδʼ ἂν ἄλλως μᾶλλον ἢ εἰ τούτοις ἀρέσκοι· ἀρέσκοι δὲ πῶς ἂν μᾶλλον ἢ εἰ ὡς μάλιστα πείθοιτο αὐτοῖς; | 1.4.13. Nor was the deity content to care for man’s body. What is of yet higher moment, he has implanted in him the noblest type of soul. For in the first place what other creature’s soul has apprehended the existence of gods who set in order the universe, greatest and fairest of things? And what race of living things other than man worships gods? And what soul is more apt than man’s to make provision against hunger and thirst, cold and heat, to relieve sickness and promote health, to acquire knowledge by toil, and to remember accurately all that is heard, seen, or learned? 2.1.28. For of all things good and fair, the gods give nothing to man without toil and effort. If you want the favour of the gods, you must worship the gods: if you desire the love of friends, you must do good to your friends: if you covet honour from a city, you must aid that city: if you are fain to win the admiration of all Hellas for virtue, you must strive to do good to Hellas : if you want land to yield you fruits in abundance, you must cultivate that land: if you are resolved to get wealth from flocks, you must care for those flocks: if you essay to grow great through war and want power to liberate your friends and subdue your foes, you must learn the arts of war from those who know them and must practise their right use: and if you want your body to be strong, you must accustom your body to be the servant of your mind, and train it with toil and sweat. 3.9.15. And the best men and dearest to the gods, he added, are those who do their work well; if it is farming, as good farmers; if medicine, as good doctors; if politics, as good politicians. He who does nothing well is neither useful in any way nor dear to the gods. 4.3.9. And again, since it is evident that we could not endure the heat or the cold if it came suddenly, Cyropaedia VI. ii. 29. the sun’s approach and retreat are so gradual that we arrive at the one or the other extreme imperceptibly. For myself, exclaimed Euthydemus, I begin to doubt whether after all the gods are occupied in any other work than the service of man. The one difficulty I feel is that the lower animals also enjoy these blessings. 4.3.10. Yes, replied Socrates , and is it not evident that they too receive life and food for the sake of man? For what creature reaps so many benefits as man from goats and sheep and horses and oxen and asses and the other animals? He owes more to them, in my opinion, than to the fruits of the earth. At the least they are not less valuable to him for food and commerce; in fact a large portion of mankind does not use the products of the earth for food, but lives on the milk and cheese and flesh they get from live stock. Moreover, all men tame and domesticate the useful kinds of animals, and make them their fellow-workers in war and many other undertakings. There too I agree with you, seeing that animals far stronger than man become so entirely subject to him that he puts them to any use he chooses. 4.3.17. Only he must fall no whit short of his power. For when he does that, it is surely plain that he is not then honouring the gods. Therefore it is by coming no whit short of his power in honouring the gods that he is to look with confidence for the greatest blessing. Cyropaedia I. vi. 4. For there are none from whom a man of prudence would hope for greater things than those who can confer the greatest benefits, nor can he show his prudence more clearly than by pleasing them. And how can he please them better than by obeying them strictly? |
|
14. Xenophon, The Education of Cyrus, 7.2.15 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 7.2.15. τάδε δέ μοι πάντως, ἔφη, ὦ Κροῖσε, λέξον πῶς σοι ἀποβέβηκε τὰ ἐκ τοῦ ἐν Δελφοῖς χρηστηρίου· σοὶ γὰρ δὴ λέγεται πάνυ γε τεθεραπεῦσθαι ὁ Ἀπόλλων καί σε πάντα ἐκείνῳ πειθόμενον πράττειν. | 7.2.15. But pray tell me, Croesus, he resumed, Croesus and the Pythian oracle what has come of your responses from the oracle at Delphi ? For it is said that Apollo has received much service from you and that everything that you do is done in obedience to him. |
|
15. Theopompus of Chios, Fragments, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 63 |
16. Plato, Alcibiades Ii, None (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 193 149e. καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο· Hom. Il. 8.550-2 ὥστε οὐδὲν αὐτοῖς ἦν προύργου θύειν τε καὶ δῶρα τελεῖν μάτην, θεοῖς ἀπηχθημένους. οὐ γὰρ οἶμαι τοιοῦτόν ἐστι τὸ τῶν θεῶν ὥστε ὑπὸ δώρων παράγεσθαι οἷον κακὸν τοκιστήν· ἀλλὰ καὶ ἡμεῖς εὐήθη λόγον λέγομεν, ἀξιοῦντες Λακεδαιμονίων ταύτῃ περιεῖναι. καὶ γὰρ ἂν δεινὸν εἴη εἰ πρὸς τὰ δῶρα καὶ τὰς θυσίας ἀποβλέπουσιν ἡμῶν οἱ θεοὶ ἀλλὰ μὴ πρὸς τὴν ψυχήν, ἄν τις ὅσιος καὶ δίκαιος ὢν | 149e. And Priam, and the folk of Priam of the good ashen spear. Hom. Il. 8.550-2 So it was nothing to their purpose to sacrifice and pay tribute of gifts in vain, when they were hated by the gods. For it is not, I imagine, the way of the gods to be seduced with gifts, like a base insurer. And indeed it is but silly talk of ours, if we claim to surpass the Spartans on this score. For it would be a strange thing if the gods had regard to our gifts and sacrifices instead of our souls, and the piety and |
|
17. Aristotle, Politics, None (4th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 |
18. Aristotle, Nicomachean Ethics, None (4th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •nan Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 249 |
19. Theophrastus, De Pietate, 7.45-7.53 (4th cent. BCE - 3rd cent. BCE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 63 |
20. Diogenes, Fragments, 335 (4th cent. CE - 5th cent. CE) Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 193 |
21. Diogenes Laertius, Fragments, [G] V B, 7.119 Tagged with subjects: •sacrifices, and dearness to gods Found in books: Mikalson (2010), Greek Popular Religion in Greek Philosophy, 31 |