1. Septuagint, Exodus, 25.1 (th cent. BCE - 2nd cent. BCE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 266 |
2. Hebrew Bible, Genesis, 6.14 (9th cent. BCE - 3rd cent. BCE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 266 6.14. "עֲשֵׂה לְךָ תֵּבַת עֲצֵי־גֹפֶר קִנִּים תַּעֲשֶׂה אֶת־הַתֵּבָה וְכָפַרְתָּ אֹתָהּ מִבַּיִת וּמִחוּץ בַּכֹּפֶר׃", | 6.14. "Make thee an ark of gopher wood; with rooms shalt thou make the ark, and shalt pitch it within and without with pitch.", |
|
3. Xenophon, The Education of Cyrus, 1.2.1, 1.4.3, 1.4.21-1.4.24, 8.1.23-8.1.33 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •xenophon, traits of role models Found in books: Wolfsdorf (2020), Early Greek Ethics, 416, 417 1.2.1. πατρὸς μὲν δὴ ὁ Κῦρος λέγεται γενέσθαι Καμβύσου Περσῶν βασιλέως· ὁ δὲ Καμβύσης οὗτος τοῦ Περσειδῶν γένους ἦν· οἱ δὲ Περσεῖδαι ἀπὸ Περσέως κλῄζονται· μητρὸς δὲ ὁμολογεῖται Μανδάνης γενέσθαι· ἡ δὲ Μανδάνη αὕτη Ἀστυάγους ἦν θυγάτηρ τοῦ Μήδων γενομένου βασιλέως. φῦναι δὲ ὁ Κῦρος λέγεται καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλανθρωπότατος καὶ φιλομαθέστατος καὶ φιλοτιμότατος, ὥστε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖσθαι ἕνεκα. 1.4.3. καὶ ἦν μὲν ἴσως πολυλογώτερος, ἅμα μὲν διὰ τὴν παιδείαν, ὅτι ἠναγκάζετο ὑπὸ τοῦ διδασκάλου καὶ διδόναι λόγον ὧν ἐποίει καὶ λαμβάνειν παρʼ ἄλλων, ὁπότε δικάζοι, ἔτι δὲ καὶ διὰ τὸ φιλομαθὴς εἶναι πολλὰ μὲν αὐτὸς ἀεὶ τοὺς παρόντας ἀνηρώτα πῶς ἔχοντα τυγχάνοι, καὶ ὅσα αὐτὸς ὑπʼ ἄλλων ἐρωτῷτο, διὰ τὸ ἀγχίνους εἶναι ταχὺ ἀπεκρίνετο, ὥστʼ ἐκ πάντων τούτων ἡ πολυλογία συνελέγετο αὐτῷ· ἀλλʼ ὥσπερ γὰρ ἐν σώματι, ὅσοι νέοι ὄντες μέγεθος ἔλαβον, ὅμως ἐμφαίνεται τὸ νεαρὸν αὐτοῖς ὃ κατηγορεῖ τὴν ὀλιγοετίαν, οὕτω καὶ Κύρου ἐκ τῆς πολυλογίας οὐ θράσος διεφαίνετο, ἀλλʼ ἁπλότης καὶ φιλοστοργία, ὥστʼ ἐπεθύμει ἄν τις ἔτι πλείω αὐτοῦ ἀκούειν ἢ σιωπῶντι παρεῖναι. 1.4.21. οἱ δʼ ἀμφὶ τὸν Κῦρον ὑπετέμνοντο, καὶ οὓς μὲν κατελάμβανον εὐθὺς ἔπαιον, πρῶτος δὲ ὁ Κῦρος, ὅσοι δὲ παραλλάξαντες αὐτῶν ἔφθασαν, κατόπιν τούτους ἐδίωκον, καὶ οὐκ ἀνίεσαν, ἀλλʼ ᾕρουν τινὰς αὐτῶν. ὥσπερ δὲ κύων γενναῖος ἄπειρος ἀπρονοήτως φέρεται πρὸς κάπρον, οὕτω καὶ ὁ Κῦρος ἐφέρετο, μόνον ὁρῶν τὸ παίειν τὸν ἁλισκόμενον, ἄλλο δʼ οὐδὲν προνοῶν. οἱ δὲ πολέμιοι ὡς ἑώρων πονοῦντας τοὺς σφετέρους, προυκίνησαν τὸ στῖφος, ὡς παυσομένους τοῦ διωγμοῦ, ἐπεὶ σφᾶς ἴδοιεν προορμήσαντας. 1.4.22. ὁ δὲ Κῦρος οὐδὲν μᾶλλον ἀνίει, ἀλλʼ ὑπὸ τῆς χαρμονῆς ἀνακαλῶν τὸν θεῖον ἐδίωκε καὶ ἰσχυρὰν τὴν φυγὴν τοῖς πολεμίοις κατέχων ἐποίει, καὶ ὁ Κυαξάρης μέντοι ἐφείπετο, ἴσως καὶ αἰσχυνόμενος τὸν πατέρα, καὶ οἱ ἄλλοι δὲ εἵποντο, προθυμότεροι ὄντες ἐν τῷ τοιούτῳ εἰς τὸ διώκειν καὶ οἱ μὴ πάνυ πρὸς τοὺς ἐναντίους ἄλκιμοι ὄντες. ὁ δὲ Ἀστυάγης ὡς ἑώρα τοὺς μὲν ἀπρονοήτως διώκοντας, τοὺς δὲ πολεμίους ἁθρόους τε καὶ τεταγμένους ὑπαντῶντας, δείσας περί τε τοῦ υἱοῦ καὶ τοῦ Κύρου μὴ εἰς παρεσκευασμένους ἀτάκτως ἐμπεσόντες πάθοιέν τι, ἡγεῖτο εὐθὺς πρὸς τοὺς πολεμίους. 1.4.23. οἱ δʼ αὖ πολέμιοι ὡς εἶδον τοὺς Μήδους προκινηθέντας, διατεινάμενοι οἱ μὲν τὰ παλτὰ οἱ δὲ τὰ τόξα εἱστήκεσαν, ὡς δή, ἐπειδὴ εἰς τόξευμα ἀφίκοιντο, στησομένους, ὥσπερ τὰ πλεῖστα εἰώθεσαν ποιεῖν. μέχρι γὰρ τοσούτου, ὁπότε ἐγγύτατα γένοιντο, προσήλαυνον ἀλλήλοις καὶ ἠκροβολίζοντο πολλάκις μέχρι ἑσπέρας. ἐπεὶ δὲ ἑώρων τοὺς μὲν σφετέρους φυγῇ εἰς ἑαυτοὺς φερομένους, τοὺς δʼ ἀμφὶ τὸν Κῦρον ἐπʼ αὐτοὺς ὁμοῦ ἀγομένους, τὸν δὲ Ἀστυάγην σὺν τοῖς ἵπποις ἐντὸς γιγνόμενον ἤδη τοξεύματος, ἐκκλίνουσι καὶ φεύγουσιν ὁμόθεν διώκοντας ἀνὰ κράτος· ᾕρουν δὲ πολλούς· καὶ τοὺς μὲν ἁλισκομένους ἔπαιον καὶ ἵππους καὶ ἄνδρας, τοὺς δὲ πίπτοντας κατέκαινον· καὶ οὐ πρόσθεν ἔστησαν πρὶν ἢ πρὸς τοῖς πεζοῖς τῶν Ἀσσυρίων ἐγένοντο. ἐνταῦθα μέντοι δείσαντες μὴ καὶ ἐνέδρα τις μείζων ὑπείη, ἐπέσχον. 1.4.24. ἐκ τούτου δὴ ἀνῆγεν ὁ Ἀστυάγης, μάλα χαίρων καὶ τῇ ἱπποκρατίᾳ, καὶ τὸν Κῦρον οὐκ ἔχων ὅ τι χρὴ λέγειν, αἴτιον μὲν ὄντα εἰδὼς τοῦ ἔργου, μαινόμενον δὲ γιγνώσκων τῇ τόλμῃ. καὶ γὰρ τότε ἀπιόντων οἴκαδε μόνος τῶν ἄλλων ἐκεῖνος οὐδὲν ἄλλο ἢ τοὺς πεπτωκότας περιελαύνων ἐθεᾶτο, καὶ μόλις αὐτὸν ἀφελκύσαντες οἱ ἐπὶ τοῦτο ταχθέντες προσήγαγον τῷ Ἀστυάγει, μάλα ἐπίπροσθεν ποιούμενον τοὺς προσάγοντας, ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον ἐπὶ τῇ θέᾳ τῇ αὑτοῦ. 8.1.23. οὕτω δὴ γιγνώσκων πρῶτον μὲν τὰ περὶ τοὺς θεοὺς μᾶλλον ἐκπονοῦντα ἐπεδείκνυεν ἑαυτὸν ἐν τούτῳ τῷ χρόνῳ, ἐπεὶ εὐδαιμονέστερος ἦν. καὶ τότε πρῶτον κατεστάθησαν οἱ μάγοι ὑμνεῖν τε ἀεὶ ἅμα τῇ ἡμέρᾳ τοὺς θεοὺς καὶ θύειν ἀνʼ ἑκάστην ἡμέραν οἷς οἱ μάγοι θεοῖς εἴποιεν. 8.1.24. οὕτω δὴ τὰ τότε κατασταθέντα ἔτι καὶ νῦν διαμένει παρὰ τῷ ἀεὶ ὄντι βασιλεῖ. ταῦτʼ οὖν πρῶτον ἐμιμοῦντο αὐτὸν καὶ οἱ ἄλλοι Πέρσαι, νομίζοντες καὶ αὐτοὶ εὐδαιμονέστεροι ἔσεσθαι, ἢν θεραπεύωσι τοὺς θεούς, ὥσπερ ὁ εὐδαιμονέστατός τε ὢν καὶ ἄρχων· καὶ Κύρῳ δʼ ἂν ἡγοῦντο ταῦτα ποιοῦντες ἀρέσκειν. 8.1.25. ὁ δὲ Κῦρος τὴν τῶν μεθʼ αὑτοῦ εὐσέβειαν καὶ ἑαυτῷ ἀγαθὸν ἐνόμιζε, λογιζόμενος ὥσπερ οἱ πλεῖν αἱρούμενοι μετὰ τῶν εὐσεβῶν μᾶλλον ἢ μετὰ τῶν ἠσεβηκέναι τι δοκούντων. πρὸς δὲ τούτοις ἐλογίζετο ὡς εἰ πάντες οἱ κοινῶνες θεοσεβεῖς εἶεν, ἧττον ἂν αὐτοὺς ἐθέλειν περί τε ἀλλήλους ἀνόσιόν τι ποιεῖν καὶ περὶ ἑαυτόν, εὐεργέτης νομίζων εἶναι τῶν κοινώνων. 8.1.26. ἐμφανίζων δὲ καὶ τοῦτο ὅτι περὶ πολλοῦ ἐποιεῖτο μηδένα μήτε φίλον ἀδικεῖν μήτε σύμμαχον, ἀλλὰ τὸ δίκαιον ἰσχυρῶς ἀθρῶν, μᾶλλον καὶ τοὺς ἄλλους ᾤετʼ ἂν τῶν μὲν αἰσχρῶν κερδῶν ἀπέχεσθαι, διὰ τοῦ δικαίου δʼ ἐθέλειν πορεύεσθαι. 8.1.27. καὶ αἰδοῦς δʼ ἂν ἡγεῖτο μᾶλλον πάντας ἐμπιμπλάναι, εἰ αὐτὸς φανερὸς εἴη πάντας οὕτως αἰδούμενος ὡς μήτʼ εἰπεῖν ἂν μήτε ποιῆσαι μηδὲν αἰσχρόν. 8.1.28. ἐτεκμαίρετο δὲ τοῦτο οὕτως ἕξειν ἐκ τοῦδε. μὴ γὰρ ὅτι ἄρχοντα, ἀλλὰ καὶ οὓς οὐ φοβοῦνται, μᾶλλον τοὺς αἰδουμένους αἰδοῦνται τῶν ἀναιδῶν οἱ ἄνθρωποι· καὶ γυναῖκας δὲ ἃς ἂν αἰδουμένας αἰσθάνωνται, ἀνταιδεῖσθαι μᾶλλον ἐθέλουσιν ὁρῶντες. 8.1.29. τὸ δʼ αὖ πείθεσθαι οὕτω μάλιστʼ ἂν ᾤετο ἔμμονον εἶναι τοῖς περὶ αὐτόν, εἰ τοὺς ἀπροφασίστως πειθομένους φανερὸς εἴη μᾶλλον τιμῶν τῶν τὰς μεγίστας ἀρετὰς καὶ ἐπιπονωτάτας δοκούντων παρέχεσθαι. 8.1.30. γιγνώσκων δʼ οὕτω καὶ ποιῶν διετέλει. καὶ σωφροσύνην δʼ αὑτοῦ ἐπιδεικνὺς μᾶλλον ἐποίει καὶ ταύτην πάντας ἀσκεῖν. ὅταν γὰρ ὁρῶσιν, ᾧ μάλιστα ἔξεστιν ὑβρίζειν, τοῦτον σωφρονοῦντα, οὕτω μᾶλλον οἵ γε ἀσθενέστεροι ἐθέλουσιν οὐδὲν ὑβριστικὸν ποιοῦντες φανεροὶ εἶναι. 8.1.31. διῄρει δὲ αἰδῶ καὶ σωφροσύνην τῇδε, ὡς τοὺς μὲν αἰδουμένους τὰ ἐν τῷ φανερῷ αἰσχρὰ φεύγοντας, τοὺς δὲ σώφρονας καὶ τὰ ἐν τῷ ἀφανεῖ. 8.1.32. καὶ ἐγκράτειαν δὲ οὕτω μάλιστʼ ἂν ᾤετο ἀσκεῖσθαι, εἰ αὐτὸς ἐπιδεικνύοι ἑαυτὸν μὴ ὑπὸ τῶν παραυτίκα ἡδονῶν ἑλκόμενον ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ προπονεῖν ἐθέλοντα πρῶτον σὺν τῷ καλῷ τῶν εὐφροσυνῶν. 8.1.33. τοιγαροῦν τοιοῦτος ὢν ἐποίησεν ἐπὶ ταῖς θύραις πολλὴν μὲν τῶν χειρόνων εὐταξίαν, ὑπεικόντων τοῖς ἀμείνοσι, πολλὴν δʼ αἰδῶ καὶ εὐκοσμίαν πρὸς ἀλλήλους. ἐπέγνως δʼ ἂν ἐκεῖ οὐδένα οὔτε ὀργιζόμενον κραυγῇ οὔτε χαίροντα ὑβριστικῷ γέλωτι, ἀλλὰ ἰδὼν ἂν αὐτοὺς ἡγήσω τῷ ὄντι εἰς κάλλος ζῆν. | 1.2.1. The father of Cyrus is said to have been His parentage Cambyses, king of the Persians: this Cambyses belonged to the stock of the Persidae, and the Persidae derive their name from Perseus. His mother, it is generally agreed, was Mandane; and this Mandane was the daughter of Astyages, sometime king of the Medes. And even to this day the barbarians tell in story and in song that Cyrus was most handsome in person, most generous of heart, most devoted to learning, and most ambitious, so that he endured all sorts of labour and faced all sorts of danger for the sake of praise. 1.4.3. 1.4.21. As a well-bred but untrained hound rushes recklessly His reckless daring upon a boar, so Cyrus rushed on, with regard for nothing but to strike down every one he overtook and reckless of anything else. The enemy, however, when they saw their comrades hard pressed, advanced their column in the hope that the Medes would give up the pursuit on seeing them push forward. 1.4.22. But when Astyages saw them pursuing recklessly and the enemy advancing in good order to meet them, he was afraid that something might happen to his son and Cyrus , if they fell in disorder upon the enemy in readiness for battle, and straightway he advanced upon the foe. 1.4.23. Now the enemy on their part, when they saw the Medes advance, halted, some with spears poised, others with bows drawn, expecting that the other side would also halt, as soon as they came within bow-shot, just as they were accustomed generally to do; for it was their habit to advance only so far against each other, when they came into closest quarters, and to skirmish with missiles, oftentimes till evening. But when they saw their comrades rushing in flight toward them, and Cyrus and his followers bearing down close upon them, and Astyages with his cavalry getting already within bow-shot, they broke and fled with all their might from the Medes who followed hard after them. The Medes caught up with many of them; and those whom they overtook they smote, both men and horses; and the fallen they slew. Nor did they stop, until they came up with the Assyrian infantry. Then, however, fearing lest some greater force might be lying in ambush, they came to a halt. 1.4.24. 8.1.23. In this conviction, he showed himself in the (1) religion, first place more devout in his worship of the gods, now that he was more fortunate; and then for the first time the college of magi was instituted... and he never failed to sing hymns to the gods at daybreak and to sacrifice daily to whatsoever deities the magi directed. 8.1.24. 8.1.25. 8.1.26. 8.1.27. 8.1.28. 8.1.29. And again, obedience he thought would be (4) obedience, most deeply impressed upon his attendants, if he showed that he honoured those who unhesitatingly obeyed more than those who thought they exhibited the greatest and most elaborate virtues. And thus he continued throughout to judge and to act. 8.1.30. 8.1.31. 8.1.32. 8.1.33. |
|
4. Xenophon, Memoirs, 1.2.1, 2.1.30-2.1.33, 3.9.1, 4.4, 4.6.10-4.6.11, 4.8.11 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •xenophon, traits of role models Found in books: Wolfsdorf (2020), Early Greek Ethics, 416, 417 1.2.1. θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα. 2.1.30. καὶ ἡ Ἀρετὴ εἶπεν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίμπλασαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη, ἵνα δὲ ἡδέως πίῃς, οἴνους τε πολυτελεῖς παρασκευάζῃ καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσῃς ἡδέως, οὐ μόνον τὰς στρωμνὰς μαλακάς, ἀλλὰ καὶ τὰς κλίνας καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ· οὐ γὰρ διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῇς ὕπνου ἐπιθυμεῖς· τὰ δʼ ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δʼ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα. 2.1.31. ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρριψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δʼ ἄν σοι λεγούσῃ τι πιστεύσειε; τίς δʼ ἂν δεομένῃ τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι. 2.1.32. ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτʼ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκω, ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός. 2.1.33. ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δʼ ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι. 3.9.1. πάλιν δὲ ἐρωτώμενος ἡ ἀνδρεία πότερον εἴη διδακτὸν ἢ φυσικόν, οἶμαι μέν, ἔφη, ὥσπερ σῶμα σώματος ἰσχυρότερον πρὸς τοὺς πόνους φύεται, οὕτω καὶ ψυχὴν ψυχῆς ἐρρωμενεστέραν πρὸς τὰ δεινὰ φύσει γίγνεσθαι· ὁρῶ γὰρ ἐν τοῖς αὐτοῖς νόμοις τε καὶ ἔθεσι τρεφομένους πολὺ διαφέροντας ἀλλήλων τόλμῃ. 4.6.10. ἀνδρείαν δέ, ὦ Εὐθύδημε, ἆρα τῶν καλῶν νομίζεις εἶναι; κάλλιστον μὲν οὖν ἔγωγʼ, ἔφη. χρήσιμον ἄρα οὐ πρὸς τὰ ἐλάχιστα νομίζεις τὴν ἀνδρείαν; νὴ Δίʼ, ἔφη, πρὸς τὰ μέγιστα μὲν οὖν. ἆρʼ οὖν δοκεῖ σοι πρὸς τὰ δεινά τε καὶ ἐπικίνδυνα χρήσιμον εἶναι τὸ ἀγνοεῖν αὐτά; ἥκιστά γʼ, ἔφη. οἱ ἄρα μὴ φοβούμενοι τὰ τοιαῦτα διὰ τὸ μὴ εἰδέναι τί ἐστιν οὐκ ἀνδρεῖοί εἰσι; νὴ Δίʼ, ἔφη, πολλοὶ γὰρ ἂν οὕτω γε τῶν τε μαινομένων καὶ τῶν δειλῶν ἀνδρεῖοι εἶεν. τί δὲ οἱ καὶ τὰ μὴ δεινὰ δεδοικότες; ἔτι γε νὴ Δίʼ ἧττον, ἔφη. ἆρʼ οὖν τοὺς μὲν ἀγαθοὺς πρὸς τὰ δεινὰ καὶ ἐπικίνδυνα ὄντας ἀνδρείους ἡγῇ εἶναι, τοὺς δὲ κακοὺς δειλούς; 4.6.11. πάνυ μὲν οὖν, ἔφη. ἀγαθοὺς δὲ πρὸς τὰ τοιαῦτα νομίζεις ἄλλους τινὰς ἢ τοὺς δυναμένους αὐτοῖς καλῶς χρῆσθαι; οὐκ ἀλλὰ τούτους, ἔφη. κακοὺς δὲ ἄρα τοὺς οἵους τούτοις κακῶς χρῆσθαι; τίνας γὰρ ἄλλους; ἔφη. ἆρʼ οὖν ἕκαστοι χρῶνται ὡς οἴονται δεῖν; πῶς γὰρ ἄλλως; ἔφη. ἆρʼ οὖν οἱ μὴ δυνάμενοι καλῶς χρῆσθαι ἴσασιν ὡς δεῖ χρῆσθαι; οὐ δήπου γε, ἔφη. οἱ ἄρα εἰδότες ὡς δεῖ χρῆσθαι, οὗτοι καὶ δύνανται; μόνοι γʼ, ἔφη. τί δέ; οἱ μὴ διημαρτηκότες ἆρα κακῶς χρῶνται τοῖς τοιούτοις; οὐκ οἴομαι, ἔφη. οἱ ἄρα κακῶς χρώμενοι διημαρτήκασιν; εἰκός γʼ, ἔφη. οἱ μὲν ἄρα ἐπιστάμενοι τοῖς δεινοῖς τε καὶ ἐπικινδύνοις καλῶς χρῆσθαι ἀνδρεῖοί εἰσιν, οἱ δὲ διαμαρτάνοντες τούτου δειλοί; ἔμοιγε δοκοῦσιν, ἔφη. 4.8.11. τῶν δὲ Σωκράτην γιγνωσκόντων, οἷος ἦν, οἱ ἀρετῆς ἐφιέμενοι πάντες ἔτι καὶ νῦν διατελοῦσι πάντων μάλιστα ποθοῦντες ἐκεῖνον, ὡς ὠφελιμώτατον ὄντα πρὸς ἀρετῆς ἐπιμέλειαν. ἐμοὶ μὲν δή, τοιοῦτος ὢν οἷον ἐγὼ διήγημαι, εὐσεβὴς μὲν οὕτως ὥστε μηδὲν ἄνευ τῆς τῶν θεῶν γνώμης ποιεῖν, δίκαιος δὲ ὥστε βλάπτειν μὲν μηδὲ μικρὸν μηδένα, ὠφελεῖν δὲ τὰ μέγιστα τοὺς χρωμένους αὐτῷ, ἐγκρατὴς δὲ ὥστε μηδέποτε προαιρεῖσθαι τὸ ἥδιον ἀντὶ τοῦ βελτίονος, φρόνιμος δὲ ὥστε μὴ διαμαρτάνειν κρίνων τὰ βελτίω καὶ τὰ χείρω μηδὲ ἄλλου προσδεῖσθαι, ἀλλʼ αὐτάρκης εἶναι πρὸς τὴν τούτων γνῶσιν, ἱκανὸς δὲ καὶ λόγῳ εἰπεῖν τε καὶ διορίσασθαι τὰ τοιαῦτα, ἱκανὸς δὲ καὶ ἄλλως δοκιμάσαι τε καὶ ἁμαρτάνοντα ἐλέγξαι καὶ προτρέψασθαι ἐπʼ ἀρετὴν καὶ καλοκαγαθίαν, ἐδόκει τοιοῦτος εἶναι οἷος ἂν εἴη ἄριστός τε ἀνὴρ καὶ εὐδαιμονέστατος. εἰ δέ τῳ μὴ ἀρέσκει ταῦτα, παραβάλλων τὸ ἄλλων ἦθος πρὸς ταῦτα οὕτω κρινέτω. | 1.2.1. No less wonderful is it to me that some believed the charge brought against Socrates of corrupting the youth. In the first place, apart from what I have said, in control of his own passions and appetites he was the strictest of men; further, in endurance of cold and heat and every kind of toil he was most resolute; and besides, his needs were so schooled to moderation that having very little he was yet very content. 2.1.30. What good thing is thine, poor wretch, or what pleasant thing dost thou know, if thou wilt do nought to win them? Thou dost not even tarry for the desire of pleasant things, but fillest thyself with all things before thou desirest them, eating before thou art hungry, drinking before thou art thirsty, getting thee cooks, to give zest to eating, buying thee costly wines and running to and fro in search of snow in summer, to give zest to drinking; to soothe thy slumbers it is not enough for thee to buy soft coverlets, but thou must have frames for thy beds. For not toil, but the tedium of having nothing to do, makes thee long for sleep. Thou dost rouse lust by many a trick, when there is no need, using men as women: thus thou trainest thy friends, waxing wanton by night, consuming in sleep the best hours of day. 2.1.31. Immortal art thou, yet the outcast of the gods, the scorn of good men. Praise, sweetest of all things to hear, thou hearest not: the sweetest of all sights thou beholdest not, for never yet hast thou beheld a good work wrought by thyself. Who will believe what thou dost say? who will grant what thou dost ask? Or what sane man will dare join thy throng? While thy votaries are young their bodies are weak, when they wax old, their souls are without sense; idle and sleek they thrive in youth, withered and weary they journey through old age, and their past deeds bring them shame, their present deeds distress. Pleasure they ran through in their youth: hardship they laid up for their old age. 2.1.32. But I company with gods and good men, and no fair deed of god or man is done without my aid. I am first in honour among the gods and among men that are akin to me: to craftsmen a beloved fellow-worker, to masters a faithful guardian of the house, to servants a kindly protector: good helpmate in the toils of peace, staunch ally in the deeds of war, best partner in friendship. 2.1.33. To my friends meat and drink bring sweet and simple enjoyment: for they wait till they crave them. And a sweeter sleep falls on them than on idle folk: they are not vexed at awaking from it, nor for its sake do they neglect to do their duties. The young rejoice to win the praise of the old; the elders are glad to be honoured by the young; with joy they recall their deeds past, and their present well-doing is joy to them, for through me they are dear to the gods, lovely to friends, precious to their native land. And when comes the appointed end, they lie not forgotten and dishonoured, but live on, sung and remembered for all time. O Heracles, thou son of goodly parents, if thou wilt labour earnestly on this wise, thou mayest have for thine own the most blessed happiness. 3.9.1. When asked again whether Courage could be taught or came by nature, he replied: I think that just as one man’s body is naturally stronger than another’s for labour, so one man’s soul is naturally braver than another’s in danger. For I notice that men brought up under the same laws and customs differ widely in daring. 4.6.10. Do you think it a beautiful thing? I prefer to say very beautiful. So you think Courage useful for no mean purposes? of course — or rather, for the greatest. Then do you think that in the pressure of terrors and dangers it is useful to be ignorant of them? By no means. So those who feel no fear of such things because they are ignorant of them are not courageous? of course not, for in that case many madmen and cowards would be courageous. What of those who are afraid when there is no ground for fear? Still less, of course. Then do you think that those who are good in the presence of terrors and dangers are courageous, and those who are bad are cowards? Certainly. 4.6.11. And do you think that any are good in the presence of such things, except those who can deal with them well? None but these. And bad, except such as deal badly with them? These and none others. Then do both classes behave as they think they must? How can they behave otherwise? Then do those who cannot behave well know how they must behave? Surely not. So those who know how they must behave are just those who can? Yes, only they. Well now, do those who are not utterly mistaken deal badly with such things? I think not. So those who behave badly are utterly mistaken? Presumably. It follows that those who know how to deal well with terrors and dangers are courageous, and those who utterly mistake the way are cowards? That is my opinion. 4.8.11. This was the tenor of his conversation with Hermogenes and with the others. All who knew what manner of man Socrates was and who seek after virtue continue to this day to miss him beyond all others, as the chief of helpers in the quest of virtue. For myself, I have described him as he was: so religious that he did nothing without counsel from the gods; so just that he did no injury, however small, to any man, but conferred the greatest benefits on all who dealt with him; so self-controlled that he never chose the pleasanter rather than the better course; so wise that he was unerring in his judgment of the better and the worse, and needed no counsellor, but relied on himself for his knowledge of them; masterly in expounding and defining such things; no less masterly in putting others to the test, and convincing them of error and exhorting them to follow virtue and gentleness. To me then he seemed to be all that a truly good and happy man must be. But if there is any doubter, let him set the character of other men beside these things; then let him judge. |
|
5. New Testament, Matthew, 10.9 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 280 10.9. Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, | 10.9. Don't take any gold, nor silver, nor brass in your money belts. |
|
6. New Testament, Luke, 2.34, 22.26-22.27 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 203 2.34. καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 22.26. ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 22.27. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμὶ ὡς ὁ διακονῶν. | 2.34. and Simeon blessed them, and said to Mary, his mother, "Behold, this child is set for the falling and the rising of many in Israel, and for a sign which is spoken against. 22.26. But not so with you. But one who is the greater among you, let him become as the younger, and one who is governing, as one who serves. 22.27. For who is greater, one who sits at the table, or one who serves? Isn't it he who sits at the table? But I am in the midst of you as one who serves. |
|
7. New Testament, John, , 91 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: nan nan |
8. New Testament, Acts, 16.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 203 16.1. Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος, | 16.1. He came to Derbe and Lystra: and behold, a certain disciple was there, named Timothy, the son of a Jewess who believed; but his father was a Greek. |
|
9. Anon., Acts of Pilate, 10 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 289 |
10. Anon., Acts of Philip, 8.2-8.4, 14.9 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 266 |
11. Tertullian, On Baptism, 17.4-17.5 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 257, 270 |
12. Anon., Didascalia Apostolorum, 16, 15 (2nd cent. CE - 4th cent. CE) Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 284 |
13. Callistratus, De Cognitionibus (Dig., 5.7.1 Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 284 |
14. Anon., Apostolic Church Order, 25, 28 Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 258 |
15. Agesilaus, Fragments, 1.22, 1.36, 10.4 (missingth cent. CE - Unknownth cent. CE) Tagged with subjects: •nan Found in books: Wolfsdorf (2020), Early Greek Ethics, 416, 417 |
16. Anon., Scholia In Aeschyli Septem Adversus Thebas, 1.16, 1.18 Tagged with subjects: •role models Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 289 |
17. Anon., Manichean Psalmbook, 142.10-143.15, 194.6, 194.24, 195.7, 195.8, 195.9, 195.10, 195.11, 195.12, 195.13, 195.14, 195.15, 195.16, 195.17, 195.18, 195.19, 195.20, 195.21, 195.22 Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 280 |
19. Anon., Martyrdom of Philip, 2, 20, 9, 3 Tagged with subjects: •nan Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 266 |