Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





14 results for "martha"
1. New Testament, 1 John, 3.21-3.23, 5.13-5.16 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 31
3.21. Ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, 3.23. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. 5.13. Ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. 5.14. καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. 5.15. καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ. 5.16. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 3.21. Beloved, if our hearts don't condemn us, we have boldness toward God; 3.23. This is his commandment, that we should believe in the name of his Son, Jesus Christ, and love one another, even as he commanded. 5.13. These things I have written to you who believe in the name of the Son of God, that you may know that you have eternal life, and that you may continue to believe in the name of the Son of God. 5.14. This is the boldness which we have toward him, that, if we ask anything according to his will, he listens to us. 5.15. And if we know that he listens to us, whatever we ask, we know that we have the petitions which we have asked of him. 5.16. If anyone sees his brother sinning a sin not leading to death, he shall ask, and God will give him life for those who sin not leading to death. There is a sin leading to death. I don't say that he should make a request concerning this.
2. New Testament, 1 Thessalonians, 4.17 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 31
4.17. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. 4.17. then we who are alive, who are left, will be caught up together with them in the clouds, to meet the Lord in the air. So we will be with the Lord forever.
3. New Testament, 2 Timothy, 2.1 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 55
2.1. Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2.1. You therefore, my child, be strengthened in the grace that is in Christ Jesus.
4. New Testament, Acts, 6.8 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 55
6.8. Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 6.8. Stephen, full of faith and power, performed great wonders and signs among the people.
5. New Testament, Apocalypse, 1.4, 1.8 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 35
1.4. ΙΩΑΝΗΣ ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸὁ ὢνκαὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, 1.8. Ἐγώ εἰμιτὸ Ἄλφα καὶ τὸ Ὦ, λέγειΚύριος, ὁ θεός, ὁ ὢνκαὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,ὁ παντοκράτωρ. 1.4. John, to the seven assemblies that are in Asia: Grace to you and peace, from God, who is and who was and who is to come; and from the seven Spirits who are before his throne; 1.8. "I am the Alpha and the Omega," says the Lord God, "who is and who was and who is to come, the Almighty."
6. New Testament, Romans, 1.5 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 55
1.5. διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 1.5. through whom we received grace and apostleship, for obedience of faith among all the nations, for his name's sake;
7. New Testament, John, 1.4, 1.9, 1.15, 1.27-1.29, 1.36, 1.41-1.42, 1.49-1.51, 3.1-3.22, 3.36, 4.1, 4.25, 4.48, 5.4, 5.21, 5.24-5.36, 6.14, 6.27-6.35, 6.39-6.40, 6.44, 6.47-6.51, 6.54, 6.69, 7.1, 7.4, 10.4, 10.28, 11.1-11.53, 12.1-12.8, 12.13, 12.18, 13.13-13.14, 14.13-14.14, 15.7, 15.16, 16.23-16.24, 17.2, 18.2, 19.38, 20.16, 20.24-20.29, 20.31 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 23, 24, 29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 54, 56
1.4. ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· 1.9. Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 1.15. Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων — οὗτος ἦν ὁ εἰπών — Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·̓ 1.27. ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 1.28. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων. 1.29. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 1.36. καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 1.41. εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ?̔ὅ ἐστιν μεθερμηνευόμενον Χριστός̓. 1.42. ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου, σὺ κληθήσῃ Κηφᾶς?̔ὃ ἑρμηνεύεται Πέτρος̓. 1.49. ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. 1.50. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. 1.51. καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. 3.1. Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 3.2. οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ. 3.3. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 3.4. λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 3.5. ἀπεκρίθη [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 3.6. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 3.7. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 3.8. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. 3.9. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; 3.10. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 3.11. ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 3.12. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 3.13. καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. 3.14. καὶ καθὼς Μωυσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 3.15. ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. 3.16. Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον. 3.17. οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. 3.18. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 3.19. αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 3.20. πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 3.21. ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστὶν εἰργασμένα. 3.22. Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν. 3.36. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλʼ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπʼ αὐτόν. 4.1. ?̔Ως οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει [ἢ] Ἰωάνης, 4.25. λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. 4.48. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 5.4. 5.21. ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. 5.24. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 5.25. ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστὶν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. 5.26. ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· 5.27. καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 5.28. μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 5.29. καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 5.30. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 5.31. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 5.32. ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 5.33. ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάνην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 5.34. ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 5.35. ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 5.36. ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου, τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, 6.14. Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 6.27. ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. 6.28. εἶπον οὖν πρὸς αὐτόν Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; 6.29. ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 6.30. εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 6.31. οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 6.32. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 6.33. ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστὶν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 6.34. εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 6.35. εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. 6.39. τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 6.40. τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. 6.44. οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 6.47. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. 6.48. ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 6.49. οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 6.50. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 6.51. ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 6.54. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· 6.69. καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ. 7.1. ΚΑΙ ΜΕΤΑ ΤΑΥΤΑ περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἰ Ἰουδαῖοι ἀποκτεῖναι. 7.4. οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 10.4. ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· 10.28. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 11.1. Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 11.2. ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 11.3. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 11.4. ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. 11.5. ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 11.6. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 11.7. ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 11.8. λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 11.9. ἀπεκρίθη Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 11.10. ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11.11. ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 11.12. εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ Κύριε, εἰ κεκοίμηται σωθήσεται. 11.13. εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 11.14. τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν, 11.15. καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 11.16. εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ. 11.17. Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 11.18. ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἰεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 11.19. πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. 11.20. ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 11.21. εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 11.22. καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 11.23. λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου. 11.24. λέγει αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 11.25. εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· 11.26. ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 11.27. λέγει αὐτῷ Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι lt*gtὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 11.28. καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἴπασα Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 11.29. ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν· 11.30. οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 11.31. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 11.32. ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. 11.33. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 11.34. καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ Κύριε, ἔρχου καὶ ἴδε. 11.35. ἐδάκρυσεν ὁ Ἰησοῦς. 11.36. ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν. 11.37. τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 11.38. Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. 11.39. λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 11.40. λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; 11.41. ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 11.42. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 11.43. καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε, δεῦρο ἔξω. 11.44. ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει [ὁ] Ἰησοῦς αὐτοῖς Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. 11.45. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ὃ ἐποίησεν, 11.46. ἐπίστευσαν εἰς αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς. 11.47. Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; 11.48. ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 11.49. εἷς δέ τις ἐξ αὐτῶν Καιάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 11.50. οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 11.51. Τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, 11.52. καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 11.53. Ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. 12.1. Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. 12.2. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 12.3. ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας [τοῦ] Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 12.4. λέγει [δὲ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι 12.5. Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 12.6. εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. 12.7. εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· 12.8. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12.13. ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 12.18. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 13.13. ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καί Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 13.14. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 14.13. καὶ ὅτι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14.14. ἐάν τι αἰτήσητέ [με] ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω. 15.7. Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν· 15.16. οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅτι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. 16.23. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 16.24. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. 17.2. δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσει αὐτοῖς ζωὴν αἰώνιον. 18.2. ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 19.38. Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πειλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς [τοῦ] Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πειλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. 20.16. λέγει αὐτῇ Ἰησοῦς Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἐβραϊστί Ῥαββουνεί ?̔ὃ λέγεται Διδάσκαλἐ. 20.24. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς. 20.25. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 20.26. Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. 20.27. εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. 20.28. ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ κύριός μου καὶ ὁ θεός μου. 20.29. λέγει αὐτῷ [ὁ] Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 20.31. βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστὶν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. 1.4. In him was life, and the life was the light of men. 1.9. The true light that enlightens everyone was coming into the world. 1.15. John testified about him. He cried out, saying, "This was he of whom I said, 'He who comes after me has surpassed me, for he was before me.'" 1.27. He is the one who comes after me, who has come to be before me, whose sandal strap I'm not worthy to untie." 1.28. These things were done in Bethany beyond the Jordan, where John was baptizing. 1.29. The next day, he saw Jesus coming to him, and said, "Behold, the Lamb of God, who takes away the sin of the world! 1.36. and he looked at Jesus as he walked, and said, "Behold, the Lamb of God!" 1.41. He first found his own brother, Simon, and said to him, "We have found the Messiah!" (which is, being interpreted, Christ). 1.42. He brought him to Jesus. Jesus looked at him, and said, "You are Simon the son of Jonah. You shall be called Cephas" (which is by interpretation, Peter). 1.49. Nathanael answered him, "Rabbi, you are the Son of God! You are King of Israel!" 1.50. Jesus answered him, "Because I told you, 'I saw you underneath the fig tree,' do you believe? You will see greater things than these!" 1.51. He said to him, "Most assuredly, I tell you, hereafter you will see heaven opened, and the angels of God ascending and descending on the Son of Man." 3.1. Now there was a man of the Pharisees named Nicodemus, a ruler of the Jews. 3.2. The same came to him by night, and said to him, "Rabbi, we know that you are a teacher come from God, for no one can do these signs that you do, unless God is with him." 3.3. Jesus answered him, "Most assuredly, I tell you, unless one is born anew, he can't see the Kingdom of God." 3.4. Nicodemus said to him, "How can a man be born when he is old? Can he enter a second time into his mother's womb, and be born?" 3.5. Jesus answered, "Most assuredly I tell you, unless one is born of water and spirit, he can't enter into the Kingdom of God! 3.6. That which is born of the flesh is flesh. That which is born of the Spirit is spirit. 3.7. Don't marvel that I said to you, 'You must be born anew.' 3.8. The wind blows where it wants to, and you hear its sound, but don't know where it comes from and where it is going. So is everyone who is born of the Spirit." 3.9. Nicodemus answered him, "How can these things be?" 3.10. Jesus answered him, "Are you the teacher of Israel, and don't understand these things? 3.11. Most assuredly I tell you, we speak that which we know, and testify of that which we have seen, and you don't receive our witness. 3.12. If I told you earthly things and you don't believe, how will you believe if I tell you heavenly things? 3.13. No one has ascended into heaven, but he who descended out of heaven, the Son of Man, who is in heaven. 3.14. As Moses lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up, 3.15. that whoever believes in him should not perish, but have eternal life. 3.16. For God so loved the world, that he gave his one and only Son, that whoever believes in him should not perish, but have eternal life. 3.17. For God didn't send his Son into the world to judge the world, but that the world should be saved through him. 3.18. He who believes in him is not judged. He who doesn't believe has been judged already, because he has not believed in the name of the only born Son of God. 3.19. This is the judgment, that the light has come into the world, and men loved the darkness rather than the light; for their works were evil. 3.20. For everyone who does evil hates the light, and doesn't come to the light, lest his works would be exposed. 3.21. But he who does the truth comes to the light, that his works may be revealed, that they have been done in God." 3.22. After these things, Jesus came with his disciples into the land of Judea. He stayed there with them, and baptized. 3.36. One who believes in the Son has eternal life, but one who disobeys the Son won't see life, but the wrath of God remains on him." 4.1. Therefore when the Lord knew that the Pharisees had heard that Jesus was making and baptizing more disciples than John 4.25. The woman said to him, "I know that Messiah comes," (he who is called Christ). "When he has come, he will declare to us all things." 4.48. Jesus therefore said to him, "Unless you see signs and wonders, you will in no way believe." 5.4. for an angel of the Lord went down at certain times into the pool, and stirred up the water. Whoever stepped in first after the stirring of the water was made whole of whatever disease he had. 5.21. For as the Father raises the dead and gives them life, even so the Son also gives life to whom he desires. 5.24. "Most assuredly I tell you, he who hears my word, and believes him who sent me, has eternal life, and doesn't come into judgment, but has passed out of death into life. 5.25. Most assuredly, I tell you, the hour comes, and now is, when the dead will hear the Son of God's voice; and those who hear will live. 5.26. For as the Father has life in himself, even so he gave to the Son also to have life in himself. 5.27. He also gave him authority to execute judgment, because he is a son of man. 5.28. Don't marvel at this, for the hour comes, in which all that are in the tombs will hear his voice, 5.29. and will come out; those who have done good, to the resurrection of life; and those who have done evil, to the resurrection of judgment. 5.30. I can of myself do nothing. As I hear, I judge, and my judgment is righteous; because I don't seek my own will, but the will of my Father who sent me. 5.31. "If I testify about myself, my witness is not valid. 5.32. It is another who testifies about me. I know that the testimony which he testifies about me is true. 5.33. You have sent to John, and he has testified to the truth. 5.34. But the testimony which I receive is not from man. However, I say these things that you may be saved. 5.35. He was the burning and shining lamp, and you were willing to rejoice for a while in his light. 5.36. But the testimony which I have is greater than that of John, for the works which the Father gave me to accomplish, the very works that I do, testify about me, that the Father has sent me. 6.14. When therefore the people saw the sign which Jesus did, they said, "This is truly the prophet who comes into the world." 6.27. Don't work for the food which perishes, but for the food which remains to eternal life, which the Son of Man will give to you. For God the Father has sealed him." 6.28. They said therefore to him, "What must we do, that we may work the works of God?" 6.29. Jesus answered them, "This is the work of God, that you believe in him whom he has sent." 6.30. They said therefore to him, "What then do you do for a sign, that we may see, and believe you? What work do you do? 6.31. Our fathers ate the manna in the wilderness. As it is written, 'He gave them bread out of heaven to eat.'" 6.32. Jesus therefore said to them, "Most assuredly, I tell you, it wasn't Moses who gave you the bread out of heaven, but my Father gives you the true bread out of heaven. 6.33. For the bread of God is that which comes down out of heaven, and gives life to the world." 6.34. They said therefore to him, "Lord, always give us this bread." 6.35. Jesus said to them. "I am the bread of life. He who comes to me will not be hungry, and he who believes in me will never be thirsty. 6.39. This is the will of my Father who sent me, that of all he has given to me I should lose nothing, but should raise him up at the last day. 6.40. This is the will of the one who sent me, that everyone who sees the Son, and believes in him, should have eternal life; and I will raise him up at the last day." 6.44. No one can come to me unless the Father who sent me draws him, and I will raise him up in the last day. 6.47. Most assuredly, I tell you, he who believes in me has eternal life. 6.48. I am the bread of life. 6.49. Your fathers ate the manna in the wilderness, and they died. 6.50. This is the bread which comes down out of heaven, that anyone may eat of it and not die. 6.51. I am the living bread which came down out of heaven. If anyone eats of this bread, he will live forever. Yes, the bread which I will give for the life of the world is my flesh." 6.54. He who eats my flesh and drinks my blood has eternal life, and I will raise him up at the last day. 6.69. We have come to believe and know that you are the Christ, the Son of the living God." 7.1. After these things, Jesus was walking in Galilee, for he wouldn't walk in Judea, because the Jews sought to kill him. 7.4. For no one does anything in secret, and himself seeks to be known openly. If you do these things, reveal yourself to the world." 10.4. Whenever he brings out his own sheep, he goes before them, and the sheep follow him, for they know his voice. 10.28. I give eternal life to them. They will never perish, and no one will snatch them out of my hand. 11.1. Now a certain man was sick, Lazarus from Bethany, of the village of Mary and her sister, Martha. 11.2. It was that Mary who had anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother, Lazarus, was sick. 11.3. The sisters therefore sent to him, saying, "Lord, behold, he for whom you have great affection is sick." 11.4. But when Jesus heard it, he said, "This sickness is not to death, but for the glory of God, that God's Son may be glorified by it." 11.5. Now Jesus loved Martha, and her sister, and Lazarus. 11.6. When therefore he heard that he was sick, he stayed two days in the place where he was. 11.7. Then after this he said to the disciples, "Let's go into Judea again." 11.8. The disciples told him, "Rabbi, the Jews were just trying to stone you, and are you going there again?" 11.9. Jesus answered, "Aren't there twelve hours of daylight? If a man walks in the day, he doesn't stumble, because he sees the light of this world. 11.10. But if a man walks in the night, he stumbles, because the light isn't in him." 11.11. He said these things, and after that, he said to them, "Our friend, Lazarus, has fallen asleep, but I am going so that I may awake him out of sleep." 11.12. The disciples therefore said, "Lord, if he has fallen asleep, he will recover." 11.13. Now Jesus had spoken of his death, but they thought that he spoke of taking rest in sleep. 11.14. So Jesus said to them plainly then, "Lazarus is dead. 11.15. I am glad for your sakes that I was not there, so that you may believe. Nevertheless, let's go to him." 11.16. Thomas therefore, who is called Didymus, said to his fellow disciples, "Let's go also, that we may die with him." 11.17. So when Jesus came, he found that he had been in the tomb four days already. 11.18. Now Bethany was near Jerusalem, about fifteen stadia away. 11.19. Many of the Jews had joined the women around Martha and Mary, to console them concerning their brother. 11.20. Then when Martha heard that Jesus was coming, she went and met him, but Mary stayed in the house. 11.21. Therefore Martha said to Jesus, "Lord, if you would have been here, my brother wouldn't have died. 11.22. Even now I know that, whatever you ask of God, God will give you." 11.23. Jesus said to her, "Your brother will rise again." 11.24. Martha said to him, "I know that he will rise again in the resurrection at the last day." 11.25. Jesus said to her, "I am the resurrection and the life. He who believes in me, though he die, yet will he live. 11.26. Whoever lives and believes in me will never die. Do you believe this?" 11.27. She said to him, "Yes, Lord. I have come to believe that you are the Christ, God's Son, he who comes into the world." 11.28. When she had said this, she went away, and called Mary, her sister, secretly, saying, "The Teacher is here, and is calling you." 11.29. When she heard this, she arose quickly, and went to him. 11.30. Now Jesus had not yet come into the village, but was in the place where Martha met him. 11.31. Then the Jews who were with her in the house, and were consoling her, when they saw Mary, that she rose up quickly and went out, followed her, saying, "She is going to the tomb to weep there." 11.32. Therefore when Mary came to where Jesus was, and saw him, she fell down at his feet, saying to him, "Lord, if you would have been here, my brother wouldn't have died." 11.33. When Jesus therefore saw her weeping, and the Jews weeping who came with her, he groaned in the spirit, and was troubled, 11.34. and said, "Where have you laid him?"They told him, "Lord, come and see." 11.35. Jesus wept. 11.36. The Jews therefore said, "See how much affection he had for him!" 11.37. Some of them said, "Couldn't this man, who opened the eyes of him who was blind, have also kept this man from dying?" 11.38. Jesus therefore, again groaning in himself, came to the tomb. Now it was a cave, and a stone lay against it. 11.39. Jesus said, "Take away the stone."Martha, the sister of him who was dead, said to him, "Lord, by this time there is a stench, for he has been dead four days." 11.40. Jesus said to her, "Didn't I tell you that if you believed, you would see God's glory?" 11.41. So they took away the stone from the place where the dead man was lying. Jesus lifted up his eyes, and said, "Father, I thank you that you listened to me. 11.42. I know that you always listen to me, but because of the multitude that stands around I said this, that they may believe that you sent me." 11.43. When he had said this, he cried with a loud voice, "Lazarus, come out!" 11.44. He who was dead came out, bound hand and foot with wrappings, and his face was wrapped around with a cloth. Jesus said to them, "Free him, and let him go." 11.45. Therefore many of the Jews, who came to Mary and saw what Jesus did, believed in him. 11.46. But some of them went away to the Pharisees, and told them the things which Jesus had done. 11.47. The chief priests therefore and the Pharisees gathered a council, and said, "What are we doing? For this man does many signs. 11.48. If we leave him alone like this, everyone will believe in him, and the Romans will come and take away both our place and our nation." 11.49. But a certain one of them, Caiaphas, being high priest that year, said to them, "You know nothing at all, 11.50. nor do you consider that it is advantageous for us that one man should die for the people, and that the whole nation not perish." 11.51. Now he didn't say this of himself, but being high priest that year, he prophesied that Jesus would die for the nation, 11.52. and not for the nation only, but that he might also gather together into one the children of God who are scattered abroad. 11.53. So from that day forward they took counsel that they might put him to death. 12.1. Then six days before the Passover, Jesus came to Bethany, where Lazarus was, who had been dead, whom he raised from the dead. 12.2. So they made him a supper there. Martha served, but Lazarus was one of those who sat at the table with him. 12.3. Mary, therefore, took a pound of ointment of pure nard, very precious, and anointed the feet of Jesus, and wiped his feet with her hair. The house was filled with the fragrance of the ointment. 12.4. Then Judas Iscariot, Simon's son, one of his disciples, who would betray him, said, 12.5. "Why wasn't this ointment sold for three hundred denarii, and given to the poor?" 12.6. Now he said this, not because he cared for the poor, but because he was a thief, and having the money box, used to steal what was put into it. 12.7. But Jesus said, "Leave her alone. She has kept this for the day of my burial. 12.8. For you always have the poor with you, but you don't always have me." 12.13. they took the branches of the palm trees, and went out to meet him, and cried out, "Hosanna! Blessed is he who comes in the name of the Lord, the King of Israel!" 12.18. For this cause also the multitude went and met him, because they heard that he had done this sign. 13.13. You call me, 'Teacher' and 'Lord.' You say so correctly, for so I am. 13.14. If I then, the Lord and the Teacher, have washed your feet, you also ought to wash one another's feet. 14.13. Whatever you will ask in my name, that will I do, that the Father may be glorified in the Son. 14.14. If you will ask anything in my name, I will do it. 15.7. If you remain in me, and my words remain in you, you will ask whatever you desire, and it will be done to you. 15.16. You didn't choose me, but I chose you, and appointed you, that you should go and bear fruit, and that your fruit should remain; that whatever you will ask of the Father in my name, he may give it to you. 16.23. "In that day you will ask me no questions. Most assuredly I tell you, whatever you may ask of the Father in my name, he will give it to you. 16.24. Until now, you have asked nothing in my name. Ask, and you will receive, that your joy may be made full. 17.2. even as you gave him authority over all flesh, to give eternal life to all whom you have given him. 18.2. Now Judas, who betrayed him, also knew the place, for Jesus often resorted there with his disciples. 19.38. After these things, Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked of Pilate that he might take away Jesus' body. Pilate gave him permission. He came therefore and took away his body. 20.16. Jesus said to her, "Mary."She turned and said to him, "Rhabbouni!" which is to say, "Teacher!" 20.24. But Thomas, one of the twelve, called Didymus, wasn't with them when Jesus came. 20.25. The other disciples therefore said to him, "We have seen the Lord!"But he said to them, "Unless I see in his hands the print of the nails, and put my hand into his side, I will not believe." 20.26. After eight days again his disciples were inside, and Thomas was with them. Jesus came, the doors being locked, and stood in the midst, and said, "Peace be to you." 20.27. Then he said to Thomas, "Reach here your finger, and see my hands. Reach here your hand, and put it into my side. Don't be unbelieving, but believing." 20.28. Thomas answered him, "My Lord and my God!" 20.29. Jesus said to him, "Because you have seen me, you have believed. Blessed are those who have not seen, and have believed." 20.31. but these are written, that you may believe that Jesus is the Christ, the Son of God, and that believing you may have life in his name.
8. New Testament, Luke, 10.38-10.42 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 30
10.38. Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὴν οἰκίαν. 10.39. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. 10.40. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὸν οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 10.41. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· 10.42. Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς. 10.38. It happened as they went on their way, he entered into a certain village, and a certain woman named Martha received him into her house. 10.39. She had a sister called Mary, who also sat at Jesus' feet, and heard his word. 10.40. But Martha was distracted with much serving, and she came up to him, and said, "Lord, don't you care that my sister left me to serve alone? Ask her therefore to help me." 10.41. Jesus answered her, "Martha, Martha, you are anxious and troubled about many things, 10.42. but one thing is needed. Mary has chosen the good part, which will not be taken away from her."
9. New Testament, Matthew, 16.17-16.19 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 23
16.17. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν [τοῖς] οὐρανοῖς· 16.18. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς· 16.19. δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 16.17. Jesus answered him, "Blessed are you, Simon Bar Jonah, for flesh and blood has not revealed this to you, but my Father who is in heaven. 16.18. I also tell you that you are Peter, and on this rock I will build my assembly, and the gates of Hades will not prevail against it. 16.19. I will give to you the keys of the Kingdom of Heaven, and whatever you bind on earth will be bound in heaven; and whatever you loose on earth will be loosed in heaven."
10. Anon., Marytrdom of Polycarp, 17.3 (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 38
17.3. 3 For him we worship as the Son of God, but the martyrs we love as disciples and imitators of the Lord; and rightly, because of their unsurpassable affection toward their own King and Teacher. God grant that we too may be their companions and fellow-disciples.
11. Hermas, Similitudes, 15.1 (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 38
12. John Chrysostom, Homilies On John, 62.3 (4th cent. CE - 5th cent. CE)  Tagged with subjects: •martha canonical, confession of Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 54
13. Callisthenes, Recensio , 11.130, 11.131, 11.132, 11.133, 11.134, 11.135, 11.136, 11.137, 12.141, 12.142, 12.143, 12.144, 12.145, 13.151, 13.152, 13.153, 14.157-16.194, 23.257  Tagged with subjects: •nan Found in books: Ernst, Martha from the Margins: The Authority of Martha in Early Christian Tradition (2009) 55, 300