1. New Testament, John, 11.2, 11.17-11.27, 11.31, 11.33, 11.45, 12.2-12.3, 20.1-20.18 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •raising of lazarus, sources for Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 29, 43, 47 11.2. ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 11.17. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 11.18. ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἰεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 11.19. πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. 11.20. ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 11.21. εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 11.22. καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 11.23. λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου. 11.24. λέγει αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 11.25. εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· 11.26. ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 11.27. λέγει αὐτῷ Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι lt*gtὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 11.31. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 11.33. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 11.45. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ὃ ἐποίησεν, 12.2. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 12.3. ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας [τοῦ] Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 20.1. Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 20.2. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 20.3. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 20.4. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχειον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, 20.5. καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 20.6. ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· 20.7. καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· 20.8. τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· 20.9. οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 20.10. ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί. 20.11. Μαρία δὲ ἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 20.12. καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 20.13. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 20.14. ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστίν. 20.15. λέγει αὐτῇ Ἰησοῦς Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 20.16. λέγει αὐτῇ Ἰησοῦς Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἐβραϊστί Ῥαββουνεί ?̔ὃ λέγεται Διδάσκαλἐ. 20.17. λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 20.18. ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ. | 11.2. It was that Mary who had anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother, Lazarus, was sick. 11.17. So when Jesus came, he found that he had been in the tomb four days already. 11.18. Now Bethany was near Jerusalem, about fifteen stadia away. 11.19. Many of the Jews had joined the women around Martha and Mary, to console them concerning their brother. 11.20. Then when Martha heard that Jesus was coming, she went and met him, but Mary stayed in the house. 11.21. Therefore Martha said to Jesus, "Lord, if you would have been here, my brother wouldn't have died. 11.22. Even now I know that, whatever you ask of God, God will give you." 11.23. Jesus said to her, "Your brother will rise again." 11.24. Martha said to him, "I know that he will rise again in the resurrection at the last day." 11.25. Jesus said to her, "I am the resurrection and the life. He who believes in me, though he die, yet will he live. 11.26. Whoever lives and believes in me will never die. Do you believe this?" 11.27. She said to him, "Yes, Lord. I have come to believe that you are the Christ, God's Son, he who comes into the world." 11.31. Then the Jews who were with her in the house, and were consoling her, when they saw Mary, that she rose up quickly and went out, followed her, saying, "She is going to the tomb to weep there." 11.33. When Jesus therefore saw her weeping, and the Jews weeping who came with her, he groaned in the spirit, and was troubled, 11.45. Therefore many of the Jews, who came to Mary and saw what Jesus did, believed in him. 12.2. So they made him a supper there. Martha served, but Lazarus was one of those who sat at the table with him. 12.3. Mary, therefore, took a pound of ointment of pure nard, very precious, and anointed the feet of Jesus, and wiped his feet with her hair. The house was filled with the fragrance of the ointment. 20.1. Now on the first day of the week, Mary Magdalene went early, while it was still dark, to the tomb, and saw the stone taken away from the tomb. 20.2. Therefore she ran and came to Simon Peter, and to the other disciple whom Jesus loved, and said to them, "They have taken away the Lord out of the tomb, and we don't know where they have laid him!" 20.3. Therefore Peter and the other disciple went out, and they went toward the tomb. 20.4. They both ran together. The other disciple outran Peter, and came to the tomb first. 20.5. Stooping and looking in, he saw the linen cloths lying, yet he didn't enter in. 20.6. Then Simon Peter came, following him, and entered into the tomb. He saw the linen cloths lying, 20.7. and the cloth that had been on his head, not lying with the linen cloths, but rolled up in a place by itself. 20.8. So then the other disciple who came first to the tomb also entered in, and he saw and believed. 20.9. For as yet they didn't know the Scripture, that he must rise from the dead. 20.10. So the disciples went away again to their own homes. 20.11. But Mary was standing outside at the tomb weeping. So, as she wept, she stooped and looked into the tomb, 20.12. and she saw two angels in white sitting, one at the head, and one at the feet, where the body of Jesus had lain. 20.13. They told her, "Woman, why are you weeping?"She said to them, "Because they have taken away my Lord, and I don't know where they have laid him." 20.14. When she had said this, she turned around and saw Jesus standing, and didn't know that it was Jesus. 20.15. Jesus said to her, "Woman, why are you weeping? Who are you looking for?"She, supposing him to be the gardener, said to him, "Sir, if you have carried him away, tell me where you have laid him, and I will take him away." 20.16. Jesus said to her, "Mary."She turned and said to him, "Rhabbouni!" which is to say, "Teacher!" 20.17. Jesus said to her, "Don't touch me, for I haven't yet ascended to my Father; but go to my brothers, and tell them, 'I am ascending to my Father and your Father, to my God and your God.'" 20.18. Mary Magdalene came and told the disciples that she had seen the Lord, and that he had said these things to her. |
|
2. New Testament, Luke, 8.1-8.3, 10.38-10.42, 16.19-16.31, 24.1-24.11 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •raising of lazarus, sources for Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 43, 47, 48 8.1. Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 8.2. καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 8.3. καὶ Ἰωάνα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς. 10.38. Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὴν οἰκίαν. 10.39. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. 10.40. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὸν οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 10.41. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· 10.42. Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς. 16.19. Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς. 16.20. πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 16.21. καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 16.22. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 16.23. καὶ ἐν τῷ ᾄδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 16.24. καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἴνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 16.25. εἶπεν δὲ Ἀβραάμ Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 16.26. καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 16.27. εἶπεν δέ Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 16.28. ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 16.29. λέγει δὲ Ἀβραάμ Ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 16.30. ὁ δὲ εἶπεν Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 16.31. εἶπεν δὲ αὐτῷ Εἰ Μωυσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. 24.1. τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθαν φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. 24.2. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 24.3. εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα ⟦τοῦ κυρίου Ἰησοῦ⟧. 24.4. καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ. 24.5. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ⟦ 24.6. οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⟧ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 24.7. λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 24.8. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 24.9. καὶ ὑποστρέψασαι [ἀπὸ τοῦ μνημείου] ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 24.10. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάνα καὶ Μαρία ἡ Ἰακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 24.11. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς. | 8.1. It happened soon afterwards, that he went about through cities and villages, preaching and bringing the good news of the Kingdom of God. With him were the twelve, 8.2. and certain women who had been healed of evil spirits and infirmities: Mary who was called Magdalene, from whom seven demons had gone out; 8.3. and Joanna, the wife of Chuzas, Herod's steward; Susanna; and many others; who ministered to them from their possessions. 10.38. It happened as they went on their way, he entered into a certain village, and a certain woman named Martha received him into her house. 10.39. She had a sister called Mary, who also sat at Jesus' feet, and heard his word. 10.40. But Martha was distracted with much serving, and she came up to him, and said, "Lord, don't you care that my sister left me to serve alone? Ask her therefore to help me." 10.41. Jesus answered her, "Martha, Martha, you are anxious and troubled about many things, 10.42. but one thing is needed. Mary has chosen the good part, which will not be taken away from her." 16.19. "Now there was a certain rich man, and he was clothed in purple and fine linen, living in luxury every day. 16.20. A certain beggar, named Lazarus, was laid at his gate, full of sores, 16.21. and desiring to be fed with the crumbs that fell from the rich man's table. Yes, even the dogs came and licked his sores. 16.22. It happened that the beggar died, and that he was carried away by the angels to Abraham's bosom. The rich man also died, and was buried. 16.23. In Hades, he lifted up his eyes, being in torment, and saw Abraham far off, and Lazarus at his bosom. 16.24. He cried and said, 'Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water, and cool my tongue! For I am in anguish in this flame.' 16.25. "But Abraham said, 'Son, remember that you, in your lifetime, received your good things, and Lazarus, in like manner, bad things. But now here he is comforted and you are in anguish. 16.26. Besides all this, between us and you there is a great gulf fixed, that those who want to pass from here to you are not able, and that none may cross over from there to us.' 16.27. "He said, 'I ask you therefore, father, that you would send him to my father's house; 16.28. for I have five brothers, that he may testify to them, so they won't also come into this place of torment.' 16.29. "But Abraham said to him, 'They have Moses and the prophets. Let them listen to them.' 16.30. "He said, 'No, father Abraham, but if one goes to them from the dead, they will repent.' 16.31. "He said to him, 'If they don't listen to Moses and the prophets, neither will they be persuaded if one rises from the dead.'" 24.1. But on the first day of the week, at early dawn, they and some others came to the tomb, bringing the spices which they had prepared. 24.2. They found the stone rolled away from the tomb. 24.3. They entered in, and didn't find the Lord Jesus' body. 24.4. It happened, while they were greatly perplexed about this, behold, two men stood by them in dazzling clothing. 24.5. Becoming terrified, they bowed their faces down to the earth. They said to them, "Why do you seek the living among the dead? 24.6. He isn't here, but is risen. Remember what he told you when he was still in Galilee, 24.7. saying that the Son of Man must be delivered up into the hands of sinful men, and be crucified, and the third day rise again?" 24.8. They remembered his words, 24.9. returned from the tomb, and told all these things to the eleven, and to all the rest. 24.10. Now they were Mary Magdalene, Joanna, and Mary the mother of James. The other women with them told these things to the apostles. 24.11. These words seemed to them to be nonsense, and they didn't believe them. |
|
3. New Testament, Mark, 16.1-16.8 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •raising of lazarus, sources for Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 43, 48 16.1. Καὶ διαγενομένου τοῦ σαββάτου [ἡ] Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ [τοῦ] Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἱνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 16.2. καὶ λίαν πρωὶ [τῇ] μιᾷ των σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. 16.3. καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 16.4. καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀνακεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 16.5. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 16.6. ὁ δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν· 16.7. ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 16.8. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ· | 16.1. When the Sabbath was past, Mary Magdalene, and Mary the mother of James, and Salome, bought spices, that they might come and anoint him. 16.2. Very early on the first day of the week, they came to the tomb when the sun had risen. 16.3. They were saying among themselves, "Who will roll away the stone from the door of the tomb for us?" 16.4. for it was very big. Looking up, they saw that the stone was rolled back. 16.5. Entering into the tomb, they saw a young man sitting on the right side, dressed in a white robe, and they were amazed. 16.6. He said to them, "Don't be amazed. You seek Jesus, the Nazarene, who has been crucified. He has risen. He is not here. Behold, the place where they laid him! 16.7. But go, tell his disciples and Peter, 'He goes before you into Galilee. There you will see him, as he said to you.'" 16.8. They went out, and fled from the tomb, for trembling and astonishment had come on them. They said nothing to anyone; for they were afraid. |
|
4. New Testament, Matthew, 28.1-28.10 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •raising of lazarus, sources for Found in books: Ernst (2009), Martha from the Margins: The Authority of Martha in Early Christian Tradition, 43 28.1. Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 28.2. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 28.3. ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. 28.4. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. 28.5. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 28.6. οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο· 28.7. καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 28.8. καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 28.9. καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 28.10. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. | 28.1. Now after the Sabbath, as it began to dawn on the first day of the week, Mary Magdalene and the other Mary came to see the tomb. 28.2. Behold, there was a great earthquake, for an angel of the Lord descended from the sky, and came and rolled away the stone from the door, and sat on it. 28.3. His appearance was like lightning, and his clothing white as snow. 28.4. For fear of him, the guards shook, and became like dead men. 28.5. The angel answered the women, "Don't be afraid, for I know that you seek Jesus, who has been crucified. 28.6. He is not here, for he has risen, just like he said. Come, see the place where the Lord was lying. 28.7. Go quickly and tell his disciples, 'He has risen from the dead, and behold, he goes before you into Galilee; there you will see him.' Behold, I have told you." 28.8. They departed quickly from the tomb with fear and great joy, and ran to bring his disciples word. 28.9. As they went to tell his disciples, behold, Jesus met them, saying, "Rejoice!"They came and took hold of his feet, and worshiped him. 28.10. Then Jesus said to them, "Don't be afraid. Go tell my brothers that they should go into Galilee, and there they will see me." |
|