Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





12 results for "nike"
1. Xenophon, The Persian Expedition, 3.2.11-3.2.12 (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 127
3.2.11. ἔπειτα δὲ ἀναμνήσω γὰρ ὑμᾶς καὶ τοὺς τῶν προγόνων τῶν ἡμετέρων κινδύνους, ἵνα εἰδῆτε ὡς ἀγαθοῖς τε ὑμῖν προσήκει εἶναι σῴζονταί τε σὺν τοῖς θεοῖς καὶ ἐκ πάνυ δεινῶν οἱ ἀγαθοί. ἐλθόντων μὲν γὰρ Περσῶν καὶ τῶν σὺν αὐτοῖς παμπληθεῖ στόλῳ ὡς ἀφανιούντων τὰς Ἀθήνας, ὑποστῆναι αὐτοὶ Ἀθηναῖοι τολμήσαντες ἐνίκησαν αὐτούς. 3.2.12. καὶ εὐξάμενοι τῇ Ἀρτέμιδι ὁπόσους κατακάνοιεν τῶν πολεμίων τοσαύτας χιμαίρας καταθύσειν τῇ θεῷ, ἐπεὶ οὐκ εἶχον ἱκανὰς εὑρεῖν, ἔδοξεν αὐτοῖς κατʼ ἐνιαυτὸν πεντακοσίας θύειν, καὶ ἔτι νῦν ἀποθύουσιν. 3.2.11. Secondly, I would remind you of the perils of our own forefathers, to show you not only that it is your right to be brave men, but that brave men are delivered, with the help of the gods, even out of most dreadful dangers. For when the Persians and their followers came with a vast array to blot Athens out of existence, the Athenians dared, unaided, to withstand them, and won the victory. In the battle of Marathon, 490 B.C. 3.2.12. And while they had vowed to Artemis that for every man they might slay of the enemy they would sacrifice a goat to the goddess, they were unable to find goats enough; According to Herodotus ( Hdt. 6.117 ) the Persian dead numbered 6,400. so they resolved to offer five hundred every year, and this sacrifice they are paying even to this day.
2. Xenophon, Hellenica, 4.2.20 (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 127
4.2.20. And when the armies were now not so much as a stadium apart, the Lacedaemonians sacrificed the goat to Artemis Agrotera Goddess of the chase. , as is their custom, and led the charge upon their adversaries, wheeling round their overlapping wing in order to surround them. When they had come to close encounter, all the allies of 394 B.C. the Lacedaemonians were overcome by their adversaries except the men of Pellene, who, being pitted against the Thespians, fought and fell in their places,—as did also many of the other side.
3. Herodotus, Histories, 1.26, 1.92, 1.193, 2.7, 2.16, 2.119, 2.148, 3.48, 3.142, 4.34, 4.62, 4.198, 5.22, 7.129, 7.140-7.141, 7.148, 7.176, 7.197, 7.206, 8.26, 8.55, 8.77, 8.96, 9.98 (5th cent. BCE - 5th cent. BCE)  Tagged with subjects: •nike, goddess •nike, goddess, of athens Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 59, 78, 100, 112, 113, 125, 127
1.26. τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος ὁ Ἀλυάττεω, ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα· ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι. ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπʼ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος. ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος, ἣ τότε ἐπολιορκέετο, καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι. πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε ὁ Κροῖσος, μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων, ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων, τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν, μέζονα ἐπαιτιώμενος, τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων. 1.92. Κροίσῳ δὲ ἐστὶ ἄλλα ἀναθήματα ἐν τῇ Ἑλλάδι πολλὰ καὶ οὐ τὰ εἰρημένα μοῦνα. ἐν μὲν γὰρ Θήβῃσι τῇσι Βοιωτῶν τρίπους χρύσεος, τὸν ἀνέθηκέ τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ, ἐν δὲ Ἐφέσῳ αἵ τε βόες αἱ χρύσεαι καὶ τῶν κιόνων αἱ πολλαί, ἐν δὲ Προνηίης τῆς ἐν Δελφοῖσι ἀσπὶς χρυσέη μεγάλη. ταῦτα μὲν καὶ ἔτι ἐς ἐμὲ ἦν περιεόντα, τὰ δʼ ἐξαπόλωλε τῶν ἀναθημάτων· τὰ δʼ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσῳ, ὡς ἐγὼ πυνθάνομαι, ἴσα τε σταθμὸν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι 1 τὰ μέν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήιά τε ἐόντα καὶ τῶν πατρωίων χρημάτων ἀπαρχήν· τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροῦ, ὅς οἱ πρὶν ἢ βασιλεῦσαι ἀντιστασιώτης κατεστήκεε, συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχήν. ὁ δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς, Κροίσου δὲ ἀδελφεὸς οὐκ ὁμομήτριος· Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ, Πανταλέων δὲ ἐξ Ἰάδος. ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς ὁ Κροῖσος, τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε, τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται. καὶ περὶ μὲν ἀναθημάτων τοσαῦτα εἰρήσθω. 2.7. οὕτω ἂν εἴησαν Αἰγύπτου στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι τὸ παρὰ θάλασσαν. ἐνθεῦτεν μὲν καὶ μέχρι Ἡλίου πόλιος ἐς τὴν μεσόγαιαν ἐστὶ εὐρέα Αἴγυπτος, ἐοῦσα πᾶσα ὑπτίη τε καὶ ἔνυδρος καὶ ἰλύς. ἔστι δὲ ὁδὸς ἐς Ἡλίου πόλιν ἀπὸ θαλάσσης ἄνω ἰόντι παραπλησίη τὸ μῆκος τῇ ἐξ Ἀθηνέων ὁδῷ τῇ ἀπὸ τῶν δυώδεκα θεῶν τοῦ βωμοῦ φερούσῃ ἔς τε Πῖσαν καὶ ἐπὶ τὸν νηὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. σμικρόν τι τὸ διάφορον εὕροι τις ἂν λογιζόμενος τῶν ὁδῶν τουτέων τὸ μὴ ἴσας μῆκος εἶναι, οὐ πλέον πεντεκαίδεκα σταδίων· ἡ μὲν γὰρ ἐς Πῖσαν ἐξ Ἀθηνέων καταδεῖ πεντεκαίδεκα σταδίων μὴ εἶναι πεντακοσίων καὶ χιλίων, ἡ δὲ ἐς Ἡλίου πόλιν ἀπὸ θαλάσσης πληροῖ ἐς τὸν ἀριθμὸν τοῦτον. 2.16. εἰ ὦν ἡμεῖς ὀρθῶς περὶ αὐτῶν γινώσκομεν, Ἴωνες οὐκ εὖ φρονέουσι περὶ Αἰγύπτου· εἰ δὲ ὀρθή ἐστι ἡ γνώμη τῶν Ἰώνων, Ἕλληνάς τε καὶ αὐτοὺς Ἴωνας ἀποδείκνυμι οὐκ ἐπισταμένους λογίζεσθαι, οἳ φασὶ τρία μόρια εἶναι γῆν πᾶσαν, Εὐρώπην τε καὶ Ἀσίην καὶ Λιβύην. τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα, εἰ μήτε γε ἐστὶ τῆς Ἀσίης μήτε τῆς Λιβύης· οὐ γὰρ δὴ ὁ Νεῖλός γε ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὁ τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ, τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται ὁ Νεῖλος, ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτʼ ἄν. 2.119. ἀπικόμενος δὲ ὁ Μενέλεως ἐς τὴν Αἴγυπτον καὶ ἀναπλώσας ἐς τὴν Μέμφιν, εἴπας τὴν ἀληθείην τῶν πρηγμάτων, καὶ ξεινίων ἤντησε μεγάλων καὶ Ἑλένην ἀπαθέα κακῶν ἀπέλαβε, πρὸς δὲ καὶ τὰ ἑωυτοῦ χρήματα πάντα. τυχὼν μέντοι τούτων ἐγένετο Μενέλεως ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους. ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἶσχον ἄπλοιαι· ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτον ἦν, ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον· λαβὼν γὰρ δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομα σφέα ἐποίησε. μετὰ δὲ ὡς ἐπάιστος ἐγένετο τοῦτο ἐργασμένος, μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης· τὸ ἐνθεῦτεν δὲ ὅκου ἔτι ἐτράπετο οὐκ εἶχον εἰπεῖν Αἰγύπτιοι. τούτων δὲ τὰ μὲν ἱστορίῃσι ἔφασαν ἐπίστασθαι, τὰ δὲ παρʼ ἑωυτοῖσι γενόμενα ἀτρεκέως ἐπιστάμενοι λέγειν. 2.148. καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ, δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον, ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον· τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω. εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο, ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου. καίτοι ἀξιόλογός γε καὶ ὁ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ὁ ἐν Σάμῳ. ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες, καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη, ὁ δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει· τοῦ γὰρ 1 δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι, ἀντίπυλοι ἀλλήλῃσι, ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι, συνεχέες· τοῖχος δὲ ἔξωθεν ὁ αὐτός σφεας περιέργει. οἰκήματα δʼ ἔνεστι διπλᾶ, τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπʼ ἐκείνοισι, τρισχίλια ἀριθμόν, πεντακοσίων καὶ χιλίων ἑκάτερα. τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν, τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα· οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον, φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων. οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν, τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν· αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας, ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων. ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι, οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι, αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα. τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος, ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται· ὁδὸς δʼ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται. 3.48. συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως· ὕβρισμα γὰρ καὶ ἐς τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον γενεῇ πρότερον τοῦ στρατεύματος τούτου, κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρητῆρος τῇ ἁρπαγῇ γεγονός. Κερκυραίων γὰρ παῖδας τριηκοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδις ἀπέπεμψε παρὰ Ἀλυάττεα ἐπʼ ἐκτομῇ· προσσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων, πυθόμενοι οἱ Σάμιοι τὸν λόγον, ἐπʼ οἷσι ἀγοίατο ἐς Σάρδις, πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι Ἀρτέμιδος· μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ, σιτίων δὲ τοὺς παῖδας ἐργόντων Κορινθίων, ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά. νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες, ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων, ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι, ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν. ἐς τοῦτο δὲ τόδε ἐγίνετο, ἐς ὃ οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες· τοὺς δὲ παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι. 3.142. τῆς δὲ Σάμου Μαιάνδριος ὁ Μαιανδρίου εἶχε τὸ κράτος, ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν· τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο. ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη ὁ Πολυκράτεος θάνατος, ἐποίεε τοιάδε· πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί· μετὰ δέ, ὥς οἱ ἐπεποίητο, ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε. “ἐμοί, ὡς ἴστε καὶ ὑμεῖς, σκῆπτρον καὶ δύναμις πᾶσα ἡ Πολυκράτεος ἐπιτέτραπται, καί μοι παρέχει νῦν ὑμέων ἄρχειν. ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω, αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω· οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει. Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ, ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω. τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι, ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι, ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπʼ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου· τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι.” ὃ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο· τῶν δέ τις ἐξαναστὰς εἶπε “ἀλλʼ οὐδʼ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν, γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος· ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων.” 4.34. καὶ ταῦτα μὲν δὴ ταύτας οἶδα ποιεύσας· τῇσι δὲ παρθένοισι ταύτῃσι τῇσι ἐξ Ὑπερβορέων τελευτησάσῃσι ἐν Δήλῳ κείρονται καὶ αἱ κόραι καὶ οἱ παῖδες οἱ Δηλίων· αἱ μὲν πρὸ γάμου πλόκαμον ἀποταμνόμεναι καὶ περὶ ἄτρακτον εἱλίξασαι ἐπὶ τὸ σῆμα τιθεῖσι ʽτὸ δὲ σῆμα ἐστὶ ἔσω ἐς τὸ Ἀρτεμίσιον ἐσιόντι ἀριστερῆς χειρός, ἐπιπέφυκε δέ οἱ ἐλαίἠ, ὅσοι δὲ παῖδες τῶν Δηλίων, περὶ χλόην τινὰ εἱλίξαντες τῶν τριχῶν τιθεῖσι καὶ οὗτοι ἐπὶ τὸ σῆμα. 4.62. τοῖσι μὲν δὴ ἄλλοισι τῶν θεῶν οὕτω θύουσι καὶ ταῦτα τῶν κτηνέων, τῷ δὲ Ἄρεϊ ὧδε. κατὰ νομοὺς ἑκάστους τῶν ἀρχέων ἐσίδρυται σφι Ἄρεος ἱρὸν τοιόνδε φρυγάνων φάκελοι συννενέαται ὅσον τʼ ἐπὶ σταδίους τρεῖς μῆκος καὶ εὖρος, ὕψος δὲ ἔλασσον· ἄνω δὲ τούτου τετράγωνον ἄπεδον πεποίηται, καὶ τὰ μὲν τρία τῶν κώλων ἐστὶ ἀπότομα, κατὰ δὲ τὸ ἓν ἐπιβατόν. ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων· ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων. ἐπὶ τούτου δὴ τοῦ σηκοῦ ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι, καὶ τοῦτʼ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα. τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων, καὶ δὴ καὶ τοῖσιδʼ ἔτι πλέω θύουσι ἢ τοῖσι ἄλλοισι θεοῖσι· ὅσους ἂν τῶν πολεμίων ζωγρήσωσι, ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα, ἀλλʼ ἑτεροίῳ. ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων, ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω. ἄνω μὲν δὴ φορέουσι τοῦτο, κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε· τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι, καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται. χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται, καὶ χωρὶς ὁ νεκρός. 4.198. δοκέει δέ μοι οὐδʼ ἀρετὴν εἶναι τις ἡ Λιβύη σπουδαίη ὥστε ἢ Ἀσίῃ ἢ Εὐρώπῃ παραβληθῆναι, πλὴν Κίνυπος μούνης· τὸ γὰρ δὴ αὐτὸ οὔνομα ἡ γῆ τῷ ποταμῷ ἔχει. αὕτη δὲ ὁμοίη τῇ ἀρίστῃ γέων Δήμητρος καρπὸν ἐκφέρειν οὐδὲ ἔοικε οὐδὲν τῇ ἄλλῃ Λιβύῃ. μελάγγαιός τε γὰρ ἐστὶ καὶ ἔπυδρος πίδαξι, καὶ οὔτε αὐχμοῦ φροντίζουσα οὐδὲν οὔτε ὄμβρον πλέω πιοῦσα δεδήληται. ὕεται γὰρ δὴ ταῦτα τῆς Λιβύης. τῶν δὲ ἐκφορίων τοῦ καρποῦ ταὐτὰ μέτρα τῇ Βαβυλωνίῃ γῇ κατίσταται. ἀγαθὴ δὲ γῆ καὶ τὴν Εὐεσπερῖται νέμονται· ἐπʼ ἑκατοστὰ γάρ, ἐπεὰν αὐτὴ ἑωυτῆς ἄριστα ἐνείκῃ, ἐκφέρει, ἣ δὲ ἐν τῆ Κίνυπι ἐπὶ τριηκόσια. 5.22. ὁ μέν νυν τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη. Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας, κατά περ αὐτοὶ λέγουσι, αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες, πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλληνοδίκαι οὕτω ἔγνωσαν εἶναι. Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου καὶ καταβάντος ἐπʼ αὐτὸ τοῦτο, οἱ ἀντιθευσόμενοι Ἑλλήνων ἐξεῖργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων· Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε ὡς εἴη Ἀργεῖος, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος στάδιον συνεξέπιπτε τῷ πρώτῳ. 7.129. τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην, ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι. τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι, τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος, τὰ δὲ πρὸς ἑσπέρην Πίνδος, τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς· τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη. ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων, πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε, Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου, οἳ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι διʼ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν, προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό· ἐπεὰν δὲ συμμιχθέωσι τάχιστα, ἐνθεῦτεν ἤδη ὁ Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει. τὸ δὲ παλαιὸν λέγεται, οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου, τοὺς ποταμοὺς τούτους, καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην, οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον ἢ νῦν, ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος. αὐτοὶ μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα διʼ οὗ ῥέει ὁ Πηνειός, οἰκότα λέγοντες· ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι, κἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι· ἔστι γὰρ σεισμοῦ ἔργον, ὡς ἐμοὶ φαίνεται εἶναι, ἡ διάστασις τῶν ὀρέων. 7.140. πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε. ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων. πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον, πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι, κατὰ δʼ ἀκροτάτοις ὀρόφοισι αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας. ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν. 7.141. ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο. προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου, Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας. πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι “ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες, ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν,” ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε. οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ. σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν νῶτον ἐπιστρέψας· ἔτι τοι ποτε κἀντίος ἔσσῃ. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. 7.148. οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμφθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην, οἱ δὲ συνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους. Ἀργεῖοι δὲ λέγουσι τὰ κατʼ ἑωυτοὺς γενέσθαι ὧδε. πυθέσθαι γὰρ αὐτίκα κατʼ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα, πυθόμενοι δέ, καὶ μαθόντες ὡς σφέας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην, πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους ὥς σφι μέλλει ἄριστον ποιέουσι γενέσθαι· νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω· τῶν δὴ εἵνεκα πέμπειν. τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε. ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο καὶ κεφαλὴν πεφύλαξο· κάρη δὲ τὸ σῶμα σαώσει. ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον· μετὰ δὲ ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος, ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα. τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοι εἰσὶ Ἀργεῖοι ποιέειν ταῦτα, τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης. καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν· ἀλλʼ ὅμως σφίσι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι. 7.176. τοῦτο μὲν τὸ Ἀρτεμίσιον· ἐκ τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου Μαγνησίης· ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτεμίσιον δέκεται αἰγιαλός, ἐν δὲ Ἀρτέμιδος ἱρόν. ἡ δὲ αὖ διὰ Τρηχῖνος ἔσοδος ἐς τὴν Ἑλλάδα ἐστὶ τῇ στεινοτάτη ἡμίπλεθρον. οὐ μέντοι κατὰ τοῦτό γε ἐστὶ τὸ στεινότατον τῆς χώρης τῆς ἄλλης, ἀλλʼ ἔμπροσθέ τε Θερμοπυλέων καὶ ὄπισθε, κατὰ τε Ἀλπηνοὺς ὄπισθε ἐόντας ἐοῦσα ἁμαξιτὸς μούνη, καὶ ἔμπροσθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήλης πόλιος ἄλλη ἁμαξιτὸς μούνη. τῶν δὲ Θερμοπυλέων τὸ μὲν πρὸς ἑσπέρης ὄρος ἄβατόν τε καὶ ἀπόκρημνον, ὑψηλόν, ἀνατεῖνον ἐς τὴν Οἴτην· τὸ δὲ πρὸς τὴν ἠῶ τῆς ὁδοῦ θάλασσα ὑποδέκεται καὶ τενάγεα. ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ λουτρά, τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι, καὶ βωμὸς ἵδρυται Ἡρακλέος ἐπʼ αὐτοῖσι. ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας τὰς ἐσβολάς, καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν. ἔδειμαν δὲ Φωκέες τὸ τεῖχος δείσαντες, ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα τήν νῦν ἐκτέαται. ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέφεσθαι σφέας, τοῦτο προεφυλάξαντο οἱ Φωκέες, καὶ τὸ ὕδωρ τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον, ὡς ἂν χαραδρωθείη ὁ χῶρος, πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ Θεσσαλοὶ ἐπὶ τὴν χώρην. τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο· τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον. κώμη δὲ ἐστὶ ἀγχοτάτω τῆς ὁδοῦ Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες. 7.197. ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ οἱ κατηγεμόνες τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ ἐπιχώριον λόγον, τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός, ὡς Ἀθάμας ὁ Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ βουλεύσας, μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ προτιθεῖσι τοῖσι ἐκείνου ἀπογόνοισι ἀέθλους τοιούσδε· ὃς ἂν ᾖ τοῦ γένεος τούτου πρεσβύτατος, τούτῳ ἐπιτάξαντες ἔργεσθαι τοῦ ληίτου αὐτοὶ φυλακὰς ἔχουσι. λήιτον δὲ καλέουσι τὸ πρυτανήιον οἱ Ἀχαιοί. ἢν δὲ ἐσέλθῃ, οὐκ ἔστι ὅκως ἔξεισι πρὶν ἢ θύσεσθαι μέλλῃ· ὥς τʼ ἔτι πρὸς τούτοισι πολλοὶ ἤδη τούτων τῶν μελλόντων θύσεσθαι δείσαντες οἴχοντο ἀποδράντες ἐς ἄλλην χώρην, χρόνου δὲ προϊόντος ὀπίσω κατελθόντες ἢν ἁλίσκωνται ἐστέλλοντο ἐς τὸ πρυτανήιον· ὡς θύεταί τε ἐξηγέοντο στέμμασι πᾶς πυκασθεὶς καὶ ὡς σὺν πομπῇ ἐξαχθείς. ταῦτα δὲ πάσχουσι οἱ Κυτισσώρου τοῦ Φρίξου παιδὸς ἀπόγονοι, διότι καθαρμὸν τῆς χώρης ποιευμένων Ἀχαιῶν ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενος οὗτος ὁ Κυτίσσωρος ἐξ Αἴης τῆς Κολχίδος ἐρρύσατο, ποιήσας δὲ τοῦτο τοῖσι ἐπιγενομένοισι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε. Ξέρξης δὲ ταῦτα ἀκούσας ὡς κατὰ τὸ ἄλσος ἐγίνετο, αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε, τῶν τε Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος ἐσέβετο. 7.206. τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρτιῆται, ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους· μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον ὁρτάσαντες καὶ φυλακὰς λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ τάχος βοηθέειν πανδημεί. ὣς δὲ καὶ οἱ λοιποὶ τῶν συμμάχων ἐνένωντο καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν· ἦν γὰρ κατὰ τὠυτὸ Ὀλυμπιὰς τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα· οὔκων δοκέοντες κατὰ τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν Θερμοπύλῃσι πόλεμον ἔπεμπον τοὺς προδρόμους. 8.26. ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπʼ Ἀρκαδίης ὀλίγοι τινές, βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι. ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν· εἷς δέ τις πρὸ πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα. οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν. ὁ δὲ ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται· οἳ δʼ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον. ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης ὁ Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος. πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλʼ οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε. “παπαῖ Μαρδόνιε, κοίους ἐπʼ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς.” τούτῳ μὲν δὴ ταῦτα εἴρητο. 8.55. τοῦ δὲ εἵνεκεν τούτων ἐπεμνήσθην, φράσω. ἔστι ἐν τῇ ἀκροπόλι ταύτῃ Ἐρεχθέος τοῦ γηγενέος λεγομένου εἶναι νηός, ἐν τῷ ἐλαίη τε καὶ θάλασσα ἔνι, τὰ λόγος παρὰ Ἀθηναίων Ποσειδέωνά τε καὶ Ἀθηναίην ἐρίσαντας περὶ τῆς χώρης μαρτύρια θέσθαι. ταύτην ὦν τὴν ἐλαίην ἅμα τῷ ἄλλῳ ἱρῷ κατέλαβε ἐμπρησθῆναι ὑπὸ τῶν βαρβάρων· δευτέρῃ δὲ ἡμέρῃ ἀπὸ τῆς ἐμπρήσιος Ἀθηναίων οἱ θύειν ὑπὸ βασιλέος κελευόμενοι ὡς ἀνέβησαν ἐς τὸ ἱρόν, ὥρων βλαστὸν ἐκ τοῦ στελέχεος ὅσον τε πηχυαῖον ἀναδεδραμηκότα. οὗτοι μέν νυν ταῦτα ἔφρασαν. 8.77. χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα 1 ἐσβλέψας. ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν, δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης πόντον φοινίξει. τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη. ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι. 8.96. ὡς δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα, ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην, ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα. τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα· ὥστε ἀποπλησθῆναι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένοι Βάκιδι καὶ Μουσαίῳ, καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ, τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας, Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι. 1.26. After the death of Alyattes, his son Croesus, then thirty-five years of age, came to the throne. The first Greeks whom he attacked were the Ephesians. ,These, besieged by him, dedicated their city to Artemis; they did this by attaching a rope to the city wall from the temple of the goddess, which stood seven stades away from the ancient city which was then besieged. ,These were the first whom Croesus attacked; afterwards he made war on the Ionian and Aeolian cities in turn, upon different pretexts: he found graver charges where he could, but sometimes alleged very petty grounds of offense. 1.92. There are many offerings of Croesus' in Hellas, and not only those of which I have spoken. There is a golden tripod at Thebes in Boeotia, which he dedicated to Apollo of Ismenus; at Ephesus there are the oxen of gold and the greater part of the pillars; and in the temple of Proneia at Delphi, a golden shield. All these survived to my lifetime; but other of the offerings were destroyed. ,And the offerings of Croesus at Branchidae of the Milesians, as I learn by inquiry, are equal in weight and like those at Delphi . Those which he dedicated at Delphi and the shrine of Amphiaraus were his own, the first-fruits of the wealth inherited from his father; the rest came from the estate of an enemy who had headed a faction against Croesus before he became king, and conspired to win the throne of Lydia for Pantaleon. ,This Pantaleon was a son of Alyattes, and half-brother of Croesus: Croesus was Alyattes' son by a Carian and Pantaleon by an Ionian mother. ,So when Croesus gained the sovereignty by his father's gift, he put the man who had conspired against him to death by drawing him across a carding-comb, and first confiscated his estate, then dedicated it as and where I have said. This is all that I shall say of Croesus' offerings. 2.7. By this reckoning, then, the seaboard of Egypt will be four hundred and fifty miles in length. Inland from the sea as far as Heliopolis, Egypt is a wide land, all flat and watery and marshy. From the sea up to Heliopolis is a journey about as long as the way from the altar of the twelve gods at Athens to the temple of Olympian Zeus at Pisa . ,If a reckoning is made, only a little difference of length, not more than two miles, will be found between these two journeys; for the journey from Athens to Pisa is two miles short of two hundred, which is the number of miles between the sea and Heliopolis . 2.16. If, then, our judgment of this is right, the Ionians are in error concerning Egypt ; but if their opinion is right, then it is plain that they and the rest of the Greeks cannot reckon truly, when they divide the whole earth into three parts, Europe, Asia, and Libya ; ,they must add to these a fourth part, the Delta of Egypt, if it belongs neither to Asia nor to Libya ; for by their showing the Nile is not the river that separates Asia and Libya ; the Nile divides at the apex of this Delta, so that this land must be between Asia and Libya . 2.119. Menelaus then went to Egypt and up the river to Memphis ; there, relating the truth of the matter, he met with great hospitality and got back Helen, who had not been harmed, and also all his wealth, besides. ,Yet, although getting this, Menelaus was guilty of injustice toward the Egyptians. For adverse weather detained him when he tried to sail away; after this continued for some time, he carried out something impious, ,taking two native children and sacrificing them. When it became known that he had done this, he fled with his ships straight to Libya, hated and hunted; and where he went from there, the Egyptians could not say. The priests told me that they had learned some of this by inquiry, but that they were sure of what had happened in their own country. 2.148. Moreover, they decided to preserve the memory of their names by a common memorial, and so they made a labyrinth a little way beyond lake Moeris and near the place called the City of Crocodiles . I have seen it myself, and indeed words cannot describe it; ,if one were to collect the walls and evidence of other efforts of the Greeks, the sum would not amount to the labor and cost of this labyrinth. And yet the temple at Ephesus and the one on Samos are noteworthy. ,Though the pyramids beggar description and each one of them is a match for many great monuments built by Greeks, this maze surpasses even the pyramids. ,It has twelve roofed courts with doors facing each other: six face north and six south, in two continuous lines, all within one outer wall. There are also double sets of chambers, three thousand altogether, fifteen hundred above and the same number under ground. ,We ourselves viewed those that are above ground, and speak of what we have seen, but we learned through conversation about the underground chambers; the Egyptian caretakers would by no means show them, as they were, they said, the burial vaults of the kings who first built this labyrinth, and of the sacred crocodiles. ,Thus we can only speak from hearsay of the lower chambers; the upper we saw for ourselves, and they are creations greater than human. The exits of the chambers and the mazy passages hither and thither through the courts were an unending marvel to us as we passed from court to apartment and from apartment to colonnade, from colonnades again to more chambers and then into yet more courts. ,Over all this is a roof, made of stone like the walls, and the walls are covered with cut figures, and every court is set around with pillars of white stone very precisely fitted together. Near the corner where the labyrinth ends stands a pyramid two hundred and forty feet high, on which great figures are cut. A passage to this has been made underground. 3.48. The Corinthians also enthusiastically helped to further the expedition against Samos . For an outrage had been done them by the Samians a generation before this expedition, about the time of the robbery of the bowl. ,Periander son of Cypselus sent to Alyattes at Sardis three hundred boys, sons of notable men in Corcyra, to be made eunuchs. The Corinthians who brought the boys put in at Samos ; and when the Samians heard why the boys were brought, first they instructed them to take sanctuary in the temple of Artemis, ,then they would not allow the suppliants to be dragged from the temple; and when the Corinthians tried to starve the boys out, the Samians held a festival which they still celebrate in the same fashion; throughout the time that the boys were seeking asylum, they held nightly dances of young men and women to which it was made a custom to bring cakes of sesame and honey, so that the Corcyraean boys might snatch these and have food. ,This continued to be done until the Corinthian guards left their charge and departed; then the Samians took the boys back to Corcyra . 3.142. Now Samos was ruled by Maeandrius, son of Maeandrius, who had authority delegated by Polycrates. He wanted to be the justest of men, but that was impossible. ,For when he learned of Polycrates' death, first he set up an altar to Zeus the Liberator and marked out around it that sacred enclosure which is still to be seen in the suburb of the city; when this had been done, he called an assembly of all the citizens, and addressed them thus: ,“To me, as you know, have come Polycrates' scepter and all of his power, and it is in my power now to rule you. But I, so far as it lies in me, shall not do myself what I blame in my neighbor. I always disliked it that Polycrates or any other man should lord it over men like himself. Polycrates has fulfilled his destiny, and inviting you to share his power I proclaim equality. ,Only I claim for my own privilege that six talents of Polycrates' wealth be set apart for my use, and that I and my descendants keep the priesthood of Zeus the Liberator, whose temple I have founded, and now I give you freedom.” ,Such was Maeandrius' promise to the Samians. But one of them arose and answered: “But you are not even fit to rule us, low-born and vermin, but you had better give an account of the monies that you have handled.” 4.34. I know that they do this. The Delian girls and boys cut their hair in honor of these Hyperborean maidens, who died at Delos; the girls before their marriage cut off a tress and lay it on the tomb, wound around a spindle ,(this tomb is at the foot of an olive-tree, on the left hand of the entrance of the temple of Artemis); the Delian boys twine some of their hair around a green stalk, and lay it on the tomb likewise. 4.62. This is their way of sacrificing to other gods and these are the beasts offered; but their sacrifices to Ares are of this sort. Every district in each of the governments has a structure sacred to Ares; namely, a pile of bundles of sticks three eighths of a mile wide and long, but of a lesser height, on the top of which there is a flattened four-sided surface; three of its sides are sheer, but the fourth can be ascended. ,Every year a hundred and fifty wagon-loads of sticks are heaped upon this; for the storms of winter always make it sink down. On this sacred pile an ancient scimitar of iron is set for each people: their image of Ares. They bring yearly sacrifice of sheep and goats and horses to this scimitar, offering to these symbols even more than they do to the other gods. ,of enemies that they take alive, they sacrifice one man in every hundred, not as they sacrifice sheep and goats, but differently. They pour wine on the men's heads and cut their throats over a bowl; then they carry the blood up on to the pile of sticks and pour it on the scimitar. ,They carry the blood up above, but down below by the sacred pile they cut off all the slain men's right arms and hands and throw these into the air, and depart when they have sacrificed the rest of the victims; the arm lies where it has fallen, and the body apart from it. 4.198. In my opinion, there is in no part of Libya any great excellence for which it should be compared to Asia or Europe, except in the region which is called by the same name as its river, Cinyps. ,But this region is a match for the most fertile farmland in the world, nor is it at all like to the rest of Libya. For the soil is black and well-watered by springs, and has no fear of drought, nor is it harmed by drinking excessive showers (there is rain in this part of Libya). Its yield of grain is of the same measure as in the land of Babylon. ,The land inhabited by the Euhesperitae is also good; it yields at the most a hundredfold; but the land of the Cinyps region yields three hundredfold. 5.22. Now that these descendants of Perdiccas are Greeks, as they themselves say, I myself chance to know and will prove it in the later part of my history. Furthermore, the Hellenodicae who manage the contest at Olympia determined that it is so, ,for when Alexander chose to contend and entered the lists for that purpose, the Greeks who were to run against him wanted to bar him from the race, saying that the contest should be for Greeks and not for foreigners. Alexander, however, proving himself to be an Argive, was judged to be a Greek. He accordingly competed in the furlong race and tied step for first place. This, then, is approximately what happened. 7.129. Thessaly, as tradition has it, was in old times a lake enclosed all round by high mountains. On its eastern side it is fenced in by the joining of the lower parts of the mountains Pelion and Ossa, to the north by Olympus, to the west by Pindus, towards the south and the southerly wind by Othrys. In the middle, then, of this ring of mountains, lies the vale of Thessaly. ,A number of rivers pour into this vale, the most notable of which are Peneus, Apidanus, Onochonus, Enipeus, Pamisus. These five, while they flow towards their meeting place from the mountains which surround Thessaly, have their several names, until their waters all unite and issue into the sea by one narrow passage. ,As soon as they are united, the name of the Peneus prevails, making the rest nameless. In ancient days, it is said, there was not yet this channel and outfall, but those rivers and the Boebean lake, which was not yet named, had the same volume of water as now, and thereby turned all Thessaly into a sea. ,Now the Thessalians say that Poseidon made the passage by which the Peneus flows. This is reasonable, for whoever believes that Poseidon is the shaker of the earth and that rifts made by earthquakes are the work of that god will conclude, upon seeing that passage, that it is of Poseidon's making. It was manifest to me that it must have been an earthquake which forced the mountains apart. 7.140. The Athenians had sent messages to Delphi asking that an oracle be given them, and when they had performed all due rites at the temple and sat down in the inner hall, the priestess, whose name was Aristonice, gave them this answer: ,
4. Demosthenes, Orations, 19.272 (4th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •nike, goddess, of athens Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 32
19.272. Does anyone say that this inscription has been set up just anywhere? No; although the whole of our citadel is a holy place, and although its area is so large, the inscription stands at the right hand beside the great brazen Athene which was dedicated by the state as a memorial of victory in the Persian war, at the expense of the Greeks. In those days, therefore, justice was so venerable, and the punishment of these crimes so meritorious, that the retribution of such offenders was honored with the same position as Pallas Athene’s own prize of victory. Today we have instead—mockery, impunity, dishonor, unless you restrain the licence of these men.
5. Lycurgus, Against Leocrates, 81, 80 (4th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •nan Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 125
6. Plutarch, Aristides, 9.1-9.2, 11.3-11.8, 19.6-19.7, 20.4-20.5, 21.1 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 78, 100, 113
9.1. οἱ μὲν οὖν ναύαρχοι τῶν Ἑλλήνων ταῦτʼ ἔπραττον. Ἀριστείδης δʼ ὁρῶν τὴν Ψυττάλειαν, ἣ πρὸ τῆς Σαλαμῖνος ἐν τῷ πόρῳ κεῖται νῆσος οὐ μεγάλη, πολεμίων ἀνδρῶν μεστὴν οὖσαν, ἐμβιβάσας εἰς ὑπηρετικὰ τοὺς προθυμοτάτους καὶ μαχιμωτάτους τῶν πολιτῶν προσέμιξε τῇ Ψυτταλείᾳ, καὶ μάχην πρὸς τοὺς βαρβάρους συνάψας ἀπέκτεινε πάντας, πλὴν ὅσοι τῶν ἐπιφανῶν ζῶντες ἥλωσαν. ἐν δὲ τούτοις ἦσαν ἀδελφῆς βασιλέως ὄνομα Σανδαύκης τρεῖς παῖδες, οὓς εὐθὺς ἀπέστειλε πρὸς τὸν Θεμιστοκλέα· 9.2. καὶ λέγονται κατά τι λόγιον, τοῦ μάντεως Εὐφραντίδου κελεύσαντος, ὠμηστῇ Διονύσῳ καθιερευθῆναι. τὴν δὲ νησῖδα τοῖς ὅπλοις πανταχόθεν ὁ Ἀριστείδης περιστέψας ἐφήδρευε τοῖς ἐκφερομένοις πρὸς αὐτήν, ὡς μήτε τῶν φίλων τινὰ διαφθαρῆναι μήτε τῶν πολεμίων διαφυγεῖν. ὁ γὰρ πλεῖστος ὠθισμὸς τῶν νεῶν καὶ τῆς μάχης τὸ καρτερώτατον ἔοικε περὶ τὸν τόπον ἐκεῖνον γενέσθαι· διὸ καὶ τρόπαιον ἕστηκεν ἐν τῇ Ψυτταλείᾳ. 11.3. Ἀριστείδου δὲ πέμψαντος εἰς Δελφοὺς ἀνεῖλεν ὁ θεὸς Ἀθηναίους καθυπερτέρους ἔσεσθαι τῶν ἐναντίων εὐχομένους τῷ Διῒ καὶ τῇ Ἥρα τῇ Κιθαιρωνίᾳ καὶ Πανὶ καὶ νύμφαις Σφραγίτισι, καὶ θύοντας ἥρωσιν Ἀνδροκράτει, Λεύκωνι, Πεισάνδρῳ, Δαμοκράτει, Ὑψίωνι, Ἀκταίωνι, Πολϋΐδῳ, καὶ τὸν κίνδυνον ἐν γᾷ ἰδίᾳ ποιουμένους ἐν τῷ πεδίῳ τᾶς Δάματρος τᾶς Ἐλευσινίας καὶ τᾶς Κόρας. 11.4. οὗτος ὁ χρησμὸς ἀνενεχθεὶς ἀπορίαν τῷ Ἀριστείδῃ παρεῖχεν. οἱ μὲν γὰρ ἥρωες, οἷς ἐκέλευε θύειν, ἀρχηγέται Πλαταιέων ἦσαν, καὶ τὸ τῶν Σφραγιτίδων νυμφῶν ἄντρον ἐν μιᾷ κορυφῇ τοῦ Κιθαιρῶνός ἐστιν, εἰς δυσμὰς ἡλίου θερινὰς τετραμμένον, ἐν ᾧ καὶ μαντεῖον ἦν πρότερον, ὥς φασι, καὶ πολλοὶ κατείχοντο τῶν ἐπιχωρίων, οὓς νυμφολήπτους προσηγόρευον. 11.5. τὸ δὲ τῆς Ἐλευσινίας Δήμητρος πεδίον, καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμένοις τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν ἀνεκαλεῖτο καὶ μεθίστη τὸν πόλεμον. ἔνθα τῶν Πλαταιέων ὁ στρατηγὸς Ἀρίμνηστος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ τοῦ Διὸς τοῦ Σωτῆρος ἐπερωτώμενον αὑτόν, ὅ τι δὴ πράττειν δέδοκται τοῖς Ἕλλησιν, εἰπεῖν, αὔριον εἰς Ἐλευσῖνα τὴν στρατιὰν ἀπάξομεν, ὦ δέσποτα, καὶ διαμαχούμεθα τοῖς βαρβάροις ἐκεῖ κατὰ τὸ πυθόχρηστον. 11.6. τὸν οὖν θεὸν φάναι διαμαρτάνειν αὐτοὺς τοῦ παντός· αὐτόθι γὰρ εἶναι περὶ τὴν Πλαταϊκὴν τὰ πυθόχρηστα καὶ ζητοῦντας ἀνευρήσειν. τούτων ἐναργῶς τῷ Ἀριμνήστῳ φανέντων ἐξεγρόμενος τάχιστα μετεπέμψατο τοὺς ἐμπειροτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν, μεθʼ ὧν διαλεγόμενος καὶ συνδιαπορῶν εὗρεν, ὅτι τῶν Ὑσιῶν πλησίον ὑπὸ τὸν Κιθαιρῶνα ναός ἐστιν ἀρχαῖος πάνυ πάνυ omitted by Bekker, now found in S. Δήμητρος Ἐλευσινίας καὶ Κόρης προσαγορευόμενος. 11.7. εὐθὺς οὖν παραλαβὼν τὸν Ἀριστείδην ἦγεν ἐπὶ τὸν τόπον, εὐφυέστατον ὄντα παρατάξαι φάλαγγα πεζικὴν ἱπποκρατουμένοις, διὰ τὰς ὑπωρείας τοῦ Κιθαιρῶνος ἄφιππα ποιούσας τὰ καταλήγοντα καὶ συγκυροῦντα τοῦ πεδίου πρὸς τὸ ἱερόν. αὐτοῦ δʼ ἦν καὶ τὸ τοῦ Ἀνδροκράτους ἡρῷον ἐγγύς, ἄλσει πυκνῶν καὶ συσκίων δένδρων περιεχόμενον. 11.8. ὅπως δὲ μηδὲν ἐλλιπὲς ἔχῃ πρὸς τὴν ἐλπίδα τῆς νίκης ὁ χρησμός, ἔδοξε τοῖς Πλαταιεῦσιν, Ἀριμνήστου γνώμην εἰπόντος, ἀνελεῖν τὰ πρὸς τὴν Ἀττικὴν ὅρια τῆς Πλαταιΐδος καὶ τὴν χώραν ἐπιδοῦναι τοῖς Ἀθηναίοις ὑπὲρ τῆς Ἑλλάδος ἐν οἰκείᾳ κατὰ τὸν χρησμὸν ἐναγωνίσασθαι. 19.6. καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθεζομένων· 19.7. ταύτην τὴν μάχην ἐμαχέσαντο τῇ τετράδι τοῦ Βοηδρομιῶνος ἱσταμένου κατʼ Ἀθηναίους, κατὰ δὲ Βοιωτοὺς τετράδι τοῦ Πανέμου φθίνοντος, ᾗ καὶ νῦν ἔτι τὸ Ἑλληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον καὶ θύουσι τῷ ἐλευθερίῳ Διῒ Πλαταιεῖς ὑπὲρ τῆς νίκης. τὴν δὲ τῶν ἡμερῶν ἀνωμαλίαν οὐ θαυμαστέον, ὅπου καὶ νῦν διηκριβωμένων τῶν ἐν ἀστρολογίᾳ μᾶλλον ἄλλην ἄλλοι μηνὸς ἀρχὴν καὶ τελευτὴν ἄγουσιν. 20.4. περὶ δὲ θυσίας ἐρομένοις αὐτοῖς ἀνεῖλεν ὁ Πύθιος Διὸς ἐλευθερίου βωμὸν ἱδρύσασθαι, θῦσαι δὲ μὴ πρότερον ἢ τὸ κατὰ τὴν χώραν πῦρ ἀποσβέσαντας ὡς ὑπὸ τῶν βαρβάρων μεμιασμένον ἐναύσασθαι καθαρὸν ἐκ Δελφῶν ἀπὸ τῆς κοινῆς ἑστίας. οἱ μὲν οὖν ἄρχοντες τῶν Ἑλλήνων περιιόντες εὐθὺς ἠνάγκαζον ἀποσβεννύναι τὰ πυρὰ πάντα τοὺς χρωμένους, ἐκ δὲ Πλαταιέων Εὐχίδας ὑποσχόμενος ὡς ἐνδέχεται τάχιστα κομιεῖν τὸ παρὰ τοῦ θεοῦ πῦρ ἧκεν εἰς Δελφούς. 20.5. ἁγνίσας δὲ τὸ σῶμα καὶ περιρρανάμενος ἐστεφανώσατο δάφνῃ· καὶ λαβὼν ἀπὸ τοῦ βωμοῦ τὸ πῦρ δρόμῳ πάλιν εἰς τὰς Πλαταιὰς ἐχώρει καὶ πρὸ ἡλίου δυσμῶν ἐπανῆλθε, τῆς αὐτῆς ἡμέρας χιλίους σταδίους κατανύσας. ἀσπασάμενος δὲ τοὺς πολίτας καὶ τὸ πῦρ παραδοὺς εὐθὺς ἔπεσε καὶ μετὰ μικρὸν ἐξέπνευσεν. ἀγάμενοι δʼ αὐτὸν οἱ Πλαταιεῖς ἔθαψαν ἐν τῷ ἱερῷ τῆς Εὐκλείας Ἀρτέμιδος, ἐπιγράψαντες τόδε τὸ τετράμετρον· 21.1. ἐκ τούτου γενομένης ἐκκλησίας κοινῆς τῶν Ἑλλήνων ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μὲν εἰς Πλαταιὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς Ἑλλάδος προβούλους καὶ θεωρούς, ἄγεσθαι δὲ πενταετηρικὸν ἀγῶνα τῶν Ἐλευθερίων. εἶναι δὲ σύνταξιν Ἑλληνικὴν μυρίας μὲν ἀσπίδας, χιλίους δὲ ἵππους, ναῦς δʼ ἑκατὸν ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον, Πλαταιεῖς δʼ ἀσύλους καὶ ἱεροὺς ἀφεῖσθαι τῷ θεῷ θύοντας ὑπὲρ τῆς Ἑλλάδος. 9.1.  While the captains of the Hellenes were acting on this plan, Aristides noticed that Psyttaleia, a small island lying in the straits in front of Salamis, was full of the enemy. He therefore embarked in small boats the most ardent and the most warlike of the citizens, made a landing on Psyttaleia, joined battle with the Barbarians, and slew them all, save the few conspicuous men who were taken alive. Among these were three sons of the King's sister Sandaucé, whom he straightway sent to Themistocles, 324 9.2.  and it is said that, in obedience to some oracle or other, they were sacrificed to Dionysus Carnivorous. Then Aristides lined the islet all round with his hoplites, and lay in wait for any who should be cast up there, that no friend might perish, and no foe escape. For the greatest crowding of the ships, and the most strenuous part of the battle, seems to have been in this region. And for this reason a trophy was erected on Psyttaleia. 11.3.  But Aristides sent to Delphi and received from the god response that the Athenians would be superior to their foes if they made vows to Zeus, Cithaeronian Hera, Pan, and the Sphragitic nymphs; paid sacrifices to the heroes Androcrates, Leucon, Pisandrus, Damocrates, Hypsion, Actaeon, and Polyidus; and if they sustained the peril of battle on their own soil, in the plain of Eleusinian Demeter and Cora. 11.4.  When this oracle was reported to Aristides, it perplexed him greatly. The heroes to whom he was to sacrifice were, it was true, ancient dignitaries of the Plataeans; and the cave of the Sphragitic nymphs was on one of the peaks of Cithaeron, facing the summer sunsets, and in it there was also an oracle in former days, as they say, and many of the natives were possessed of the oracular power, and these were called nympholepti, or "nymph-possessed." 11.5.  But the plain of Eleusinian Demeter, and the promise of victory to the Athenians if they fought the battle in their own territory, called them back, as it were, to Attica, and changed the seat of war. At this time the general of the Plataeans, Arimnestus, had a dream in which he thought he was accosted by Zeus the Saviour and asked what the Hellenes had decided to do, and replied: "On the morrow, my Lord, we are going to lead our army back to Eleusis, and fight out our issue with the Barbarians there, in accordance with the Pythian oracle." 11.6.  Then the god said they were entirely in error, for the Pythian oracle's places were there in the neighbourhood of Plataea, and if they sought them they would surely find them. All this was made so vivid to Arimnestus that as soon as he awoke he summoned the oldest and most experienced of his fellow-citizens. By conference and investigation with these he discovered',WIDTH,216)" onMouseOut="nd();">º that near Hysiae, at the foot of mount Cithaeron, there was a very ancient temple bearing the names of Eleusinian Demeter and Cora. 11.7.  Straightway then he took Aristides and led him to the spot. They found that it was naturally very well suited to the array of infantry against a force that was superior in cavalry, since the spurs of Cithaeron made the edges of the plain adjoining the temple unfit for horsemen. There, too, was the shrine of the hero Androcrates hard by, enveloped in a grove of dense and shady trees. 11.8.  And besides, that the oracle might leave no rift in the hope of victory, the Plataeans voted, on motion of Arimnestus, 326to remove the boundaries of Plataea on the side toward Attica, and to give this territory to the Athenians, that so they might contend in defence of Hellas on their own soil, in accordance with the oracle. 19.6.  Besides, had the men of three cities only made the contest, while the rest sat idly by, the altar would not have been inscribed as it was:— "Here did the Hellenes, flushed with a victory granted by Ares Over the routed Persians, together, for Hellas delivered, Build them an altar of Zeus, Zeus as Deliverer known." 19.7.  This battle was fought on the fourth of the month Boëdromion, as the Athenians reckon time; but according to the Boeotian calendar, on the twenty-seventh of the month Panemus, 331the day when, down to the present time, the Hellenic council assembles in Plataea, and the Plataeans sacrifice to Zeus the Deliverer for the victory. We must not wonder at the apparent discrepancy between these dates, since, even now that astronomy is a more exact science, different peoples have different beginnings and endings for their months. 20 20.4.  When they consulted the oracle regarding the sacrifice to be made, the Pythian god made answer that they were to erect an altar of Zeus the Deliverer, but were not to sacrifice upon it until they had extinguished the fire throughout the land, which he said had been polluted by the Barbarians, and kindled it fresh and pure from the public hearth at Delphi. Accordingly the commanders of Hellenes went about straightway and compelled all who were using fire to extinguish it, while Euchidas, who promised to bring the sacred fire with all conceivable speed, went from Plataea to Delphi. 20.5.  There he purified his person by sprinkling himself with the holy water, and crowned himself with laurel. Then he took from the altar the sacred fire and started to run back to Plataea. He reached the place before the sun had set, accomplishing thus •a thousand furlongs in one and the same day. He greeted his countrymen, handed them the sacred fire, and straightway fell down, and after a little expired. In admiration of him the Plataeans gave him burial in the sanctuary of Artemis Eucleia, and inscribed upon his tomb this tetrameter verse:— "Euchidas, to Pytho running, came back here the selfsame day." 21.1.  After this, there was a general assembly of the Hellenes, at which Aristides proposed a decree to the effect that deputies and delegates from all Hellas convene at Plataea every year, and that every fourth year festival games of deliverance be celebrated — the Eleutheria; also that a confederate Hellenic force be levied, consisting of ten thousand shield, one thousand horse, and one hundred ships, to prosecute the war against the Barbarian; also that the Plataeans be set apart as inviolable and consecrate, that they might sacrifice to Zeus the Deliverer in behalf of Hellas. 332
7. Plutarch, Moralia, 869d (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 127
8. Plutarch, Pelopidas, 21.3 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 78
21.3. ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην. 21.3. and, still further, the youths who were sacrificed by Themistocles to Dionysus Carnivorous before the sea fight at Salamis Cf. the Themistocles, xiii. 2 f. for the successes which followed these sacrifices proved them acceptable to the gods. Moreover, when Agesilaüs, who was setting out on an expedition from the same place as Agamemnon did, and against the same enemies, was asked by the goddess for his daughter in sacrifice, and had this vision as he lay asleep at Aulis, he was too tender-hearted to give her, Cf. the Agesilaüs, vi. 4 ff. and thereby brought his expedition to an unsuccessful and inglorious ending.
9. Plutarch, Pericles, 17.1 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 125
17.1. ἀρχομένων δὲ Λακεδαιμονίων ἄχθεσθαι τῇ αὐξήσει τῶν Ἀθηναίων, ἐπαίρων ὁ Περικλῆς τὸν δῆμον ἔτι μᾶλλον μέγα φρονεῖν καὶ μεγάλων αὑτὸν ἀξιοῦν πραγμάτων, γράφει ψήφισμα, πάντας Ἕλληνας τοὺς ὁπήποτε κατοικοῦντας Εὐρώπης ἢ τῆς Ἀσίας παρακαλεῖν, καὶ μικρὰν πόλιν καὶ μεγάλην, εἰς σύλλογον πέμπειν Ἀθήναζε τοὺς βουλευσομένους περὶ τῶν Ἑλληνικῶν ἱερῶν, ἃ κατέπρησαν οἱ βάρβαροι, καὶ τῶν θυσιῶν ἃς ὀφείλουσιν ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενοι τοῖς θεοῖς ὅτε πρὸς τοὺς βαρβάρους ἐμάχοντο, καὶ τῆς θαλάττης, ὅπως πλέωσι πάντες ἀδεῶς καὶ τὴν εἰρήνην ἄγωσιν. 17.1. When the Lacedaemonians began to be annoyed by the increasing power of the Athenians, Pericles, by way of inciting the people to cherish yet loftier thoughts and to deem it worthy of great achievements, introduced a bill to the effect that all Hellenes wheresoever resident in Europe or in Asia, small and large cities alike, should be invited to send deputies to a council at Athens. This was to deliberate concerning the Hellenic sanctuaries which the Barbarians had burned down, concerning the sacrifices which were due to the gods in the name of Hellas in fulfillment of vows made when they were fighting with the Barbarians, and concerning the sea, that all might sail it fearlessly and keep the peace.
10. Plutarch, Themistocles, 8.2-8.3, 10.1-10.3, 13.2-13.3, 22.1-22.2 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 78, 125, 127
8.2. ἐν δʼ Ἰσθμῷ Σίνιν τὸν πιτυοκάμπτην ᾧ τρόπῳ πολλοὺς ἀνῄρει, τούτῳ διέφθειρεν αὐτός, οὐ μεμελετηκὼς οὐδʼ εἰθισμένος, ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καί τέχνης περίεστι καὶ μελέτης ἁπάσης. ἦν δὲ τῷ Σίνιδι καλλίστη καὶ μεγίστη θυγάτηρ, ὄνομα Περιγούνη. ταύτην τοῦ πατρὸς ἀνῃρημένου φυγοῦσαν ἐζήτει περιϊὼν ὁ Θησεύς· ἡ δʼ εἰς τόπον ἀπελθοῦσα λόχμην ἔχοντα πολλὴν στοιβήν τε πλείστην καὶ ἀσφάραγον, ἀκάκως πάνυ καὶ παιδικῶς ὥσπερ αἰσθανομένων δεομένη προσεύχετο μεθʼ ὅρκων, ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν. 8.3. ἀνακαλουμένου δὲ τοῦ Θησέως καὶ πίστιν διδόντος ὡς ἐπιμελήσεται καλῶς αὐτῆς καὶ οὐδὲν ἀδικήσει, προῆλθε· καὶ τῷ μὲν Θησεῖ συγγενομένη Μελάνιππον ἔτεκε, Δηϊονεῖ δὲ τῷ Εὐρύτου τοῦ Οἰχαλιέως ὕστερον συνῴκησε, Θησέως δόντος. ἐκ δὲ Μελανίππου τοῦ Θησέως γενόμενος Ἴωξος Ὀρνύτῳ τῆς εἰς Καρίαν ἀποικίας μετέσχεν· ὅθεν Ἰωξίδαις καὶ Ἰωξίσι πάτριον κατέστη μήτε ἄκανθαν ἀσφαράγου μήτε στοιβὴν καίειν, ἀλλὰ σέβεσθαι καὶ τιμᾶν. 13.2. καὶ διελόντες ἑαυτοὺς οἱ μὲν ἐμφανῶς Σφηττόθεν ἐχώρουν ἐπὶ τὸ ἄστυ μετὰ τοῦ πατρός, οἱ δὲ Γαργηττοῖ κρύψαντες ἑαυτοὺς ἐνήδρευον, ὡς διχόθεν ἐπιθησόμενοι τοῖς ὑπεναντίοις. ἦν δὲ κῆρυξ μετʼ αὐτῶν, ἀνὴρ Ἁγνούσιος, ὄνομα Λεώς. οὗτος ἐξήγγειλε τῷ Θησεῖ τὰ βεβουλευμένα τοῖς Παλλαντίδαις. 13.3. ὁ δὲ ἐξαίφνης ἐπιπεσὼν τοῖς ἐνεδρεύουσι πάντας διέφθειρεν. οἱ δὲ μετὰ τοῦ Πάλλαντος πυθόμενοι διεσπάρησαν. ἐκ τούτου φασὶ τῷ Παλληνέων δήμῳ πρὸς τὸν Ἁγνουσίων ἐπιγαμίαν μὴ εἶναι, μηδὲ κηρύττεσθαι τοὐπιχώριον παρʼ αὐτοῖς ἀκούετε λεῷ· μισοῦσι γὰρ τοὔνομα διὰ τὴν προδοσίαν τοῦ ἀνδρός. 22.1. τῇ δὲ Ἀττικῇ προσφερομένων ἐκλαθέσθαι μὲν αὐτόν, ἐκλαθέσθαι δὲ τὸν κυβερνήτην ὑπὸ χαρᾶς ἐπάρασθαι τὸ ἱστίον ᾧ τὴν σωτηρίαν αὐτῶν ἔδει γνώριμον τῷ Αἰγεῖ γενέσθαι· τὸν δὲ ἀπογνόντα ῥῖψαι κατὰ τῆς πέτρας ἑαυτὸν καὶ διαφθαρῆναι. καταπλεύσας δὲ ὁ Θησεὺς ἔθυε μὲν αὐτὸς ἃς ἐκπλέων θυσίας εὔξατο τοῖς θεοῖς Φαληροῖ, κήρυκα δὲ ἀπέστειλε τῆς σωτηρίας ἄγγελον εἰς ἄστυ. 22.2. οὗτος ἐνέτυχεν ὀδυρομένοις τε πολλοῖς τὴν τοῦ βασιλέως τελευτὴν καὶ χαίρουσιν, ὡς εἰκός, ἑτέροις καὶ φιλοφρονεῖσθαι καὶ στεφανοῦν αὐτὸν ἐπὶ τῇ σωτηρίᾳ προθύμοις οὖσι. τοὺς μὲν οὖν στεφάνους δεχόμενος τὸ κηρύκειον ἀνέστεφεν, ἐπανελθὼν δὲ ἐπὶ θάλασσαν οὔπω πεποιημένου σπονδὰς τοῦ Θησέως ἔξω περιέμεινε, μὴ βουλόμενος τὴν θυσίαν ταράξαι.
11. Pausanias, Description of Greece, 1.28.2, 1.33.2-1.33.3, 1.40.2-1.40.3, 9.2.5-9.2.6 (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nike, goddess, of athens •nike, goddess Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 32, 100, 127
1.28.2. χωρὶς δὲ ἢ ὅσα κατέλεξα δύο μὲν Ἀθηναίοις εἰσὶ δεκάται πολεμήσασιν, ἄγαλμα Ἀθηνᾶς χαλκοῦν ἀπὸ Μήδων τῶν ἐς Μαραθῶνα ἀποβάντων τέχνη Φειδίου —καί οἱ τὴν ἐπὶ τῆς ἀσπίδος μάχην Λαπιθῶν πρὸς Κενταύρους καὶ ὅσα ἄλλα ἐστὶν ἐπειργασμένα λέγουσι τορεῦσαι Μῦν, τῷ δὲ Μυῒ ταῦτά τε καὶ τὰ λοιπὰ τῶν ἔργων Παρράσιον καταγράψαι τὸν Εὐήνορος· ταύτης τῆς Ἀθηνᾶς ἡ τοῦ δόρατος αἰχμὴ καὶ ὁ λόφος τοῦ κράνους ἀπὸ Σουνίου προσπλέουσίν ἐστιν ἤδη σύνοπτα—, καὶ ἅρμα κεῖται χαλκοῦν ἀπὸ Βοιωτῶν δεκάτη καὶ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ. δύο δὲ ἄλλα ἐστὶν ἀναθήματα, Περικλῆς ὁ Ξανθίππου καὶ τῶν ἔργων τῶν Φειδίου θέας μάλιστα ἄξιον Ἀθηνᾶς ἄγαλμα ἀπὸ τῶν ἀναθέντων καλουμένης Λημνίας. 1.33.2. Μαραθῶνος δὲ σταδίους μάλιστα ἑξήκοντα ἀπέχει Ῥαμνοῦς τὴν παρὰ θάλασσαν ἰοῦσιν ἐς Ὠρωπόν. καὶ αἱ μὲν οἰκήσεις ἐπὶ θαλάσσῃ τοῖς ἀνθρώποις εἰσί, μικρὸν δὲ ἀπὸ θαλάσσης ἄνω Νεμέσεώς ἐστιν ἱερόν, ἣ θεῶν μάλιστα ἀνθρώποις ὑβρισταῖς ἐστιν ἀπαραίτητος. δοκεῖ δὲ καὶ τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα τῶν βαρβάρων ἀπαντῆσαι μήνιμα ἐκ τῆς θεοῦ ταύτης· καταφρονήσαντες γὰρ μηδέν σφισιν ἐμποδὼν εἶναι τὰς Ἀθήνας ἑλεῖν, λίθον Πάριον ὃν ὡς ἐπʼ ἐξειργασμένοις ἦγον ἐς τροπαίου ποίησιν. 1.33.3. τοῦτον Φειδίας τὸν λίθον εἰργάσατο ἄγαλμα μὲν εἶναι Νεμέσεως, τῇ κεφαλῇ δὲ ἔπεστι τῆς θεοῦ στέφανος ἐλάφους ἔχων καὶ Νίκης ἀγάλματα οὐ μεγάλα· ταῖς δὲ χερσὶν ἔχει τῇ μὲν κλάδον μηλέας, τῆ δεξιᾷ δὲ φιάλην, Αἰθίοπες δὲ ἐπὶ τῇ φιάλῃ πεποίηνται. συμβαλέσθαι δὲ τὸ ἐς τοὺς Αἰθίοπας οὔτε αὐτὸς εἶχον οὔτε ἀπεδεχόμην τῶν συνιέναι πειθομένων, οἳ πεποιῆσθαι σφᾶς ἐπὶ τῇ φιάλῃ φασὶ διὰ ποταμὸν Ὠκεανόν· οἰκεῖν γὰρ Αἰθίοπας ἐπʼ αὐτῷ, Νεμέσει δὲ εἶναι πατέρα Ὠκεανόν. 1.40.2. τῆς δὲ κρήνης οὐ πόρρω ταύτης ἀρχαῖόν ἐστιν ἱερόν, εἰκόνες δὲ ἐφʼ ἡμῶν ἑστᾶσιν ἐν αὐτῷ βασιλέων Ῥωμαίων καὶ ἄγαλμα τε κεῖται χαλκοῦν Ἀρτέμιδος ἐπίκλησιν Σωτείρας. φασὶ δὲ ἄνδρας τοῦ Μαρδονίου στρατοῦ καταδραμόντας τὴν Μεγαρίδα ἀποχωρεῖν ἐς Θήβας ὀπίσω παρὰ Μαρδόνιον ἐθέλειν, γνώμῃ δὲ Ἀρτέμιδος νύκτα τε ὁδοιποροῦσιν ἐπιγενέσθαι καὶ τῆς ὁδοῦ σφᾶς ἁμαρτόντας ἐς τὴν ὀρεινὴν τραπέσθαι τῆς χώρας· πειρωμένους δὲ εἰ στράτευμα ἐγγὺς εἴη πολέμιον ἀφιέναι τῶν βελῶν, καὶ τὴν πλησίον πέτραν στένειν βαλλομένην, τοὺς δὲ αὖθις τοξεύειν προθυμίᾳ πλέονι. 1.40.3. τέλος δὲ αὐτοῖς ἀναλωθῆναι τοὺς ὀιστοὺς ἐς ἄνδρας πολεμίους τοξεύειν προθυμίᾳ πλέονι νομίζουσιν· ἡμέρα τε ὑπεφαίνετο καὶ οἱ Μεγαρεῖς ἐπῄεσαν, μαχόμενοι δὲ ὁπλῖται πρὸς ἀνόπλους καὶ οὐδὲ βελῶν εὐποροῦντας ἔτι φονεύουσιν αὐτῶν τοὺς πολλούς· καὶ ἐπὶ τῷδε Σωτείρας ἄγαλμα ἐποιήσαντο Ἀρτέμιδος. ἐνταῦθα καὶ τῶν δώδεκα ὀνομαζομένων θεῶν ἐστιν ἀγάλματα ἔργα εἶναι λεγόμενα Πραξιτέλους · τὴν δὲ Ἄρτεμιν αὐτὴν Στρογγυλίων ἐποίησε. 9.2.5. κατὰ δὲ τὴν ἔσοδον μάλιστα τὴν ἐς Πλάταιαν τάφοι τῶν πρὸς Μήδους μαχεσαμένων εἰσί. τοῖς μὲν οὖν λοιποῖς ἐστιν Ἕλλησι μνῆμα κοινόν· Λακεδαιμονίων δὲ καὶ Ἀθηναίων τοῖς πεσοῦσιν ἰδίᾳ τέ εἰσιν οἱ τάφοι καὶ ἐλεγεῖά ἐστι Σιμωνίδου γεγραμμένα ἐπʼ αὐτοῖς. οὐ πόρρω δὲ ἀπὸ τοῦ κοινοῦ τῶν Ἑλλήνων Διός ἐστιν Ἐλευθερίου βωμὸς τοῦτον μὲν δὴ χαλκοῦ, τοῦ Διὸς δὲ τόν τε βωμὸν καὶ τὸ ἄγαλμα ἐποίησεν λευκοῦ λίθου. 9.2.6. ἄγουσι δὲ καὶ νῦν ἔτι ἀγῶνα διὰ ἔτους πέμπτου τὰ δὲ Ἐλευθέρια, ἐν ᾧ μέγιστα γέρα πρόκειται δρόμου· θέουσι δὲ ὡπλισμένοι πρὸ τοῦ βωμοῦ. τρόπαιον δέ, ὃ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνέθεσαν οἱ Ἕλληνες, πεντεκαίδεκα σταδίοις μάλιστα ἕστηκεν ἀπωτέρω τῆς πόλεως. 1.28.2. In addition to the works I have mentioned, there are two tithes dedicated by the Athenians after wars. There is first a bronze Athena, tithe from the Persians who landed at Marathon. It is the work of Pheidias, but the reliefs upon the shield, including the fight between Centaurs and Lapithae, are said to be from the chisel of Mys fl. 430 B.C., for whom they say Parrhasius the son of Evenor, designed this and the rest of his works. The point of the spear of this Athena and the crest of her helmet are visible to those sailing to Athens, as soon as Sunium is passed. Then there is a bronze chariot, tithe from the Boeotians and the Chalcidians in Euboea c. 507 B.C. . There are two other offerings, a statue of Pericles, the son of Xanthippus, and the best worth seeing of the works of Pheidias, the statue of Athena called Lemnian after those who dedicated it. 1.33.2. About sixty stades from Marathon as you go along the road by the sea to Oropus stands Rhamnus. The dwelling houses are on the coast, but a little way inland is a sanctuary of Nemesis, the most implacable deity to men of violence. It is thought that the wrath of this goddess fell also upon the foreigners who landed at Marathon. For thinking in their pride that nothing stood in the way of their taking Athens, they were bringing a piece of Parian marble to make a trophy, convinced that their task was already finished. 1.33.3. of this marble Pheidias made a statue of Nemesis, and on the head of the goddess is a crown with deer and small images of Victory. In her left hand she holds an apple branch, in her right hand a cup on which are wrought Aethiopians. As to the Aethiopians, I could hazard no guess myself, nor could I accept the statement of those who are convinced that the Aethiopians have been carved upon the cup be cause of the river Ocean. For the Aethiopians, they say, dwell near it, and Ocean is the father of Nemesis. 1.40.2. Not far from this fountain is an ancient sanctuary, and in our day likenesses stand in it of Roman emperors, and a bronze image is there of Artemis surnamed Saviour. There is a story that a detachment of the army of Mardonius, having over run Megaris 479 B.C., wished to return to Mardonius at Thebes, but that by the will of Artemis night came on them as they marched, and missing their way they turned into the hilly region. Trying to find out whether there was a hostile force near they shot some missiles. The rock near groaned when struck, and they shot again with greater eagerness, 1.40.3. until at last they used up all their arrows thinking that they were shooting at the enemy. When the day broke, the Megarians attacked, and being men in armour fighting against men without armour who no longer had even a supply of missiles, they killed the greater number of their opponents. For this reason they had an image made of Artemis Saviour. Here are also images of the gods named the Twelve, said to be the work of Praxiteles. But the image of Artemis herself was made by Strongylion. 9.2.5. Roughly at the entrance into Plataea are the graves of those who fought against the Persians. of the Greeks generally there is a common tomb, but the Lacedaemonians and Athenians who fell have separate graves, on which are written elegiac verses by Simonides. Not far from the common tomb of the Greeks is an altar of Zeus, God of Freedom. This then is of bronze, but the altar and the image he made of white marble. 9.2.6. Even at the present day they hold every four years games called Eleutheria (of Freedom), in which great prizes are offered for running. The competitors run in armour before the altar. The trophy which the Greeks set up for the battle at Plataea stands about fifteen stades from the city.
12. Epigraphy, Ml, 23  Tagged with subjects: •nike, goddess, of athens Found in books: Mikalson, Herodotus and Religion in the Persian Wars (2003) 59