1. Herodotus, Histories, 4.94-4.96 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Myrto • Myrto,
Found in books: Bowersock (1997), Fiction as History: Nero to Julian, 100; Stephens and Winkler (1995), Ancient Greek Novels: The Fragments: Introduction, Text, Translation, and Commentary, 113
sup> 4.94 ἀθανατίζουσι δὲ τόνδε τὸν τρόπον· οὔτε ἀποθνήσκειν ἑωυτοὺς νομίζουσι ἰέναι τε τὸν ἀπολλύμενον παρὰ Σάλμοξιν δαίμονα· οἳ δὲ αὐτῶν τὸν αὐτὸν τοῦτον ὀνομάζουσι Γεβελέιζιν· διὰ πεντετηρίδος τε τὸν πάλῳ λαχόντα αἰεὶ σφέων αὐτῶν ἀποπέμπουσι ἄγγελον παρὰ τὸν Σάλμοξιν, ἐντελλόμενοι τῶν ἂν ἑκάστοτε δέωνται, πέμπουσι δὲ ὧδε· οἳ μὲν αὐτῶν ταχθέντες ἀκόντια τρία ἔχουσι, ἄλλοι δὲ διαλαβόντες τοῦ ἀποπεμπομένου παρὰ τὸν Σάλμοξιν τὰς χεῖρας καὶ τοὺς πόδας, ἀνακινήσαντες αὐτὸν μετέωρον ῥίπτουσι ἐς τὰς λόγχας. ἢν μὲν δὴ ἀποθάνῃ ἀναπαρείς, τοῖσι δὲ ἵλεος ὁ θεὸς δοκέει εἶναι· ἢν δὲ μὴ ἀποθάνῃ, αἰτιῶνται αὐτὸν τὸν ἄγγελον, φάμενοί μιν ἄνδρα κακὸν εἶναι, αἰτιησάμενοι δὲ τοῦτον ἄλλον ἀποπέμπουσι· ἐντέλλονται δὲ ἔτι ζῶντι. οὗτοι οἱ αὐτοὶ Θρήικες καὶ πρὸς βροντήν τε καὶ ἀστραπὴν τοξεύοντες ἄνω πρὸς τὸν οὐρανὸν ἀπειλέουσι τῷ θεῷ, οὐδένα ἄλλον θεὸν νομίζοντες εἶναι εἰ μὴ τὸν σφέτερον. 4.95 ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν Ἑλλήσποντον οἰκεόντων Ἑλλήνων καὶ Πόντον, τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι ἐν Σάμῳ, δουλεῦσαι δὲ Πυθαγόρῃ τῷ Μνησάρχου, ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι μεγάλα, κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ. ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων, τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας, οἷα Ἕλλησι τε ὁμιλήσαντα καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρη, κατασκευάσασθαι ἀνδρεῶνα, ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοὺς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται, ἀλλʼ ἥξουσι ἐς χῶρον τοῦτον ἵνα αἰεὶ περιεόντες ἕξουσι τὰ πάντα ἀγαθά. ἐν ᾧ δὲ ἐποίεε τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα, ἐν τούτῳ κατάγαιον οἴκημα ἐποιέετο. ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα, ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη, καταβὰς δὲ κάτω ἐς τὸ κατάγαιον οἴκημα διαιτᾶτο ἐπʼ ἔτεα τρία· οἳ δὲ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα. τετάρτω δὲ ἔτεϊ ἐφάνη τοῖσι Θρήιξι, καὶ οὕτω πιθανά σφι ἐγένετο τὰ ἔλεγε ὁ Σάλμοξις. ταῦτα φασί μιν ποιῆσαι. 4.96 ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγαίου οἰκήματος οὔτε ἀπιστέω οὔτε ὦν πιστεύω τι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω. εἴτε δὲ ἐγένετό τις Σάλμοξις ἄνθρωπος, εἴτʼ ἐστὶ δαίμων τις Γέτῃσι οὗτος ἐπιχώριος, χαιρέτω. οὗτοι μὲν δὴ τρόπῳ τοιούτῳ χρεώμενοι ὡς ἐχειρώθησαν ὑπὸ Περσέων, εἵποντο τῷ ἄλλῳ στρατῷ.'' None | sup> 4.94 Their belief in their immortality is as follows: they believe that they do not die, but that one who perishes goes to the deity Salmoxis, or Gebeleïzis, as some of them call him. ,Once every five years they choose one of their people by lot and send him as a messenger to Salmoxis, with instructions to report their needs; and this is how they send him: three lances are held by designated men; others seize the messenger to Salmoxis by his hands and feet, and swing and toss him up on to the spear-points. ,If he is killed by the toss, they believe that the god regards them with favor; but if he is not killed, they blame the messenger himself, considering him a bad man, and send another messenger in place of him. It is while the man still lives that they give him the message. ,Furthermore, when there is thunder and lightning these same Thracians shoot arrows skyward as a threat to the god, believing in no other god but their own. 4.95 I understand from the Greeks who live beside the Hellespont and Pontus, that this Salmoxis was a man who was once a slave in Samos, his master being Pythagoras son of Mnesarchus; ,then, after being freed and gaining great wealth, he returned to his own country. Now the Thracians were a poor and backward people, but this Salmoxis knew Ionian ways and a more advanced way of life than the Thracian; for he had consorted with Greeks, and moreover with one of the greatest Greek teachers, Pythagoras; ,therefore he made a hall, where he entertained and fed the leaders among his countrymen, and taught them that neither he nor his guests nor any of their descendants would ever die, but that they would go to a place where they would live forever and have all good things. ,While he was doing as I have said and teaching this doctrine, he was meanwhile making an underground chamber. When this was finished, he vanished from the sight of the Thracians, and went down into the underground chamber, where he lived for three years, ,while the Thracians wished him back and mourned him for dead; then in the fourth year he appeared to the Thracians, and thus they came to believe what Salmoxis had told them. Such is the Greek story about him. 4.96 Now I neither disbelieve nor entirely believe the tale about Salmoxis and his underground chamber; but I think that he lived many years before Pythagoras; ,and as to whether there was a man called Salmoxis or this is some deity native to the Getae, let the question be dismissed. '' None |
|