2. Homer, Odyssey, 1.60-1.62, 3.159-3.160, 8.59-8.61, 8.71-8.72, 9.551-9.555, 10.516-10.529, 11.23-11.50, 11.130-11.132, 12.233-12.265, 12.339-12.365, 12.396-12.397, 13.184-13.187, 14.414-14.457, 16.453, 20.348, 23.277-23.279, 24.215, 24.364 (8th cent. BCE - 7th cent. BCE) Tagged with subjects: •sacred law of cyrene Found in books: Naiden, Smoke Signals for the Gods: Ancient Greek Sacrifice from the Archaic through Roman Periods (2013) 26 1.60. ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς 1.61. Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων 1.62. Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ; 3.159. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, 3.160. οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, 8.59. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, 8.60. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς· 8.61. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν. 8.71. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 8.72. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 9.551. μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ 9.552. Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, 9.553. ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, 9.554. ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι 9.555. νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. 10.516. ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, 10.517. βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, 10.518. ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, 10.519. πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, 10.520. τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν. 10.521. πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, 10.522. ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, 10.523. ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, 10.524. Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ 10.525. παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. 10.526. αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, 10.527. ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν 10.528. εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι 10.529. ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ 11.23. ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε 11.24. ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 11.25. βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, 11.26. ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, 11.27. πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, 11.28. τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. 11.29. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, 11.30. ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, 11.31. ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, 11.32. Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ 11.33. παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. 11.34. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, 11.35. ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα 11.36. ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο 11.37. ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. 11.38. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες 11.39. παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, 11.40. πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, 11.41. ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες· 11.42. οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος 11.43. θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. 11.44. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα 11.45. μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, 11.46. δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, 11.47. ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· 11.48. αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 11.49. ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα 11.50. αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. 11.130. ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, 11.131. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, 11.132. οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας 12.233. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. 12.234. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· 12.235. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις 12.236. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. 12.237. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ 12.238. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη 12.239. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν· 12.240. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, 12.241. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη 12.242. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε 12.243. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει. 12.244. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· 12.245. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους 12.246. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. 12.247. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους 12.248. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν 12.249. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες 12.250. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. 12.251. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ 12.252. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων 12.253. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, 12.254. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, 12.255. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· 12.256. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας 12.257. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι· 12.258. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι 12.259. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. 12.260. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν 12.261. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον 12.262. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, 12.263. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. 12.264. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ 12.265. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων 12.339. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· 12.340. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι. 12.341. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, 12.342. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. 12.343. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας 12.344. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. 12.345. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, 12.346. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν 12.347. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. 12.348. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων 12.349. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, 12.350. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, 12.351. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. 12.352. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. 12.353. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας 12.354. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο 12.355. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· 12.356. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, 12.357. φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· 12.358. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. 12.359. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, 12.360. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 12.361. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. 12.362. οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, 12.363. ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα. 12.364. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, 12.365. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. 12.396. ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή. 12.397. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι 13.184. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους. 13.185. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι 13.186. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, 13.187. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς 14.414. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω 14.415. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν 14.416. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· 14.417. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν. 14.418. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, 14.419. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. 14.420. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης 14.421. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· 14.422. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν 14.423. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν 14.424. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. 14.425. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων· 14.426. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν· 14.427. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης, 14.428. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, 14.429. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, 14.430. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, 14.431. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, 14.432. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης 14.433. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη. 14.434. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· 14.435. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, 14.436. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ· 14.437. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν 14.438. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος· 14.439. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· 14.440. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο 14.441. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις. 14.442. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· 14.443. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, 14.444. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, 14.445. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα. 14.446. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, 14.447. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ 14.448. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ. 14.449. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης 14.450. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, 14.451. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· 14.452. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. 14.453. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 14.454. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 14.455. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον 14.456. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. 20.348. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων 23.277. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, 23.278. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, 23.279. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας 24.215. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· 24.364. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. | 1.60. in your dear heart, Olympian. Did not Odysseusplease you he when he offered sacrifice beside the Argive ships in wide Troy? Why now, Zeus, are you so incensed with him?” Cloud-gatherer Zeus said to her in reply: “My child, what kind of talk has fled your wall of teeth? 3.160. eager to go home, but Zeus did not yet intend our return, stubborn one, who sent evil discord to us a second time again. Some turned their double-curved ships around and left, skilled lord Odysseus, the wily conniver, and his company, back to Atreides Agamemnon, showing their support. 8.60. eight white-toothed pigs, and two shambling oxen. They skinned and prepared them, and made a lovely dinner. The herald came near, leading the trusty singer, whom the muse loved exceedingly but gave both good and bad. She'd deprived him of his eyes, but given him sweet song. 9.555. and my trusty comrades would be destroyed. So then all day until the sun went down, we sat feasting on boundless meat and sweet wine. When the sun went down and dusk came on, we laid down then to sleep at the edge of sea's surf. 10.520. a third time with water, then sprinkle white barley groats upon it. Entreat repeatedly the helpless heads of the dead, that when you get to Ithaca you'll offer a cow that's not yet calved, your best one, in your palace, and will fill the pyre with good things, and that you'll sacrifice separately, to Teiresias alone, 10.525. a solid-black ram, that stands out among your sheep. Then after you've entreated the famous tribes of corpses with your prayers, offer sheep there, a ram and a black female, turning them toward Erebus, but turn yourself away and face the river's streams. There, many soul 11.25. dug a pit a cubit's length this way and that, and poured a libation to all the dead about it, first with milk and honey, thereafter with sweet wine, a third time with water, then sprinkled white barley groats upon it. I repeatedly entreated the helpless heads of the dead, 11.30. that when I got to Ithaca I'd offer a cow that's not yet calved, my best one, in my palace, then I'd fill the pyre with good things, and that I'd sacrifice separately, to Teiresias alone, a solid-black ram, that stands out among our sheep. After I'd implored with prayers and vows the tribes of corpses, 11.35. I took the sheep and cut their throats and the cloud-dark blood flowed into the pit. Up out of Erebusthey gathered, the souls of the dead who'd died, brides, young men never married, old men who'd suffered much, tender maidens with hearts new to sorrow, 11.40. and many wounded by bronze spears, men killed in battle, holding armor stained with gore. They stalked about the pit in throngs from one place and another with an awful screeching, and green terror seized me. Then at that moment I urged and ordered my comrade 11.45. to skin and burn the sheep that lay there slaughtered by ruthless bronze, and to pray to the gods, to mighty Hades and dread Persephone. I myself drew my sharp sword from beside my thigh and sat, but didn't let the helpless heads of the dead 11.50. get close to the blood before I questioned Teiresias. “The soul of my comrade Elpenor came first, for he'd not yet been buried under the wide-wayed earth, since we'd left his body in Circe's hall, unwept for and unburied, since other work bore down on us. 11.130. and offer fine sacred victims to lord Poseidon, a ram, a bull, and a boar that mates with pigs. Depart for home and offer sacred hecatombs to the immortal gods, who hold wide heaven, to all, one right after another. Death will come to you yourself, 12.235. for Scylla was on one side, and on the other, divine Charybdisterribly sucked down sea's salt water. Whenever she vomited up, like a cauldron on a big fire, all of her seethed in turmoil, and high up the foam fell on the tops of both cliffs. 12.240. But when she sucked down sea's salt water, she appeared from inside all in turmoil, and the rock around her roared terribly, and the ground appeared beneath her black with sand. Green terror seized my men. As we looked toward her, fearing destruction, 12.245. Scylla meanwhile snatched out of my hollow ship six comrades who were best in hands and strength. Looking back into my swift ship and at the same time for my comrades, I spotted the hands and feet of those who'd already been lifted high up above me. They were screaming, calling me by name, 12.250. for the very last time, their hearts grieving. As when upon a jutting rock, a fisher with a long rod, throws in food as bait for little fish, casts into the sea the horn of an ox that lives in the fields, then takes a gasping fish and throws it outside, 12.255. o they were lifted, gasping, toward the rock. She devoured them in her doorway, as they screeched, reaching out their arms to me in their grim death struggle. That was surely the most pitiful thing I ever saw with my eyes, of all the things I suffered as I explored the pathways of the sea. 12.260. “Then after we escaped the rocks, and Scylla, and dread Charybdis, right then we reached the noble island of a god. The fine wide-browed cattleand many fat ship of the sun, Hyperion, were there. Then, while still in my black ship upon the sea, 12.265. I heard the mooing of cattle being driven to the yard and the bleating of sheep, and the words of the blind seer, Teiresias the Theban, and of Circe the Aeaeanfell upon my heart, who very strongly ordered me to avoid the island of the sun who brings delight to mortals. 12.340. 'Comrades, though you're suffering evil, listen to my words! All deaths are loathesome to wretched mortals, but the most pitiful is to die and meet one's doom from hunger. So come, let's drive off the best of the cattle of the sun and sacrifice to the immortals who hold wide heaven. 12.345. If we ever get to Ithaca, our fatherland, we'll immediately build a rich temple to the sun, Hyperion, and place in it offerings good and many. But if he becomes angry in some way about his straight-horned cattleand wants to destroy our ship, and the other gods follow along, 12.350. I'd rather lose my life all at once gulping at a wave than be drained for a long time, as I am, on a desolate island.' “So said Eurylochus, and the rest of my comrades assented. They at once drove off the best of the cattle of the sun from nearby, for not far from our dark-prowed ship 12.355. the fine broad-browed curved-horned cattle were grazing. They stood around them and prayed to the gods, and plucked tender leaves from a tall leafy oak, since they had no white barley on our well-benched ship. Then after they prayed, they slaughtered and skinned them, 12.360. cut out the thighs and covered them with fat, making a double fold, then laid raw flesh upon them. They didn't have wine to pour upon the blazing victims, so they made libation with water and roasted all the entrails. Then after the thighs were burned up and they'd tasted the entrails, 12.365. they cut up the rest, and pierced them with spits on both sides. “Right then sweet sleep sped from my eyelids, and I made my way to my swift ship and sea's shore. But when, on my way, I was near my double-curved ship, right then the sweet aroma of burning fat surrounded me, 13.185. So they prayed to lord Poseidon, the Phaeacian kingdom's leaders and commanders, as they stood around an altar. Then divine Odysseus awoke from sleeping in his fatherland, but did not recognize it, since he'd been so long away. For goddess Pallas Athena, 14.415. from a faraway land. We ourselves will profit besides, who have misery and suffer a long time for the sake of white-toothed pigs, while others eat our labor without compensation.” So saying, he split wood with ruthless bronze and they brought in to him a very fat boar, five years old, 14.420. then set him by the hearth. Nor did the swineherd forget the immortals, for he was endowed with a good mind. So he cut hairs from the head of the white-toothed pig, cast them in the fire, and prayed to all the gods that ingenious Odysseus would return to his home. 14.425. He raised up and struck him with a chunk of oak he'd left when splitting, and his soul left him. They cut his throat and singed him, then immediately dismembered him. The swineherd took first offerings from all the limbs, placed the raw slices in the rich fat, sprinkled barley meal on them, and threw them in the fire. 14.430. They cut up the rest, pierced them with spits on both sides, roasted them very carefully, then pulled them all off, and threw them all together on platters. The swineherd stood to carve them, for he knew in his mind what was fair, and he divided it and he cut it into seven portions. 14.435. With a prayer, he set one piece aside for the nymphs and for Hermes, Maia's son, then served the rest to each man, He honored Odysseus with slices cut the whole length of the back of the white-toothed pig, and gladdened his lord's heart with glory. And, voicing winged words, adroit Odysseus said to him: 14.440. “Would it be so, Eumaeus, that you become as dear to father Zeusas you are to me, that, such as I am, you honor me with good things!” Swineherd Eumaeus, you said to him in reply: “Eat, possessed stranger, and enjoy these things, such as they are here. God will give one thing, and let another be, 14.445. as he wishes in his heart, for he can do anything and everything.” He spoke, and offered the first parts to the everlasting gods, made libation of the sparkling wine, placed the cup in the hands of city-sacking Odysseus, and sat beside his portion. Mesaulius served them bread, he whom the swineherd 14.450. himself had acquired on his own while his lord was away, without help from his mistress and old man Laertes. He'd bought him with his own possessions from Taphians. They threw their hands on the good things laid ready before them. Then after they'd dispatched desire for food and drink, 14.455. Mesaulius took the food away for them, and they, satisfied with bread and meat, hastened to bed. An evil night came on, at the dark part of the month. Zeus rained all night and great West Wind blew, always bringing rain. Odysseus spoke among them, testing the swineherd, 24.215. and immediately slaughter for dinner whatever is best of the pigs, but I'll go test our father, whether he'll observe me with his eyes and recognize me or not know one whose been away a long time.” So saying, he gave the slaves his martial battle gear. |
|