17. Philostratus The Athenian, Life of Apollonius, 1.2.1, 1.17, 3.23.2, 6.1, 6.1.1, 6.2.1, 6.10.6, 6.11, 6.12.1-6.12.2, 6.16.1-6.16.2, 6.20.6, 8.7.14 (2nd cent. CE - missingth cent. CE) Tagged with subjects: •nile, departure and destination Found in books: Manolaraki (2012), Noscendi Nilum Cupido: Imagining Egypt from Lucan to Philostratus, 277, 278 1.17. λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ' αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν ̓Ατθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ' ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτο “οἶδα” ἔλεγε καὶ “δοκεῖ μοι” καὶ “ποῖ φέρεσθε;” καὶ “χρὴ εἰδέναι.” καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, “ὅτι” ἔφη “μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα.” “πῶς οὖν, ̓Απολλώνιε, διαλέξεται ὁ σοφός;” πάλιν ἐπερομένου αὐτὸν “ὡς νομοθέτης,” ἔφη “δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι.” ὧδε αὐτῷ τὰ ἐν ̓Αντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους. 6.1. Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ ̓Ινδοὶ τὸ πρὸς ἕω, κατὰ Μερόην δ' Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν ̓Ωκεανὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ' Αἰθιόπων ἄγει. μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς ̓Ινδοὺς ἥδε ἡ χώρα, ὅτι μηδ' ἄλλη μηδεμία, ὁπόσαι κατ' ἀνθρώπους ὀνομασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν ̓Ινδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ ̓Ινδοῦ τε καὶ Νείλου: ἐπιρραίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπ' αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν ̓Ινδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυγμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ ̓Ινδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλ' ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾅδονται τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός. 6.11. ταῦτα εἰπόντος ἐστράφησαν ἐς τὸν ̓Απολλώνιον πάντες, οἱ μὲν ἀμφ' αὐτόν, ὡς ἀντιλέξοι, γιγνώσκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, ὅ τι ἀντερεῖ. ὁ δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ τοῦ τόνου “μή τι” ἔφη “προστίθης;” “μὰ Δί',” εἶπεν “εἴρηκα γάρ.” τοῦ δ' αὖ ἐρομένου “μὴ τῶν ἄλλων τις Αἰγυπτίων;” “πάντων” ἔφη “δἰ ἐμοῦ ἤκουσας.” ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν: “ἡ μὲν ̔Ηρακλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσοφίας νοῦν, ὦ σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν: οὔτε γὰρ ξυμβούλους ὑμάς βίου ποιησόμενος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα, πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δ' ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσασθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυθαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀρρήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώματι πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκειται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπ' αὐτῇ σιωπῆς εὑρὼν δόγμα, καὶ τὴν ἄλλην φιλοσοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδραμον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκάστῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς αἱρεῖσθαι: ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπ' ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάρρυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δ' ἡ μέν τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, ἡ δ' αὖ μοχθήσαντα ἀναπαύσειν, ἡ δ' ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐδεὶς ὀμμάτων, ἀλλ' ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοιαῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοίδορος καὶ ἀπηγκωνισμένη πάντα, εἶδον σοφίας εἶδος ἄρρητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστήκει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλ' ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδα “μειράκιον,” εἶπεν, “ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων:” εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν ̔ἂν' ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα, ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα θάλψει αὐτόν, οὐδὲ ἔριον, ὃ ἀπ' ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάραθρά ἐστί μοι, καθ' ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δ' οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπ' αὐτοὺς ἔχειν. ἃ δ' ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε: σωφροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλλον ἢ ὑπ' αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα, καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖνος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δ' ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων.” ἥδε μοι βίου αἵρεσις, ὦ σοφοὶ Αἰγυπτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλόμενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ ἃ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντ' ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρχαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως. ̓Αθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε ὁ λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ πανσόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρ' οἷς οὐχ ὁ μέν τίς, ὁ δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, ὁ δὲ ἐφιστάς με “εἰ τῶν ἐρώντων” εἶπεν “ἐτύγχανες ὢν ἢ τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς αὐτὸ τῆς ὥρας σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ ὁ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δ' αὐτὸν τριηράρχου τινὸς ἢ φυλάρχου ἐκάλεις, ἆρά γ' ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, ἢ κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν ὀνομάζων τὸ μειράκιον, ἀλλ' ἀπ' ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν ̓Ινδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλ' ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, ἢ εἰ πάλιν αὐτοῖς, ὡς αὐτοὶ ᾅδουσι, μέλιτι ξυγκεκραμένος ἀναβαίη ὁ Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπ' ̓Ινδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες: ἐντυχών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν ̓Αθηναῖοι: ποιητὴς μὲν γὰρ οὗτος τραγῳδίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χοροὺς ἀποτάδην ὄντας, ἢ τὰς τῶν ὑποκριτῶν ἀντιλέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, ἢ τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν, ὁ δ' ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν ̓Αθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς: καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου ̓Ινδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ' ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον ̓Ινδοὶ στείλαντες ἐφ' ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν: ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν: εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ' αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων. εἰ δ' αἰνιγμάτων ἅπτομαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λόγον: σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυθαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ ̓Ινδῶν ἐπῃνεῖτε, ̓Ινδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες: ἐπεὶ δ' αἰδοῖ τοῦ λόγου, δι' ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν ἢ Αἰθίοπες οἱ ἀπὸ ̓Ινδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο: ὅθεν ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυναποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον ἢ τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ ̓Ινδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφ' οἵων διαβεβλῆσθαι ἥκειν, καὶ οὐδὲ μετερρύθμισθέ πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίησθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν ̓Ινδοὺς φάσκοντες, ἀλλ' ἢ ἐκπλήξεις καὶ ἀγωγάς, καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σοφίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς ἐπ' αὐτῇ δόξης, ἐγὼ δ' ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, ὅ με ̓Ινδοὶ ἡγοῦνται, ̓Ινδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι. ἀλλ' εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία ̔Ιμεραίου ἀνδρός, ὃς ᾅδων ἐς τὴν ̔Ελένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκάλεσεν οὐκ ἔστιν ἔτυμος ὁ λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστηκυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται. διῆλθές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παράδειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτερῶν ξυντεθείς: ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ ταῦτα, τὸ γὰρ ξυμφέρετε πτερά τ' οἰωνοὶ κηρόν τε μέλιτται κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, ὁ δ', οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σοφίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ μεγάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ' ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσσοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην ̓Ιλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλλώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλ' ἐκεῖνον μὲν ὑπὲρ τῶν ̔Ελλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον ἢ τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ ̔́Ελληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦμαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοιάσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο: δρᾶ τὸ δεῖνα ἢ μὴ δρᾶ, καὶ ἴθι ἢ μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους ἢ μὴ ποιοῦ, βραχέα γάρ που ταῦτα, ἤ, ὥς φατε ὑμεῖς, γυμνά, ὁ δ' ἵνα μεγαλορρήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, ὅ τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάττης μέτρα ξυνειληφέναι πάντα. ἢ καὶ ταῦτα τερατολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ ὁ ̓Απόλλων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκόλους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώτεραι ἢ οἱ ἀτεχνῶς μάντεις: τοῦτό μοι καὶ ὑμεῖς παρὰ τὴν ̓Ινδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέ — ἀλλ' οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ ̓Ινδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, ὅ τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραντον ψόγου. σὺ δὲ ̔Ομήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς ἡ γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν ̓Ηδωνοί τινες ἢ Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γάλακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ ὁ ̓́Αρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν ̔́Ηφαιστον ἐπ' αὐτοῖς γέγραπται, οὐδ' ἔστιν, ὡς ἤκουσάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς: ἀδικεῖς, ̔́Ηφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα: καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ. τὰ δὲ ̔Ηλίου τε καὶ ̓Ινδῶν πάτρια καὶ ὅπῃ χαίρει θεραπευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ δρώμενα, ̔Ηλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσφόρως ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμμετεωροπολεῖν τῷ θεῷ: τοῦτο δὲ βούλονται μὲν πάντες, δύνανται δὲ ̓Ινδοὶ μόνοι.” | 1.17. Theliterary style which he cultivated was not dithyrambic or tumid and swollen with poetical words, nor again was it far-fetched and full of affected Atticisms; for he thought that an excessive degree of Atticising was unpleasant. Neither did he indulge in subtleties, nor spin out his discourses; nor did anyone ever hear him dissembling to an ironical way, nor addressing to his audience methodical arguments; but when he conversed he would assume an oracular manner and use the expressions, I know, or It is my opinion, or, Where are you drifting to? or, You must know. And his sentences where short and crisp, and his words were telling and closely fitted to the things he spoke of, and his words had a ring about them as of the dooms delivered by a sceptred king. And when a certain quibbler asked him, why he asked himself no questions, he replied: Because I asked questions when I was a stripling; and it is not my business to ask questions now, but to teach people what I have discovered. How then, the other asked him afresh, O Apollonius, should the sage converse? Like a law-giver, he replied, for it is the duty of the law-giver to deliver to the many the instructions of whose truth he has persuaded himself. This was the line he pursued during his stay in Antioch, and he converted to himself the most unrefined people. 6.1. Ethiopia covers the western wing of the entire earth under the sun, just as India does the eastern wing; and at Meroe it adjoins Egypt, and, after skirting a part of Libya Incognita, it ends at the sea which the poets call by the name of the Ocean, that being the name they applied to the mass of water which surrounds the earth. This country supplies Egypt with the river Nile, which takes its rise at the cataracts (Catadupi), and brings down from Ethiopia all Egypt, the soil of which in flood-time it inundates. Now in size this country is not worthy of comparison with India, not for that matter is any of the continents that are famous among men; and even if you put together all Egypt with Ethiopia, and we may regard the river as so combining the two, we should not compare the two together with India, so vast is the standard of comparison. However their respective rivers, theIndus and the Nile, resemble one another, if we consider their creatures. For they both spread their moisture over the land in the summer season, when the earth most wants it, and unlike all other rivers they produced the crocodile and the river-horse; and the religious rites celebrated over them correspond with one another, for many of the religious invocations of the Indians are repeated in the case of the Nile. We have a proof of the similarity of the two countries in the spices which are found in them, also in the fact that the lion and the elephant are captured and confined in both the one and the other. They are also the haunts of animals not found elsewhere, and of black men — a feature not found in other continents — and we meet in them with races of pigmies and of people who bark in various ways instead of talking, and other wonders of the kind. And the griffins of the Indians and the ants of the Ethiopians, though they are dissimilar in form, yet, from what we hear, play similar parts; for in each country they are the guardians of gold, and devoted to the gold reefs of the two countries. But we will not pursue these subjects; for we must resume the course of our history and follow in the sage's footsteps. 6.11. When he ended, all turned their eyes upon Apollonius; his own followers knowing well that he would reply, while Thespesion's friends wondered what he could say in answer. But he, after praising the fluency and vigor of the Egyptian, merely said: Have you anything more to say? No, by Zeus, said the other, for I have said all I have to say. Then he asked afresh: And has not any one of the rest of the Egyptians anything to say? I am their spokesman, answered his antagonist, and you have heard them all. Apollonius accordingly paused for a minute and then, fixing his eyes, as it were, on the discourse he had heard, he spoke as follows: You have very well described and in a sound philosophic spirit the choice which Prodicus declares Heracles to have made as a young man; but, ye wise men of the Egyptians, it does not apply in the least to myself. For I am not come here to ask your advice about how to live, insomuch as I long ago made choice of the life which seemed best to myself; and as I am older than any of you, except Thespesion, I myself am better qualified, now I have got here, to advise you how to choose wisdom, if I did not find that you had already made the choice. Being, however, as old as I am, and so far advanced in wisdom as I am, I shall not hesitate as it were to make you the auditors of my life and motives, and teach you that I rightly chose this life of mine, than which no better one has ever suggested itself to me. For I discerned a certain sublimity in the discipline of Pythagoras, and how a certain secret wisdom enabled him to know, not only who he was himself, but also who he had been; and I saw that he approached the altars in purity, and suffered not his belly to be polluted by partaking of the flesh of animals and that he kept his body pure of all garments woven of dead animal refuse; and that he was the first of mankind to restrain his tongue, inventing a discipline of silence described in the proverbial phrase, An ox sits upon it. I also saw that his philosophical system was in other respects oracular and true. So I ran to embrace his teachings, not choosing one form of wisdom rather than another of two presented me, as you, my excellent Thespesion, advise me to do. For philosophy marshaled before me her various points of view, investing them with the adornment proper to each and she commanded me to look upon them and make a sound choice. Now they were all possessed of an august and divine beauty; and some of them were of such dazzling brightness that you might well have closed your eyes. However I fixed my eyes firmly upon all of them, for they themselves encouraged me to do so by moving towards me, and telling me beforehand how much they would give me. Well, one of them professed that she would shower upon me a swarm of pleasures without any toil on my part and another that she would give me rest after toil; and a third that she would mingle mirth and merriment in my toil; and everywhere I had glimpses of pleasures and of unrestrained indulgence in the pleasures of the table; and it seemed that I had only to stretch out my hand to be rich, and that I needed not to set any bridle upon my eyes, but love and loose desire and such-like feelings were freely allowed me. One of them, however, boasted that she would restrain me from such things, but she was bold and abusive and in an unabashed manner elbowed all others aside; and I beheld the ineffable form of wisdom 8.7.14. What then, O sycophant, was I really doing on that night? Suppose I were yourself and was being asked this question, inasmuch as you are come to ask questions, why then the answer would be this: I was trumping up actions against decent and respectable people, and I was trying to ruin the innocent, and to persuade the Emperor by dint of hard lying, in order that while I myself climbed to fame, I might soil him with the blood of my victims. If again you ask me as a philosopher, I was praising the laughter with which Democritus laughed at all human affairs. But if you asked me as being myself, here is my answer: Philiscus of Melos, who was my fellow-pupil in philosophy for four years, was ill at the time; and I was sleeping out at his house, because he was suffering so terribly that he died of his disease. Ah, many are the charms I would have prayed to obtain, if they could have saved his life. Fain would I have known of any melodies of Orpheus, if any there are, to bring back the dead to us. Nay I verily think I would have made a pilgrimage even to the nether world for his sake, if such things were feasible; so deeply attached was I to him by all his conduct, so worthy of a philosopher and so much in accord with my own ideals. Here are facts, my prince, which you may learn also from Telesinus the consul; for he too was at the bedside of the man of Melos, and nursed him by night like myself. But if you do not believe Telesinus, because he is of the number of philosophers, I call upon the physicians to bear me witness, and they were the following: Seleucus of Cyzicus and Stratocles of Sidon. Ask them whether I tell the truth. And what is more, they had with them over thirty of their disciples, who are ready, I believe, to witness to the same fact; for if I were to summon hither the relatives of Philiscus, you might probably think that I was trying to interpose delays in the case; for they have lately sailed from Rome to the Melian country in order to pay their last sad respects to the dead. Come forward, O ye witnesses, for you have been expressly summoned to give your testimony upon this point.(The witnesses give their evidence.)With how little regard then for the truth this accusation has been drawn up, is clearly proved by the testimony of these gentlemen; for it appears that it was not in the suburbs, but in the city, not outside the wall, but inside a house, not with Nerva, but with Philiscus, not slaying another, but praying for a man's life, not thinking of matters of State, but of philosophy, not choosing a revolutionist to supplant yourself, but trying to save a man like myself. |
|