1. New Testament, Ephesians, 2.19 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 2.19. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, | 2.19. So then you are no longer strangers and sojourners, but you are fellow citizens with the saints, and of the household of God, |
|
2. New Testament, Matthew, 7.18, 20.21-20.23 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137, 232 7.18. οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν, 20.21. ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις; λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 20.22. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ Δυνάμεθα. 20.23. λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. | 7.18. A good tree can't produce evil fruit, neither can a corrupt tree produce good fruit. 20.21. He said to her, "What do you want?"She said to him, "Command that these, my two sons, may sit, one on your right hand, and one on your left hand, in your kingdom." 20.22. But Jesus answered, "You don't know what you are asking. Are you able to drink the cup that I am about to drink, and be baptized with the baptism that I am baptized with?"They said to him, "We are able." 20.23. He said to them, "You will indeed drink my cup, and be baptized with the baptism that I am baptized with, but to sit on my right hand and on my left hand is not mine to give; but it is for whom it has been prepared by my Father." |
|
3. New Testament, Mark, 10.35-10.40 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 10.35. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάνης οἱ [δύο] υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. 10.36. ὁ δὲ εἶπεν αὐτοῖς Τί θέλετε ποιήσω ὑμῖν; 10.37. οἱ δὲ εἶπαν αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 10.38. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 10.39. οἱ δὲ εἶπαν αὐτῷ Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 10.40. τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται. | 10.35. James and John, the sons of Zebedee, came near to him, saying, "Teacher, we want you to do for us whatever we will ask." 10.36. He said to them, "What do you want me to do for you?" 10.37. They said to him, "Grant to us that we may sit, one at your right hand, and one at your left hand, in your glory." 10.38. But Jesus said to them, "You don't know what you are asking. Are you able to drink the cup that I drink, and to be baptized with the baptism that I am baptized with?" 10.39. They said to him, "We are able."Jesus said to them, "You shall indeed drink the cup that I drink, and you shall be baptized with the baptism that I am baptized with; 10.40. but to sit at my right hand and at my left hand is not mine to give, but for whom it has been prepared." |
|
4. New Testament, Luke, 5.36-5.39, 6.43, 7.29-7.35, 8.11-8.15, 8.40-8.42, 8.49-8.56, 10.29-10.42, 13.1-13.9, 14.1-14.11, 14.25-14.35, 15.11-15.26, 16.13, 22.35-22.37, 22.49-22.51, 23.34 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 105, 123, 140, 197, 232 5.36. Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 5.37. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 5.38. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. 5.39. [Οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ Ὁ παλαιὸς χρηστός ἐστιν.] 6.43. Οὐ γὰρ ἔστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· 7.29. — Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάνου· 7.30. οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.— 7.31. Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν 7.32. ὅμοιοι; ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· 7.33. ἐλήλυθεν γὰρ Ἰωάνης ὁ βαπτιστὴς μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε Δαιμόνιον ἔχει· 7.34. ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἔσθων καὶ πίνων, καὶ λέγετε Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 7.35. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς. 8.11. ἔστιν δὲ αὕτη ἡ παραβολή. Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 8.12. οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 8.13. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 8.14. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 8.15. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. 8.40. Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 8.41. Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 8.42. ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 8.49. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον. 8.50. ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ Μὴ φοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται. 8.51. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινὰ σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 8.52. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 8.53. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 8.54. αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων Ἡ παῖς, ἔγειρε. 8.55. καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 8.56. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός. 10.29. Ὁ δὲ θέλων δικαιῶσαι ἑυντὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον; 10.30. ὑπολαβὼν ὁ Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰερειχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ. 10.31. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν [ἐν] τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 10.32. ὁμοίως δὲ καὶ Λευείτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 10.33. Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη, 10.34. καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 10.35. καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 10.36. τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 10.37. ὁ δὲ εἶπεν Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν δὲ αὐτῷ [ὁ] Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως. 10.38. Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὴν οἰκίαν. 10.39. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. 10.40. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὸν οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 10.41. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· 10.42. Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς. 13.1. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 13.2. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; 13.3. οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. 13.4. ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ; 13.5. οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοήσητε πάντες ὡσαύτως ἀπολεῖσθε. 13.6. Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 13.7. εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; 13.8. ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν 13.9. καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν. 14.1. Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 14.2. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 14.3. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν. 14.4. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 14.5. καὶ πρὸς αὐτοὺς εἶπεν Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου; 14.6. καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα. 14.7. Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, 14.8. λέγων πρὸς αὐτούς Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μή ποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ, 14.9. καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 14.10. ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. 14.11. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 14.25. Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς 14.26. Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. 14.27. ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 14.28. τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν; 14.29. ἵνα μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν 14.30. λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 14.31. ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συνβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; 14.32. εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ πρὸς εἰρήνην. 14.33. οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής. 14.34. Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 14.35. οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 15.11. Εἶπεν δέ Ἄνθρωπός τις εῖχεν δύο υἱούς. 15.12. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. 15.13. καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 15.14. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15.15. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, 15.16. καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 15.17. εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι· 15.18. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· 15.19. ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 15.20. Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 15.21. εἶπεν δὲ ὁ υἱὸς αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου [· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου]. 15.22. εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 15.23. καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν, 15.24. ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. 15.25. ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 15.26. καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα· 16.13. Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. 22.35. Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν Οὐθενός. 22.36. εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. 22.37. λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. 22.49. ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 22.50. καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 22.51. ἀποκριθεὶς δὲ [ὁ] Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. 23.34. ⟦ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⟧ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. | 5.36. He also told a parable to them. "No one puts a piece from a new garment on an old garment, or else he will tear the new, and also the piece from the new will not match the old. 5.37. No one puts new wine into old wineskins, or else the new wine will burst the skins, and it will be spilled, and the skins will be destroyed. 5.38. But new wine must be put into fresh wineskins, and both are preserved. 5.39. No man having drunk old wine immediately desires new, for he says, 'The old is better.'" 6.43. For there is no good tree that brings forth rotten fruit; nor again a rotten tree that brings forth good fruit. 7.29. When all the people and the tax collectors heard this, they declared God to be just, having been baptized with John's baptism. 7.30. But the Pharisees and the lawyers rejected the counsel of God, not being baptized by him themselves. 7.31. The Lord said, "To what then will I liken the people of this generation? What are they like? 7.32. They are like children who sit in the marketplace, and call one to another, saying, 'We piped to you, and you didn't dance. We mourned, and you didn't weep.' 7.33. For John the Baptizer came neither eating bread nor drinking wine, and you say, 'He has a demon.' 7.34. The Son of Man has come eating and drinking, and you say, 'Behold, a gluttonous man, and a drunkard; a friend of tax collectors and sinners!' 7.35. Wisdom is justified by all her children." 8.11. Now the parable is this: The seed is the word of God. 8.12. Those along the road are those who hear, then the devil comes, and takes away the word from their heart, that they may not believe and be saved. 8.13. Those on the rock are they who, when they hear, receive the word with joy; but these have no root, who believe for a while, then fall away in time of temptation. 8.14. That which fell among the thorns, these are those who have heard, and as they go on their way they are choked with cares, riches, and pleasures of life, and bring no fruit to maturity. 8.15. That in the good ground, these are such as in an honest and good heart, having heard the word, hold it tightly, and bring forth fruit with patience. 8.40. It happened, when Jesus returned, that the multitude welcomed him, for they were all waiting for him. 8.41. Behold, there came a man named Jairus, and he was a ruler of the synagogue. He fell down at Jesus' feet, and begged him to come into his house, 8.42. for he had an only daughter, about twelve years of age, and she was dying. But as he went, the multitudes thronged him. 8.49. While he still spoke, one from the ruler of the synagogue's house came, saying to him, "Your daughter is dead. Don't trouble the Teacher." 8.50. But Jesus hearing it, answered him, "Don't be afraid. Only believe, and she will be healed." 8.51. When he came to the house, he didn't allow anyone to enter in, except Peter, John, James, the father of the girl, and her mother. 8.52. All were weeping and mourning her, but he said, "Don't weep. She isn't dead, but sleeping." 8.53. They laughed him to scorn, knowing that she was dead. 8.54. But he put them all outside, and taking her by the hand, he called, saying, "Little girl, arise!" 8.55. Her spirit returned, and she rose up immediately. He commanded that something be given to her to eat. 8.56. Her parents were amazed, but he charged them to tell no one what had been done. 10.29. But he, desiring to justify himself, asked Jesus, "Who is my neighbor?" 10.30. Jesus answered, "A certain man was going down from Jerusalem to Jericho, and he fell among robbers, who both stripped him and beat him, and departed, leaving him half dead. 10.31. By chance a certain priest was going down that way. When he saw him, he passed by on the other side. 10.32. In the same way a Levite also, when he came to the place, and saw him, passed by on the other side. 10.33. But a certain Samaritan, as he journeyed, came where he was. When he saw him, he was moved with compassion, 10.34. came to him, and bound up his wounds, pouring on oil and wine. He set him on his own animal, and brought him to an inn, and took care of him. 10.35. On the next day, when he departed, he took out two denarii, and gave them to the host, and said to him, 'Take care of him. Whatever you spend beyond that, I will repay you when I return.' 10.36. Now which of these three do you think seemed to be a neighbor to him who fell among the robbers?" 10.37. He said, "He who showed mercy on him."Then Jesus said to him, "Go and do likewise." 10.38. It happened as they went on their way, he entered into a certain village, and a certain woman named Martha received him into her house. 10.39. She had a sister called Mary, who also sat at Jesus' feet, and heard his word. 10.40. But Martha was distracted with much serving, and she came up to him, and said, "Lord, don't you care that my sister left me to serve alone? Ask her therefore to help me." 10.41. Jesus answered her, "Martha, Martha, you are anxious and troubled about many things, 10.42. but one thing is needed. Mary has chosen the good part, which will not be taken away from her." 13.1. Now there were some present at the same time who told him about the Galilaeans, whose blood Pilate had mixed with their sacrifices. 13.2. Jesus answered them, "Do you think that these Galilaeans were worse sinners than all the other Galilaeans, because they suffered such things? 13.3. I tell you, no, but, unless you repent, you will all perish in the same way. 13.4. Or those eighteen, on whom the tower in Siloam fell, and killed them; do you think that they were worse offenders than all the men who dwell in Jerusalem? 13.5. I tell you, no, but, unless you repent, you will all perish in the same way." 13.6. He spoke this parable. "A certain man had a fig tree planted in his vineyard, and he came seeking fruit on it, and found none. 13.7. He said to the vine dresser, 'Behold, these three years I have come looking for fruit on this fig tree, and found none. Cut it down. Why does it waste the soil?' 13.8. He answered, 'Lord, leave it alone this year also, until I dig around it, and fertilize it. 13.9. If it bears fruit, fine; but if not, after that, you can cut it down.'" 14.1. It happened, when he went into the house of one of the rulers of the Pharisees on a Sabbath to eat bread, that they were watching him. 14.2. Behold, a certain man who had dropsy was in front of him. 14.3. Jesus, answering, spoke to the lawyers and Pharisees, saying, "Is it lawful to heal on the Sabbath?" 14.4. But they were silent. He took him, and healed him, and let him go. 14.5. He answered them, "Which of you, if your son or an ox fell into a well, wouldn't immediately pull him out on a Sabbath day?" 14.6. They couldn't answer him regarding these things. 14.7. He spoke a parable to those who were invited, when he noticed how they chose the best seats, and said to them, 14.8. "When you are invited by anyone to a marriage feast, don't sit in the best seat, since perhaps someone more honorable than you might be invited by him, 14.9. and he who invited both of you would come and tell you, 'Make room for this person.' Then you would begin, with shame, to take the lowest place. 14.10. But when you are invited, go and sit in the lowest place, so that when he who invited you comes, he may tell you, 'Friend, move up higher.' Then you will be honored in the presence of all who sit at the table with you. 14.11. For everyone who exalts himself will be humbled, and whoever humbles himself will be exalted." 14.25. Now great multitudes were going with him. He turned and said to them, 14.26. "If anyone comes to me, and doesn't hate his own father, mother, wife, children, brothers, and sisters, yes, and his own life also, he can't be my disciple. 14.27. Whoever doesn't bear his own cross, and come after me, can't be my disciple. 14.28. For which of you, desiring to build a tower, doesn't first sit down and count the cost, to see if he has enough to complete it? 14.29. Or perhaps, when he has laid a foundation, and is not able to finish, everyone who sees begins to mock him, 14.30. saying, 'This man began to build, and wasn't able to finish.' 14.31. Or what king, as he goes to encounter another king in war, will not sit down first and consider whether he is able with ten thousand to meet him who comes against him with twenty thousand? 14.32. Or else, while the other is yet a great way off, he sends an envoy, and asks for conditions of peace. 14.33. So therefore whoever of you who doesn't renounce all that he has, he can't be my disciple. 14.34. Salt is good, but if the salt becomes flat and tasteless, with what do you season it? 14.35. It is fit neither for the soil nor for the manure pile. It is thrown out. He who has ears to hear, let him hear." 15.11. He said, "A certain man had two sons. 15.12. The younger of them said to his father, 'Father, give me my share of your property.' He divided his livelihood between them. 15.13. Not many days after, the younger son gathered all of this together and took his journey into a far country. There he wasted his property with riotous living. 15.14. When he had spent all of it, there arose a severe famine in that country, and he began to be in need. 15.15. He went and joined himself to one of the citizens of that country, and he sent him into his fields to feed pigs. 15.16. He wanted to fill his belly with the husks that the pigs ate, but no one gave him any. 15.17. But when he came to himself he said, 'How many hired servants of my father's have bread enough to spare, and I'm dying with hunger! 15.18. I will get up and go to my father, and will tell him, "Father, I have sinned against heaven, and in your sight. 15.19. I am no more worthy to be called your son. Make me as one of your hired servants."' 15.20. "He arose, and came to his father. But while he was still far off, his father saw him, and was moved with compassion, and ran, and fell on his neck, and kissed him. 15.21. The son said to him, 'Father, I have sinned against heaven, and in your sight. I am no longer worthy to be called your son.' 15.22. "But the father said to his servants, 'Bring out the best robe, and put it on him. Put a ring on his hand, and shoes on his feet. 15.23. Bring the fattened calf, kill it, and let us eat, and celebrate; 15.24. for this, my son, was dead, and is alive again. He was lost, and is found.' They began to celebrate. 15.25. "Now his elder son was in the field. As he came near to the house, he heard music and dancing. 15.26. He called one of the servants to him, and asked what was going on. 16.13. No servant can serve two masters, for either he will hate the one, and love the other; or else he will hold to one, and despise the other. You aren't able to serve God and mammon." 22.35. He said to them, "When I sent you out without purse, and wallet, and shoes, did you lack anything?"They said, "Nothing." 22.36. Then he said to them, "But now, whoever has a purse, let him take it, and likewise a wallet. Whoever has none, let him sell his cloak, and buy a sword. 22.37. For I tell you that this which is written must still be fulfilled in me: 'He was counted with the lawless.' For that which concerns me has an end." 22.49. When those who were around him saw what was about to happen, they said to him, "Lord, shall we strike with the sword?" 22.50. A certain one of them struck the servant of the high priest, and cut off his right ear. 22.51. But Jesus answered, "Let me at least do this" -- and he touched his ear, and healed him. 23.34. Jesus said, "Father, forgive them, for they don't know what they are doing."Dividing his garments among them, they cast lots. |
|
5. New Testament, Romans, 3.20-3.22, 5.20-5.21, 6.19 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 3.20. διότι ἐξ ἔργων νόμουοὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. 3.21. νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 3.22. δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως [Ἰησοῦ] Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή. 5.20. νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, 5.21. ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. 6.19. ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ [εἰς τὴν ἀνομίαν], οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· | 3.20. Because by the works of the law, no flesh will be justified in his sight. For through the law comes the knowledge of sin. 3.21. But now apart from the law, a righteousness of God has been revealed, being testified by the law and the prophets; 3.22. even the righteousness of God through faith in Jesus Christ to all and on all those who believe. For there is no distinction, 5.20. The law came in besides, that the trespass might abound; but where sin abounded, grace did abound more exceedingly; 5.21. that as sin reigned in death, even so might grace reign through righteousness to eternal life through Jesus Christ our Lord. 6.19. I speak in human terms because of the weakness of your flesh, for as you presented your members as servants to uncleanness and to wickedness upon wickedness, even so now present your members as servants to righteousness for sanctification. |
|
6. Hippolytus, Against Noetus, 1.4-1.8 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 105 |
7. Tertullian, Against Marcion, 1.2.1-1.2.2, 1.25.6, 2.4.2, 2.14.1, 2.15.5, 2.24.4, 2.29.4, 4.11.10, 4.17.9, 4.42.4 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 197, 232, 340 |
8. Tertullian, On The Flesh of Christ, 8 (2nd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 197 | 8. These passages alone, in which Apelles and Marcion seem to place their chief reliance when interpreted according to the truth of the entire uncorrupted gospel, ought to have been sufficient for proving the human flesh of Christ by a defense of His birth. But since Apelles' precious set lay a very great stress on the shameful condition of the flesh, which they will have to have been furnished with souls tampered with by the fiery author of evil, and so unworthy of Christ; and because they on that account suppose that a sidereal substance is suitable for Him, I am bound to refute them on their own ground. They mention a certain angel of great renown as having created this world of ours, and as having, after the creation, repented of his work. This indeed we have treated of in a passage by itself; for we have written a little work in opposition to them, on the question whether one who had the spirit, and will, and power of Christ for such operations, could have done anything which required repentance, since they describe the said angel by the figure of the lost sheep. The world, then, must be a wrong thing, according to the evidence of its Creator's repentance; for all repentance is the admission of fault, nor has it indeed any existence except through fault. Now, if the world is a fault, as is the body, such must be its parts - faulty too; so in like manner must be the heaven and its celestial (contents), and everything which is conceived and produced out of it. And a corrupt tree must needs bring forth evil fruit. Matthew 7:17 The flesh of Christ, therefore, if composed of celestial elements, consists of faulty materials, sinful by reason of its sinful origin; so that it must be a part of that substance which they disdain to clothe Christ with, because of its sinfulness - in other words, our own. Then, as there is no difference in the point of ignominy, let them either devise for Christ some substance of a purer stamp, since they are displeased with our own, or else let them recognise this too, than which even a heavenly substance could not have been better. We read in so many words: The first man is of the earth, earthy; the second man is the Lord from heaven. 1 Corinthians 15:47 This passage, however, has nothing to do with any difference of substance; it only contrasts with the once earthy substance of the flesh of the first man, Adam, the heavenly substance of the spirit of the second man, Christ. And so entirely does the passage refer the celestial man to the spirit and not to the flesh, that those whom it compares to Him evidently become celestial - by the Spirit, of course - even in this earthy flesh. Now, since Christ is heavenly even in regard to the flesh, they could not be compared to Him, who are not heavenly in reference to their flesh. If, then, they who become heavenly, as Christ also was, carry about an earthy substance of flesh, the conclusion which is affirmed by this fact is, that Christ Himself also was heavenly, but in an earthy flesh, even as they are who are put on a level with Him. |
|
9. Aristides of Athens, Apology, 10.7, 11.1 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 340 |
10. Origen, Homiliae In Genesim (In Catenis), 2.2.3 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 |
11. Origen, Homilies On Exodus, 3.2.70 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 |
12. Origen, Commentariorum Series In Evangelium Matthaei (Mt. 22.342763), 46 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 |
13. Origen, Commentary On Romans, 3.3.133-3.3.137, 3.7.3-3.7.5, 4.2.231-4.2.249, 5.1.28-5.1.49 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 |
14. Origen, Commentary On Romans, 3.3.133-3.3.137, 3.7.3-3.7.5, 4.2.231-4.2.249, 5.1.28-5.1.49 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 |
15. Origen, Commentary On Romans, 3.3.133-3.3.137, 3.7.3-3.7.5, 4.2.231-4.2.249, 5.1.28-5.1.49 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 |
16. Origen, Homilies On Joshua, 11.6, 14.1, 15.1 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 140 |
17. Origen, Homilies On Genesis, 2.2.3 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 |
18. Origen, Homilies On Luke, 25.5 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137 |
19. John Chrysostom, Homilies On Matthew, 2018-03-05 00:00:00 (4th cent. CE - 5th cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 340 |
20. Epiphanius, Panarion, 42.2, 42.3.3 (4th cent. CE - 5th cent. CE) Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 105, 232 |
21. Papyri, P. Corn. Inv., 45 Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 105 |
22. Naevius, Agitatoria, 2.5.4, 3.1.9, 3.1.16, 4.2.2 Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 137, 140 |
23. Adamantius, Dialogue of Adamantius, 6.1, 6.2, 6.3, 6.4, 6.5, 8.2, 8.3, 8.4, 8.5, 8.6, 8.7, 8.8, 8.9, 8.10, 8.11, 8.12, 8.13, 8.14, 8.15, 8.16, 8.17, 8.18, 8.19, 8.20, 8.21, 8.22, 18.7, 18.8, 18.9, 18.10, 18.11, 18.12, 18.13, 18.14, 18.15, 18.16, 18.17, 18.18, 22.1, 24.12, 24.13, 28.10, 34.10-36.2, 38.20, 38.21, 38.22, 38.23, 38.24, 38.25, 38.26, 38.27, 38.28, 38.29, 56.14, 56.15, 56.16, 56.17, 58.11, 58.12, 58.13, 60.12, 68.12, 68.13, 68.14, 68.15, 68.16, 68.17, 72.17-74.23, 90.5, 90.6, 90.7, 90.8, 90.9, 90.10, 114.5, 114.6, 114.7, 114.8, 114.9, 114.10, 114.11, 114.12, 114.13, 114.14, 114.15, 114.16, 114.17, 114.18, 114.19, 114.20 Tagged with subjects: •nan Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 123 |
24. Mart., Nat., 47 Tagged with subjects: •parable, of two trees Found in books: Lieu (2015), Marcion and the Making of a Heretic: God and Scripture in the Second Century, 232 |