5. New Testament, Mark, 1.14-1.15, 1.21-1.28, 3.21-3.35, 6.3, 10.1-10.31, 10.47-10.48, 11.1, 11.3, 11.28, 11.31-11.32 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •mark, gospel of familial ties and genealogy in Found in books: Peppard (2011) 125, 126, 127, 128 1.14. Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάνην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ 1.15. [καὶ λέγων] ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 1.21. Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. 1.22. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 1.23. καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν 1.24. λέγων Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 1.25. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς [λέγων] Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 1.26. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν ἅπαντες, 1.27. ὥστε συνζητεῖν αὐτοὺς λέγοντας Τί ἐστιν τοῦτο; διδαχὴ καινή· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 1.28. Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην την περίχωρον τῆς Γαλιλαίας. 3.21. καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 3.22. καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἰεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεεζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 3.23. καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 3.24. καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 3.25. καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη στῆναι· 3.26. καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει. 3.27. ἀλλʼ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. 3.28. Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· 3.29. ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος. 3.30. ὅτι ἔλεγον Πνεῦμα ἀκάθαρτον ἔχει. 3.31. Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. 3.32. καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε. 3.33. καὶ ἀποκριθεὶς αὐτοῖς λέγει Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί; 3.34. καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 3.35. ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. 6.3. οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 10.1. Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συνπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. 10.2. Καὶ [προσελθόντες Φαρισαῖοι] ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 10.3. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Τί ὑμῖν ἐνετείλατο Μωυσῆς; 10.4. οἱ δὲ εἶπαν Ἐπέτρεψεν Μωυσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 10.5. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 10.6. ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν [αὐτούς]· 10.7. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, 10.8. καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 10.9. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. 10.10. Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. 10.11. καὶ λέγει αὐτοῖς Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, 10.12. καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται. 10.13. Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 10.14. ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 10.15. ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 10.16. καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά. 10.17. Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 10.18. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 10.19. τὰς ἐντολὰς οἶδας Μὴ φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 10.20. ὁ δὲ ἔφη αὐτῷ Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 10.21. ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 10.22. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. 10.23. Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 10.24. οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 10.25. εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 10.26. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς αὐτόν Καὶ τίς δύναται σωθῆναι; 10.27. ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ δυνατὰ παρὰ [τῷ] θεῷ . 10.28. Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι. 10.29. ἔφη ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν, οὐδεὶς ἔστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ [ἕνεκεν] τοῦ εὐαγγελίου, 10.30. ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 10.31. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι. 10.47. καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν Υἱὲ Δαυεὶδ Ἰησοῦ, ἐλέησόν με. 10.48. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ, ἐλέησόν με. 11.1. Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 11.3. καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο; εἴπατε Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε. 11.28. καὶ ἔλεγον αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 11.31. καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ Διὰ τί [οῦν] οὐκ ἐπιστεύσατε αὐτῷ; 11.32. ἀλλὰ εἴπωμεν Ἐξ ἀνθρώπων;—ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάνην ὄντως ὅτι προφήτης ἦν. | 1.14. Now after John was taken into custody, Jesus came into Galilee, preaching the gospel of the Kingdom of God, 1.15. and saying, "The time is fulfilled, and the Kingdom of God is at hand! Repent, and believe in the gospel." 1.21. They went into Capernaum, and immediately on the Sabbath day he entered into the synagogue and taught. 1.22. They were astonished at his teaching, for he taught them as having authority, and not as the scribes. 1.23. Immediately there was in their synagogue a man with an unclean spirit, and he cried out, 1.24. saying, "Ha! What do we have to do with you, Jesus, you Nazarene? Have you come to destroy us? I know you who you are: the Holy One of God!" 1.25. Jesus rebuked him, saying, "Be quiet, and come out of him!" 1.26. The unclean spirit, convulsing him and crying with a loud voice, came out of him. 1.27. They were all amazed, so that they questioned among themselves, saying, "What is this? A new teaching? For with authority he commands even the unclean spirits, and they obey him!" 1.28. The report of him went out immediately everywhere into all the region of Galilee and its surrounding area. 3.21. When his friends heard it, they went out to seize him: for they said, "He is insane." 3.22. The scribes who came down from Jerusalem said, "He has Beelzebul," and, "By the prince of the demons he casts out the demons." 3.23. He summoned them, and said to them in parables, "How can Satan cast out Satan? 3.24. If a kingdom is divided against itself, that kingdom cannot stand. 3.25. If a house is divided against itself, that house cannot stand. 3.26. If Satan has risen up against himself, and is divided, he can't stand, but has an end. 3.27. But no one can enter into the house of the strong man to plunder, unless he first binds the strong man; and then he will plunder his house. 3.28. Most assuredly I tell you, all of the sons of men's sins will be forgiven them, including their blasphemies with which they may blaspheme; 3.29. but whoever may blaspheme against the Holy Spirit never has forgiveness, but is guilty of an eternal sin" 3.30. -- because they said, "He has an unclean spirit." 3.31. His mother and his brothers came, and standing outside, they sent to him, calling him. 3.32. A multitude was sitting around him, and they told him, "Behold, your mother, your brothers, and your sisters are outside looking for you." 3.33. He answered them, "Who are my mother and my brothers?" 3.34. Looking around at those who sat around him, he said, "Behold, my mother and my brothers! 3.35. For whoever does the will of God, the same is my brother, and my sister, and mother." 6.3. Isn't this the carpenter, the son of Mary, and brother of James, Joses, Judas, and Simon? Aren't his sisters here with us?" They were offended at him. 10.1. He arose from there and came into the borders of Judea and beyond the Jordan. Multitudes came together to him again. As he usually did, he was again teaching them. 10.2. Pharisees came to him testing him, and asked him, "Is it lawful for a man to divorce his wife?" 10.3. He answered, "What did Moses command you?" 10.4. They said, "Moses allowed a certificate of divorce to be written, and to divorce her." 10.5. But Jesus said to them, "For your hardness of heart, he wrote you this commandment. 10.6. But from the beginning of the creation, 'God made them male and female. 10.7. For this cause a man will leave his father and mother, and will join to his wife, 10.8. and the two will become one flesh,' so that they are no longer two, but one flesh. 10.9. What therefore God has joined together, let no man separate." 10.10. In the house, his disciples asked him again about the same matter. 10.11. He said to them, "Whoever divorces his wife, and marries another, commits adultery against her. 10.12. If a woman herself divorces her husband, and marries another, she commits adultery." 10.13. They were bringing to him little children, that he should touch them, but the disciples rebuked those who were bringing them. 10.14. But when Jesus saw it, he was moved with indignation, and said to them, "Allow the little children to come to me! Don't forbid them, for the Kingdom of God belongs to such as these. 10.15. Most assuredly I tell you, whoever will not receive the Kingdom of God like a little child, he will in no way enter into it." 10.16. He took them in his arms, and blessed them, laying his hands on them. 10.17. As he was going out into the way, one ran to him, knelt before him, and asked him, "Good Teacher, what shall I do that I may inherit eternal life?" 10.18. Jesus said to him, "Why do you call me good? No one is good except one -- God. 10.19. You know the commandments: 'Do not murder,' 'Do not commit adultery,' 'Do not steal,' 'Do not give false testimony,' 'Do not defraud,' 'Honor your father and mother.'" 10.20. He said to him, "Teacher, I have observed all these things from my youth." 10.21. Jesus looking at him loved him, and said to him, "One thing you lack. Go, sell whatever you have, and give to the poor, and you will have treasure in heaven; and come, follow me, taking up the cross." 10.22. But his face fell at that saying, and he went away sorrowful, for he was one who had great possessions. 10.23. Jesus looked around, and said to his disciples, "How difficult it is for those who have riches to enter into the Kingdom of God!" 10.24. The disciples were amazed at his words. But Jesus answered again, "Children, how hard is it for those who trust in riches to enter into the Kingdom of God! 10.25. It is easier for a camel to go through a needle's eye than for a rich man to enter into the Kingdom of God." 10.26. They were exceedingly astonished, saying to him, "Then who can be saved?" 10.27. Jesus, looking at them, said, "With men it is impossible, but not with God, for all things are possible with God." 10.28. Peter began to tell him, "Behold, we have left all, and have followed you." 10.29. Jesus said, "Most assuredly I tell you, there is no one who has left house, or brothers, or sisters, or father, or mother, or wife, or children, or land, for my sake, and for the gospel's sake, 10.30. but he will receive one hundred times more now in this time, houses, brothers, sisters, mothers, children, and land, with persecutions; and in the age to come eternal life. 10.31. But many who are first will be last; and the last first." 10.47. When he heard that it was Jesus the Nazarene, he began to cry out, and say, "Jesus, you son of David, have mercy on me!" 10.48. Many rebuked him, that he should be quiet, but he cried out much more, "You son of David, have mercy on me!" 11.1. When they drew near to Jerusalem, to Bethsphage and Bethany, at the Mount of Olives, he sent two of his disciples, 11.3. If anyone asks you, 'Why are you doing this?' say, 'The Lord needs him;' and immediately he will send him back here." 11.28. and they began saying to him, "By what authority do you do these things? Or who gave you this authority to do these things?" 11.31. They reasoned with themselves, saying, "If we should say, 'From heaven;' he will say, 'Why then did you not believe him?' 11.32. If we should say, 'From men'"--they feared the people, for all held John to really be a prophet. |
|