10.9.1. Δελφοῖς δὲ ἡ πόλις ἄναντες διὰ πάσης παρέχεται σχῆμα, κατὰ τὰ αὐτὰ δὲ τῇ πόλει τῇ ἄλλῃ καὶ ὁ ἱερὸς περίβολος τοῦ Ἀπόλλωνος. οὗτος δὲ μεγέθει μέγας καὶ ἀνωτάτω τοῦ ἄστεώς ἐστι· τέτμηνται δὲ καὶ ἔξοδοι διʼ αὐτοῦ συνεχεῖς. ὁπόσα δὲ τῶν ἀναθημάτων εἶναί μοι λόγου μάλιστα ἄξια ἐφαίνετο, ποιησόμεθα αὐτῶν μνήμην. 10.10.1. τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον δὴ ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦ Μαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας· εἰσὶ δὲ Ἀθηνᾶ τε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶν στρατηγησάντων Μιλτιάδης· ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύς τε καὶ Κέκροψ καὶ Πανδίων, οὗτοι μὲν δὴ καὶ Λεώς τε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενος τῆς Φύλαντος, ἔτι δὲ Αἰγεύς τε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖς Ἀθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν· ὁ δὲ Μελάνθου Κόδρος καὶ Θησεὺς καὶ Νηλεύς ἐστιν , οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί. | 10.9.1. The city of Delphi , both the sacred enclosure of Apollo and the city generally, lies altogether on sloping ground. The enclosure is very large, and is on the highest part of the city. Passages run through it, close to one another. I will mention which of the votive offerings seemed to me most worthy of notice. 10.10.1. On the base below the wooden horse is an inscription which says that the statues were dedicated from a tithe of the spoils taken in the engagement at Marathon. They represent Athena, Apollo, and Miltiades, one of the generals. of those called heroes there are Erechtheus, Cecrops, Pandion, Leos, Antiochus, son of Heracles by Meda , daughter of Phylas, as well as Aegeus and Acamas, one of the sons of Theseus. These heroes gave names, in obedience to a Delphic oracle, to tribes at Athens . Codrus however, the son of Melanthus, Theseus, and Neleus, these are not givers of names to tribes. |