2. Plutarch, Lucullus, 4.1, 20.4 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •olympia, and cornelius sulla, lucius Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 208 4.1. ἐκεῖθεν δὲ Σύλλᾳ περὶ Χερρόνησον ἤδη μέλλοντι διαβαίνειν συμβαλὼν τόν τε πόρον ἀσφαλῆ παρεῖχε καὶ τήν στρατιὰν συνδιεβίβαζεν, ἐπεὶ δὲ συνθηκῶν γενομένων Μιθριδάτης μὲν ἀπέπλευσεν εἰς τὸν Εὔξεινον πόντον, Σύλλας δὲ τήν Ἀσίαν δισμυρίοις ταλάντοις ἐζημίωσε, προσταχθὲν οὕτω τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι, παραμύθιόν τι δοκεῖ τῆς Σύλλα χαλεπότητος γενέσθαι ταῖς πόλεσιν, οὐ μόνον καθαρὸν καὶ δίκαιον, ἀλλὰ καὶ πρᾷον εἰς οὕτω βαρὺ καὶ σκυθρωπὸν ὑπηρέτημα παρασχὼν ἑαυτόν. 20.4. ὥστʼ ἐν ἐλάττονι χρόνῳ τετραετίας διαλυθῆναι τὰ χρέα πάντα καὶ τὰς κτήσεις ἐλευθέρας ἀποδοθῆναι τοῖς δεσπόταις. ἦν δὲ τοῦτο κοινὸν δάνειον ἐκ τῶν δισμυρίων ταλάντων, οἷς τὴν Ἀσίαν ἐξημίωσεν ὁ Σύλλας καὶ διπλοῦν ἀπεδόθη τοῖς δανείσασιν, ὑπʼ ἐκείνων ἀνηγμένον ἤδη τοῖς τόκοις εἰς δώδεκα μυριάδας ταλάντων. | 4.1. 20.4. |
|
3. Plutarch, Sulla, 12.3-12.6, 12.9, 25.2 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •olympia, and cornelius sulla, lucius Found in books: Wilding (2022), Reinventing the Amphiareion at Oropos, 208, 214 12.3. ἐπιλειπούσης δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι πολλὰ τῶν ἔργων περικλώμενα τοῖς αὑτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι, καὶ τήν τε Ἀκαδήμειαν ἔκειρε δενδροφορωτάτην προαστείων οὖσαν καὶ τὸ Λύκειον. ἐπεὶ δὲ καὶ χρημάτων ἔδει πολλῶν πρὸς τὸν πόλεμον, ἐκίνει τὰ τῆς Ἑλλάδος ἄσυλα, τοῦτο μὲν ἐξ Ἐπιδαύρου, τοῦτο δὲ ἐξ Ὀλυμπίας, τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος. 12.4. ἔγραψε δὲ καὶ τοῖς Ἀμφικτύοσιν εἰς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ καὶ ἀποχρησάμενος ἀποδώσειν οὐκ ἐλάττω· καὶ τῶν φίλων ἀπέστειλε Κάφιν τὸν Φωκέα κελεύσας σταθμῷ παραλαβεῖν ἕκαστον. ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς, ὤκνει δὲ τῶν ἱερῶν θιγεῖν, καὶ πολλὰ τῶν Ἀμφικτυόνων παρόντων ἀπεδάκρυσε τήν ἀνάγκην. 12.5. ἐνίων δὲ φασκόντων ἀκοῦσαι φθεγγομένης τῆς ἐν τοῖς ἀνακτόροις κιθάρας, εἴτε πιστεύσας εἴτε τὸν Σύλλαν βουλόμενος ἐμβαλεῖν εἰς δεισιδαιμονίαν, ἐπέστειλε πρὸς αὐτόν, ὁ δὲ σκώπτων ἀντέγραψε θαυμάζειν τὸν Κάφιν, εἰ μὴ συνίησιν ὅτι χαίροντος, οὐ χαλεπαίνοντος, εἴη τὸ ᾅδειν· ὥστε θαρροῦντα λαμβάνειν ἐκέλευσεν, ὡς ἡδομένου τοῦ θεοῦ καὶ διδόντος. 12.6. τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς Ἕλληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ Ἀμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον Ἀκύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν Ἀντίοχον ἐξελάσας τῆς Ἑλλάδος, οἱ δὲ τούς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν. 12.9. ὧν οὐχ ἥκιστα Σύλλας ἐνέδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τούς ὑπʼ ἄλλοις ταττομένους καταχορηγῶν εἰς τούς ὑφʼ αὑτῷ καὶ δαπανώμενος, ὥστε ἅμα τούς ἄλλους μὲν εἰς προδοσίαν, τούς δὲ ὑφʼ αὑτῷ εἰς ἀσωτίαν διαφθείρων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα πρὸς τὴν πολιορκίαν ἐκείνην. 25.2. Σύλλας δὲ κοινῇ μὲν ἐζημίωσε τὴν Ἀσίαν δισμυρίοις ταλάντοις, ἰδίᾳ δὲ τοὺς οἴκους ἐξέτριψεν ὕβρει καὶ πολιορκίᾳ πολιορκίᾳ MSS., Coraës, Sintenis 1 , Bekker: πλεονεξίᾳ after Solanus. τῶν ἐπισταθμευόντων. ἐτέτακτο γὰρ ἑκάστης ἡμέρας τῷ καταλύτῃ τὸν ξένον διδόναι τέσσαρα τετράδραχμα καὶ παρέχειν δεῖπνον αὐτῷ καὶ φίλοις, ὅσους ἂν ἐθέλῃ καλεῖν, ταξίαρχον δὲ πεντήκοντα δραχμὰς λαμβάνειν τῆς ἡμέρας, ἐσθῆτα δὲ ἄλλην μὲν οἰκουρῶν, ἄλλην δὲ εἰς ἀγορὰν προερχόμενος. | 12.3. 12.4. 12.5. 12.6. 12.9. 25.2. |
|