5.375. Ταῦτα τὸν ̓Ιώσηπον παραινοῦντα πολλοὶ μὲν ἔσκωπτον ἀπὸ τοῦ τείχους, πολλοὶ δ' ἐβλασφήμουν, ἔνιοι δ' ἔβαλλον. ὁ δ' ὡς ταῖς φανεραῖς οὐκ ἔπειθε συμβουλίαις, ἐπὶ τὰς ὁμοφύλους μετέβαινεν ἱστορίας “ἆ δειλοί, 5.376. βοῶν, καὶ τῶν ἰδίων ἀμνήμονες συμμάχων, ὅπλοις καὶ χερσὶ πολεμεῖτε ̔Ρωμαίοις; τίνα γὰρ ἄλλον οὕτως ἐνικήσαμεν; 5.377. πότε δ' οὐ θεὸς ὁ κτίσας ἂν ἀδικῶνται ̓Ιουδαίων ἔκδικος; οὐκ ἐπιστραφέντες ὄψεσθε πόθεν ὁρμώμενοι μάχεσθε καὶ πηλίκον ἐμιάνατε σύμμαχον; οὐκ ἀναμνήσεσθε πατέρων ἔργα δαιμόνια, καὶ τὸν ἅγιον τόνδε χῶρον ἡλίκους ἡμῖν πάλαι πολέμους καθεῖλεν; 5.378. ἐγὼ μὲν φρίττω τὰ ἔργα τοῦ θεοῦ λέγων εἰς ἀναξίους ἀκοάς: ἀκούετε δ' ὅμως, ἵνα γνῶτε μὴ μόνον ̔Ρωμαίοις πολεμοῦντες ἀλλὰ καὶ τῷ θεῷ. 5.379. βασιλεὺς ὁ τότε Νεχαὼς Αἰγυπτίων, ὁ δ' αὐτὸς ἐκαλεῖτο καὶ Φαραώ, μυρίᾳ χειρὶ καταβὰς ἥρπασε Σάρραν βασιλίδα, τὴν μητέρα τοῦ γένους ἡμῶν. 5.381. οὐ μετὰ μίαν ἑσπέραν ἄχραντος μὲν ἡ βασίλισσα ἀνεπέμφθη πρὸς τὸν ἄνδρα, προσκυνῶν δὲ τὸν ὑφ' ὑμῶν αἱμαχθέντα χῶρον ὁμοφύλῳ φόνῳ καὶ τρέμων ἀπὸ τῶν ἐν νυκτὶ φαντασμάτων ἔφευγεν ὁ Αἰγύπτιος, ἀργύρῳ δὲ καὶ χρυσῷ τοὺς θεοφιλεῖς ̔Εβραίους ἐδωρεῖτο; 5.382. εἴπω τὴν εἰς Αἴγυπτον μετοικίαν τῶν πατέρων; οὐ τυραννούμενοι καὶ βασιλεῦσιν ἀλλοφύλοις ὑποπεπτωκότες τετρακοσίοις ἔτεσι παρὸν ὅπλοις ἀμύνεσθαι καὶ χερσὶ σφᾶς αὐτοὺς ἐπέτρεψαν τῷ θεῷ; 5.383. τίς οὐκ οἶδεν τὴν παντὸς θηρίου καταπλησθεῖσαν Αἴγυπτον καὶ πάσῃ φθαρεῖσαν νόσῳ, τὴν ἄκαρπον [γῆν], τὸν ἐπιλείποντα Νεῖλον, τὰς ἐπαλλήλους δέκα πληγάς, τοὺς διὰ ταῦτα μετὰ φρουρᾶς προπεμπομένους πατέρας ἡμῶν ἀναιμάκτους ἀκινδύνους, οὓς ὁ θεὸς αὑτῷ νεωκόρους ἦγεν; 5.384. ἀλλὰ τὴν ὑπὸ Σύρων ἁρπαγεῖσαν ἁγίαν ἡμῖν λάρνακα οὐκ ἐστέναξε μὲν ἡ Παλαιστίνη καὶ Δαγὼν τὸ ξόανον, ἐστέναξε δὲ πᾶν τὸ τῶν ἁρπασαμένων ἔθνος, 5.385. σηπόμενοι δὲ τὰ κρυπτὰ τοῦ σώματος καὶ δι' αὐτῶν τὰ σπλάγχνα μετὰ τῶν σιτίων καταφέροντες, χερσὶ ταῖς λῃσαμέναις ἀνεκόμισαν κυμβάλων καὶ τυμπάνων ἤχῳ καὶ πᾶσι μειλικτηρίοις ἱλασκόμενοι τὸ ἅγιον; 5.386. θεὸς ἦν ὁ ταῦτα πατράσιν ἡμετέροις στρατηγῶν, ὅτι τὰς χεῖρας καὶ τὰ ὅπλα παρέντες αὐτῷ κρῖναι τὸ ἔργον ἐπέτρεψαν. 5.387. βασιλεὺς ̓Ασσυρίων Σενναχηρεὶμ ὅτε πᾶσαν τὴν ̓Ασίαν ἐπισυρόμενος τήνδε περιεστρατοπεδεύσατο τὴν πόλιν, ἆρα χερσὶν ἀνθρωπίναις ἔπεσεν; 5.388. οὐχ αἱ μὲν ἀπὸ τῶν ὅπλων ἠρεμοῦσαι ἐν προσευχαῖς ἦσαν, ἄγγελος δὲ τοῦ θεοῦ μιᾷ νυκτὶ τὴν ἄπειρον στρατιὰν ἐλυμήνατο, καὶ μεθ' ἡμέραν ἀναστὰς ὁ ̓Ασσύριος ὀκτωκαίδεκα μυριάδας ἐπὶ πεντακισχιλίοις νεκρῶν εὗρε, μετὰ δὲ τῶν καταλειπομένων ἀνόπλους καὶ μὴ διώκοντας ̔Εβραίους ἔφυγεν; 5.389. ἴστε καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν, ἔνθα μετανάστης ὁ λαὸς ὢν ἔτεσιν ἑβδομήκοντα οὐ πρότερον εἰς ἐλευθερίαν ἀνεχαίτισεν ἢ Κῦρον τοῦτο χαρίσασθαι τῷ θεῷ: προυπέμφθησαν γοῦν ὑπ' αὐτοῦ, καὶ πάλιν τὸν αὑτῶν σύμμαχον ἐνεωκόρουν. 5.391. τοῦτο μέν, ἡνίκα βασιλεὺς Βαβυλωνίων ἐπολιόρκει ταύτην τὴν πόλιν, συμβαλὼν Σεδεκίας ὁ ἡμέτερος βασιλεὺς παρὰ τὰς ̔Ιερεμίου προφητείας αὐτός τε ἑάλω καὶ τὸ ἄστυ μετὰ τοῦ ναοῦ κατασκαπτόμενον εἶδε: καίτοι πόσῳ μετριώτερος ὁ μὲν βασιλεὺς ἐκεῖνος τῶν ὑμετέρων ἡγεμόνων ἦν, ὁ δ' ὑπ' αὐτῷ λαὸς ὑμῶν. 5.392. βοῶντα γοῦν τὸν ̔Ιερεμίαν, ὡς ἀπέχθοιντο μὲν τῷ θεῷ διὰ τὰς εἰς αὐτὸν πλημμελείας, ἁλώσοιντο δ' εἰ μὴ παραδοῖεν τὴν πόλιν, οὔθ' ὁ βασιλεὺς οὔθ' ὁ δῆμος ἀνεῖλεν. 5.393. ἀλλ' ὑμεῖς, ἵν' ἐάσω τἄνδον, οὐ γὰρ ἂν ἑρμηνεῦσαι δυναίμην τὰς παρανομίας ὑμῶν ἀξίως, ἐμὲ τὸν παρακαλοῦντα πρὸς σωτηρίαν ὑμᾶς βλασφημεῖτε καὶ βάλλετε, παροξυνόμενοι πρὸς τὰς ὑπομνήσεις τῶν ἁμαρτημάτων καὶ μηδὲ τοὺς λόγους φέροντες ὧν τἆργα δρᾶτε καθ' ἡμέραν. 5.394. τοῦτο δ', ἡνίκα ̓Αντιόχου τοῦ κληθέντος ̓Επιφανοῦς προσκαθεζομένου τῇ πόλει πολλὰ πρὸς τὸ θεῖον ἐξυβρικότος, οἱ πρόγονοι μετὰ τῶν ὅπλων προῆλθον, αὐτοὶ μὲν ἀπεσφάγησαν ἐν τῇ μάχῃ, διηρπάγη δὲ τὸ ἄστυ τοῖς πολεμίοις, ἠρημώθη δ' ἔτη τρία καὶ μῆνας ἓξ τὸ ἅγιον. καὶ τί δεῖ τἆλλα λέγειν; 5.395. ἀλλὰ ̔Ρωμαίους τίς ἐστρατολόγησε κατὰ τοῦ ἔθνους; οὐχ ἡ τῶν ἐπιχωρίων ἀσέβεια; πόθεν δ' ἠρξάμεθα δουλείας; 5.396. ἆρ' οὐχὶ ἐκ στάσεως τῶν προγόνων, ὅτε ἡ ̓Αριστοβούλου καὶ ̔Υρκανοῦ μανία καὶ πρὸς ἀλλήλους ἔρις Πομπήιον ἐπήγαγεν τῇ πόλει καὶ ̔Ρωμαίοις ὑπέταξεν ὁ θεὸς τοὺς οὐκ ἀξίους ἐλευθερίας; 5.397. τρισὶ γοῦν μησὶ πολιορκηθέντες ἑαυτοὺς παρέδοσαν, οὔθ' ἁμαρτόντες εἰς τὰ ἅγια καὶ τοὺς νόμους ἡλίκα ὑμεῖς καὶ πολὺ μείζοσιν ἀφορμαῖς πρὸς τὸν πόλεμον χρώμενοι. 5.398. τὸ δ' ̓Αντιγόνου τέλος τοῦ ̓Αριστοβούλου παιδὸς οὐκ ἴσμεν, οὗ βασιλεύοντος ὁ θεὸς ἁλώσει πάλιν τὸν λαὸν ἤλαυνε πλημμελοῦντα, καὶ ̔Ηρώδης μὲν ὁ ̓Αντιπάτρου Σόσσιον, Σόσσιος δὲ ̔Ρωμαίων στρατιὰν ἤγαγεν, περισχεθέντες δ' ἐπὶ μῆνας ἓξ ἐπολιορκοῦντο, μέχρι δίκας τῶν ἁμαρτιῶν δόντες ἑάλωσαν καὶ διηρπάγη τοῖς πολεμίοις ἡ πόλις; 5.399. οὕτως οὐδέποτε τῷ ἔθνει τὰ ὅπλα δέδοται, τῷ δὲ πολεμεῖσθαι καὶ τὸ ἁλώσεσθαι πάντως πρόσεστι. 5.401. ὑμῖν δὲ τί τῶν εὐλογηθέντων ὑπὸ τοῦ νομοθέτου πέπρακται; τί δὲ τῶν ὑπ' ἐκείνου κατηραμένων παραλέλειπται; πόσῳ δ' ἐστὲ τῶν τάχιον ἁλόντων ἀσεβέστεροι; 5.402. οὐ τὰ κρυπτὰ μὲν τῶν ἁμαρτημάτων ἠδοξήκατε, κλοπὰς λέγω καὶ ἐνέδρας καὶ μοιχείας, ἁρπαγαῖς δ' ἐρίζετε καὶ φόνοις καὶ ξένας καινοτομεῖτε κακίας ὁδούς, ἐκδοχεῖον δὲ πάντων τὸ ἱερὸν γέγονεν καὶ χερσὶν ἐμφυλίοις ὁ θεῖος μεμίανται χῶρος, ὃν καὶ ̔Ρωμαῖοι πόρρωθεν προσεκύνουν, πολλὰ τῶν ἰδίων ἐθῶν εἰς τὸν ὑμέτερον παραλύοντες νόμον. 5.403. εἶτ' ἐπὶ τούτοις τὸν ἀσεβηθέντα σύμμαχον προσδοκᾶτε; πάνυ γοῦν ἐστὲ δίκαιοι ἱκέται καὶ χερσὶ καθαραῖς τὸν βοηθὸν ὑμῶν παρακαλεῖτε. 5.404. τοιαύταις ὁ βασιλεὺς ἡμῶν ἱκέτευσεν ἐπὶ τὸν ̓Ασσύριον, ὅτε τὸν μέγαν ἐκεῖνον στρατὸν μιᾷ νυκτὶ κατέστρωσεν ὁ θεός; ὅμοια δὲ τῷ ̓Ασσυρίῳ ̔Ρωμαῖοι δρῶσιν, ἵνα καὶ ἄμυναν ὑμεῖς ὁμοίαν ἐλπίσητε; 5.405. οὐχ ὁ μὲν χρήματα παρὰ τοῦ βασιλέως ἡμῶν λαβὼν ἐφ' ᾧ μὴ πορθήσει τὴν πόλιν κατέβη παρὰ τοὺς ὅρκους ἐμπρῆσαι τὸν ναόν, ̔Ρωμαῖοι δὲ τὸν συνήθη δασμὸν αἰτοῦσιν, ὃν οἱ πατέρες ἡμῶν τοῖς ἐκείνων πατράσι παρέσχον; 5.406. καὶ τούτου τυχόντες οὔτε πορθοῦσι τὴν πόλιν οὔτε ψαύουσι τῶν ἁγίων, διδόασι δὲ ὑμῖν τὰ ἄλλα, γενεάς τ' ἐλευθέρας καὶ κτήσεις τὰς ἑαυτῶν νέμεσθαι καὶ τοὺς ἱεροὺς νόμους σώζουσι. 5.407. μανία δὴ τὸν θεὸν προσδοκᾶν ἐπὶ δικαίοις οἷος ἐπ' ἀδίκοις ἐφάνη. καὶ παραχρῆμα δὲ ἀμύνειν οἶδεν ὅταν δέῃ: τοὺς γοῦν ̓Ασσυρίους κατὰ νύκτα τὴν πρώτην παραστρατοπεδευσαμένους ἔκλασεν: 5.408. ὥστ' εἰ καὶ τὴν ἡμετέραν γενεὰν ἐλευθερίας ἢ ̔Ρωμαίους κολάσεως ἀξίους ἔκρινε, κἂν παραχρῆμα καθάπερ τοῖς ̓Ασσυρίοις ἐνέσκηψεν, ὅτε τοῦ ἔθνους ἥπτετο Πομπήιος, ὅτε μετ' αὐτὸν ἀνῄει Σόσσιος, ὅτε Οὐεσπασιανὸς ἐπόρθει τὴν Γαλιλαίαν, τὰ τελευταῖα νῦν, ὅτε ἤγγιζε Τίτος τῇ πόλει. 5.409. καίτοι Μάγνος μὲν καὶ Σόσσιος πρὸς τῷ μηδὲν παθεῖν καὶ ἀνὰ κράτος ἔλαβον τὴν πόλιν, Οὐεσπασιανὸς δ' ἐκ τοῦ πρὸς ἡμᾶς πολέμου καὶ βασιλείας ἤρξατο: Τίτῳ μὲν γὰρ καὶ πηγαὶ πλουσιώτεραι ῥέουσιν αἱ ξηρανθεῖσαι πρότερον ὑμῖν: 5.411. τό γε μὴν τέρας τοῦτο πεπείραται καὶ πρότερον ἐφ' ἁλώσει τῆς πόλεως γεγενημένον, ὅτε ὁ προειρημένος Βαβυλώνιος ἐπεστράτευσεν, ὃς τήν τε πόλιν ἑλὼν ἐνέπρησε καὶ τὸν ναόν, οὐδὲν οἶμαι τῶν τότε ἠσεβηκότων τηλικοῦτον ἡλίκα ὑμεῖς: 5.412. ὥστε ἐγὼ πεφευγέναι μὲν ἐκ τῶν ἁγίων οἶμαι τὸ θεῖον, ἑστάναι δὲ παρ' οἷς πολεμεῖτε νῦν. 5.413. ἀλλ' ἀνὴρ μὲν ἀγαθὸς οἰκίαν ἀσελγῆ φεύξεται καὶ τοὺς ἐν αὐτῇ στυγήσει, τὸν δὲ θεὸν ἔτι πείθεσθε τοῖς οἰκείοις κακοῖς παραμένειν, ὃς τά τε κρυπτὰ πάντα ἐφορᾷ καὶ τῶν σιγωμένων ἀκούει; 5.414. τί δὲ σιγᾶται παρ' ὑμῖν ἢ τί κρύπτεται; τί δ' οὐχὶ καὶ τοῖς ἐχθροῖς φανερὸν γέγονε; πομπεύετε γὰρ παρανομοῦντες καὶ καθ' ἡμέραν ἐρίζετε, τίς χείρων γένηται, τῆς ἀδικίας ὥσπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι. 5.415. καταλείπεται δὲ ὅμως ἔτι σωτηρίας ὁδός, ἐὰν θέλητε, καὶ τὸ θεῖον εὐδιάλλακτον ἐξομολογουμένοις καὶ μετανοοῦσιν. 5.416. ὦ σιδήρειοι, ῥίψατε τὰς πανοπλίας, λάβετε ἤδη κατερειπομένης αἰδῶ πατρίδος, ἐπιστράφητε καὶ θεάσασθε τὸ κάλλος ἧς προδίδοτε, οἷον ἄστυ, οἷον ἱερόν, ὅσων ἐθνῶν δῶρα. 5.417. ἐπὶ ταῦτά τις ὁδηγεῖ φλόγα; ταῦτά τις μηκέτ' εἶναι θέλει; καὶ τί σώζεσθαι τούτων ἀξιώτερον, ἄτεγκτοι καὶ λίθων ἀπαθέστεροι. 5.418. καὶ εἰ μὴ ταῦτα γνησίοις ὄμμασιν βλέπετε, γενεὰς γοῦν ὑμετέρας οἰκτείρατε, καὶ πρὸ ὀφθαλμῶν ἑκάστῳ γενέσθω τέκνα καὶ γυνὴ καὶ γονεῖς, οὓς ἀναλώσει μετὰ μικρὸν ἢ λιμὸς ἢ πόλεμος. 5.419. οἶδ' ὅτι μοι συγκινδυνεύει μήτηρ καὶ γυνὴ καὶ γένος οὐκ ἄσημον καὶ πάλαι λαμπρὸς οἶκος, καὶ τάχα δοκῶ διὰ ταῦτα συμβουλεύειν. ἀποκτείνατε αὐτούς, λάβετε μισθὸν τῆς ἑαυτῶν σωτηρίας τὸ ἐμὸν αἷμα: κἀγὼ θνήσκειν ἕτοιμος, εἰ μετ' ἐμὲ σωφρονεῖν μέλλετε.” | 5.375. 4. While Josephus was making this exhortation to the Jews, many of them jested upon him from the wall, and many reproached him; nay, some threw their darts at him: but when he could not himself persuade them by such open good advice, he betook himself to the histories belonging to their own nation, 5.376. and cried out aloud, “O miserable creatures! are you so unmindful of those that used to assist you, that you will fight by your weapons and by your hands against the Romans? When did we ever conquer any other nation by such means? 5.377. and when was it that God, who is the Creator of the Jewish people, did not avenge them when they had been injured? Will not you turn again, and look back, and consider whence it is that you fight with such violence, and how great a Supporter you have profanely abused? Will not you recall to mind the prodigious things done for your forefathers and this holy place, and how great enemies of yours were by him subdued under you? 5.378. I even tremble myself in declaring the works of God before your ears, that are unworthy to hear them; however, hearken to me, that you may be informed how you fight not only against the Romans, but against God himself. 5.379. In old times there was one Necao, king of Egypt, who was also called Pharaoh; he came with a prodigious army of soldiers, and seized queen Sarah, the mother of our nation. 5.380. What did Abraham our progenitor then do? Did he defend himself from this injurious person by war, although he had three hundred and eighteen captains under him, and an immense army under each of them? Indeed he deemed them to be no number at all without God’s assistance, and only spread out his hands towards this holy place, which you have now polluted, and reckoned upon him as upon his invincible supporter, instead of his own army. 5.381. Was not our queen sent back, without any defilement, to her husband, the very next evening?—while the king of Egypt fled away, adoring this place which you have defiled by shedding thereon the blood of your own countrymen; and he also trembled at those visions which he saw in the night season, and bestowed both silver and gold on the Hebrews, as on a people beloved by God. 5.382. Shall I say nothing, or shall I mention the removal of our fathers into Egypt, who, when they were used tyrannically, and were fallen under the power of foreign kings for four hundred years together, and might have defended themselves by war and by fighting, did yet do nothing but commit themselves to God? 5.383. Who is there that does not know that Egypt was overrun with all sorts of wild beasts, and consumed by all sorts of distempers? how their land did not bring forth its fruit? how the Nile failed of water? how the ten plagues of Egypt followed one upon another? and how by those means our fathers were sent away under a guard, without any bloodshed, and without running any dangers, because God conducted them as his peculiar servants? 5.384. Moreover, did not Palestine groan under the ravage the Assyrians made, when they carried away our sacred ark? asdid their idol Dagon, and as also did that entire nation of those that carried it away, 5.385. how they were smitten with a loathsome distemper in the secret parts of their bodies, when their very bowels came down together with what they had eaten, till those hands that stole it away were obliged to bring it back again, and that with the sound of cymbals and timbrels, and other oblations, in order to appease the anger of God for their violation of his holy ark. 5.386. It was God who then became our General, and accomplished these great things for our fathers, and this because they did not meddle with war and fighting, but committed it to him to judge about their affairs. 5.387. When Sennacherib, king of Assyria, brought along with him all Asia, and encompassed this city round with his army, did he fall by the hands of men? 5.388. were not those hands lifted up to God in prayers, without meddling with their arms, when an angel of God destroyed that prodigious army in one night? when the Assyrian king, as he rose the next day, found a hundred fourscore and five thousand dead bodies, and when he, with the remainder of his army, fled away from the Hebrews, though they were unarmed, and did not pursue them. 5.389. You are also acquainted with the slavery we were under at Babylon, where the people were captives for seventy years; yet were they not delivered into freedom again before God made Cyrus his gracious instrument in bringing it about; accordingly they were set free by him, and did again restore the worship of their Deliverer at his temple. 5.390. And, to speak in general, we can produce no example wherein our fathers got any success by war, or failed of success when without war they committed themselves to God. When they staid at home, they conquered, as pleased their Judge; but when they went out to fight, they were always disappointed: 5.391. for example, when the king of Babylon besieged this very city, and our king Zedekiah fought against him, contrary to what predictions were made to him by Jeremiah the prophet, he was at once taken prisoner, and saw the city and the temple demolished. Yet how much greater was the moderation of that king, than is that of your present governors, and that of the people then under him, than is that of you at this time! 5.392. for when Jeremiah cried out aloud, how very angry God was at them, because of their transgressions, and told them that they should be taken prisoners, unless they would surrender up their city, neither did the king nor the people put him to death; 5.393. but for you (to pass over what you have done within the city, which I am not able to describe as your wickedness deserves) you abuse me, and throw darts at me, who only exhort you to save yourselves, as being provoked when you are put in mind of your sins, and cannot bear the very mention of those crimes which you every day perpetrate. 5.394. For another example, when Antiochus, who was called Epiphanes, lay before this city, and had been guilty of many indignities against God, and our forefathers met him in arms, they then were slain in the battle, this city was plundered by our enemies, and our sanctuary made desolate for three years and six months. And what need I bring any more examples? 5.395. Indeed what can it be that hath stirred up an army of the Romans against our nation? Is it not the impiety of the inhabitants? Whence did our servitude commence? 5.396. Was it not derived from the seditions that were among our forefathers, when the madness of Aristobulus and Hyrcanus, and our mutual quarrels, brought Pompey upon this city, and when God reduced those under subjection to the Romans who were unworthy of the liberty they had enjoyed? 5.397. After a siege, therefore, of three months, they were forced to surrender themselves, although they had not been guilty of such offenses, with regard to our sanctuary and our laws, as you have; and this while they had much greater advantages to go to war than you have. 5.398. Do not we know what end Antigonus, the son of Aristobulus, came to, under whose reign God provided that this city should be taken again upon account of the people’s offenses? When Herod, the son of Antipater, brought upon us Sosius, and Sosius brought upon us the Roman army, they were then encompassed and besieged for six months, till, as a punishment for their sins, they were taken, and the city was plundered by the enemy. 5.399. Thus it appears that arms were never given to our nation, but that we are always given up to be fought against, and to be taken; 5.400. for I suppose that such as inhabit this holy place ought to commit the disposal of all things to God, and then only to disregard the assistance of men when they resign themselves up to their Arbitrator, who is above. 5.401. As for you, what have you done of those things that are recommended by our legislator? and what have you not done of those things that he hath condemned? How much more impious are you than those who were so quickly taken! 5.402. You have not avoided so much as those sins that are usually done in secret; I mean thefts, and treacherous plots against men, and adulteries. You are quarreling about rapines and murders, and invent strange ways of wickedness. Nay, the temple itself is become the receptacle of all, and this Divine place is polluted by the hands of those of our own country; which place hath yet been reverenced by the Romans when it was at a distance from them, when they have suffered many of their own customs to give place to our law. 5.403. And, after all this, do you expect Him whom you have so impiously abused to be your supporter? To be sure then you have a right to be petitioners, and to call upon Him to assist you, so pure are your hands! 5.404. Did your king [Hezekiah] lift up such hands in prayer to God against the king of Assyria, when he destroyed that great army in one night? And do the Romans commit such wickedness as did the king of Assyria, that you may have reason to hope for the like vengeance upon them? 5.405. Did not that king accept of money from our king on this condition, that he should not destroy the city, and yet, contrary to the oath he had taken, he came down to burn the temple? while the Romans do demand no more than that accustomed tribute which our fathers paid to their fathers; 5.406. and if they may but once obtain that, they neither aim to destroy this city, nor to touch this sanctuary; nay, they will grant you besides, that your posterity shall be free, and your possessions secured to you, and will preserve your holy laws inviolate to you. 5.407. And it is plain madness to expect that God should appear as well disposed towards the wicked as towards the righteous, since he knows when it is proper to punish men for their sins immediately; accordingly he brake the power of the Assyrians the very first night that they pitched their camp. 5.408. Wherefore, had he judged that our nation was worthy of freedom, or the Romans of punishment, he had immediately inflicted punishment upon those Romans, as he did upon the Assyrians, when Pompey began to meddle with our nation, or when after him Sosius came up against us, or when Vespasian laid waste Galilee, or, lastly, when Titus came first of all near to the city; 5.409. although Magnus and Sosius did not only suffer nothing, but took the city by force; as did Vespasian go from the war he made against you to receive the empire; and as for Titus, those springs that were formerly almost dried up when they were under your power since he is come, run more plentifully than they did before; 5.410. accordingly, you know that Siloam, as well as all the other springs that were without the city, did so far fail, that water was sold by distinct measures; whereas they now have such a great quantity of water for your enemies, as is sufficient not only for drink both for themselves and their cattle, but for watering their gardens also. 5.411. The same wonderful sign you had also experience of formerly, when the forementioned king of Babylon made war against us, and when he took the city, and burnt the temple; while yet I believe the Jews of that age were not so impious as you are. 5.412. Wherefore I cannot but suppose that God is fled out of his sanctuary, and stands on the side of those against whom you fight. 5.413. Now, even a man, if he be but a good man, will fly from an impure house, and will hate those that are in it; and do you persuade yourselves that God will abide with you in your iniquities, who sees all secret things, and hears what is kept most private? 5.414. Now, what crime is there, I pray you, that is so much as kept secret among you, or is concealed by you? nay, what is there that is not open to your very enemies? for you show your transgressions after a pompous manner, and contend one with another which of you shall be more wicked than another; and you make a public demonstration of your injustice, as if it were virtue. 5.415. However, there is a place left for your preservation, if you be willing to accept of it; and God is easily reconciled to those that confess their faults, and repent of them. 5.416. O hard-hearted wretches as you are! cast away all your arms, and take pity of your country already going to ruin; return from your wicked ways, and have regard to the excellency of that city which you are going to betray, to that excellent temple with the donations of so many countries in it. 5.417. Who could bear to be the first that should set that temple on fire? who could be willing that these things should be no more? and what is there that can better deserve to be preserved? O insensible creatures, and more stupid than are the stones themselves! 5.418. And if you cannot look at these things with discerning eyes, yet, however, have pity upon your families, and set before every one of your eyes your children, and wives, and parents, who will be gradually consumed either by famine or by war. 5.419. I am sensible that this danger will extend to my mother, and wife, and to that family of mine who have been by no means ignoble, and indeed to one that hath been very eminent in old time; and perhaps you may imagine that it is on their account only that I give you this advice; if that be all, kill them; nay, take my own blood as a reward, if it may but procure your preservation; for I am ready to die, in case you will but return to a sound mind after my death.” |