Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





2 results for "love"
1. New Testament, John, 1.1-1.18, 1.21, 3.1-3.21, 13.23, 13.25, 19.26-19.27, 19.33-19.35, 20.1-20.10, 20.29-20.31, 21.1-21.24 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •love, beloved disciple Found in books: Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 97, 98, 99, 100, 101, 102
1.1. ΕΝ ΑΡΧΗ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 1.2. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 1.3. πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. 1.4. ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· 1.5. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. 1.6. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάνης· 1.7. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ. 1.8. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 1.9. Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 1.10. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 1.11. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 1.12. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 1.13. οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν. 1.14. Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·?̔ 1.15. Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων — οὗτος ἦν ὁ εἰπών — Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·̓ 1.16. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· 1.17. ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 1.18. θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. 1.21. καὶ ἠρώτησαν αὐτόν Τί οὖν; [σὺ] Ἠλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ. 3.1. Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 3.2. οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ. 3.3. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 3.4. λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 3.5. ἀπεκρίθη [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 3.6. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 3.7. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 3.8. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. 3.9. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; 3.10. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 3.11. ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 3.12. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 3.13. καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. 3.14. καὶ καθὼς Μωυσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 3.15. ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. 3.16. Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον. 3.17. οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. 3.18. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 3.19. αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 3.20. πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 3.21. ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστὶν εἰργασμένα. 13.23. ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα [ὁ] Ἰησοῦς· 13.25. ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν; 19.26. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί Γύναι, ἴδε ὁ υἱός σου· 19.27. εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 19.33. ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 19.34. ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 19.35. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστὶν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. 20.1. Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 20.2. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 20.3. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 20.4. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχειον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, 20.5. καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 20.6. ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· 20.7. καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· 20.8. τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· 20.9. οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 20.10. ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί. 20.29. λέγει αὐτῷ [ὁ] Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 20.30. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ 20.31. βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστὶν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. 21.1. ΜΕΤΑ ΤΑΥΤΑ ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 21.2. Ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 21.3. λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθαν καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 21.4. πρωίας δὲ ἤδη γινομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστίν. 21.5. λέγει οὖν αὐτοῖς Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε; 21.6. ἀπεκρίθησαν αὐτῷ Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 21.7. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 21.8. οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 21.9. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 21.10. λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 21.11. ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 21.12. λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Δεῦτε ἀριστήσατε. οὐδεὶς ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 21.13. ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 21.14. Τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. 21.15. Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάνου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. 21.16. λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάνου, ἀγαπᾷς με; λέγει αὐτῷ Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Ποίμαινε τὰ προβάτιά μου. 21.17. λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάνου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με; καὶ εἶπεν αὐτῷ Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ Ἰησοῦς Βόσκε τὰ προβάτιά μου. 21.18. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις. 21.19. τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι. 21.20. Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21.21. τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; 21.22. λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. 21.23. Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλʼ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 21.24. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. 1.1. In the beginning was the Word, and the Word was with God, and the Word was God. 1.2. The same was in the beginning with God. 1.3. All things were made through him. Without him was not anything made that has been made. 1.4. In him was life, and the life was the light of men. 1.5. The light shines in the darkness, and the darkness hasn't overcome it. 1.6. There came a man, sent from God, whose name was John. 1.7. The same came as a witness, that he might testify about the light, that all might believe through him. 1.8. He was not the light, but was sent that he might testify about the light. 1.9. The true light that enlightens everyone was coming into the world. 1.10. He was in the world, and the world was made through him, and the world didn't recognize him. 1.11. He came to his own, and those who were his own didn't receive him. 1.12. But as many as received him, to them he gave the right to become God's children, to those who believe in his name: 1.13. who were born not of blood, nor of the will of the flesh, nor of the will of man, but of God. 1.14. The Word became flesh, and lived among us. We saw his glory, such glory as of the one and only Son of the Father, full of grace and truth. 1.15. John testified about him. He cried out, saying, "This was he of whom I said, 'He who comes after me has surpassed me, for he was before me.'" 1.16. From his fullness we all received grace upon grace. 1.17. For the law was given through Moses. Grace and truth came through Jesus Christ. 1.18. No one has seen God at any time. The one and only Son, who is in the bosom of the Father, he has declared him. 1.21. They asked him, "What then? Are you Elijah?"He said, "I am not.""Are you the Prophet?"He answered, "No." 3.1. Now there was a man of the Pharisees named Nicodemus, a ruler of the Jews. 3.2. The same came to him by night, and said to him, "Rabbi, we know that you are a teacher come from God, for no one can do these signs that you do, unless God is with him." 3.3. Jesus answered him, "Most assuredly, I tell you, unless one is born anew, he can't see the Kingdom of God." 3.4. Nicodemus said to him, "How can a man be born when he is old? Can he enter a second time into his mother's womb, and be born?" 3.5. Jesus answered, "Most assuredly I tell you, unless one is born of water and spirit, he can't enter into the Kingdom of God! 3.6. That which is born of the flesh is flesh. That which is born of the Spirit is spirit. 3.7. Don't marvel that I said to you, 'You must be born anew.' 3.8. The wind blows where it wants to, and you hear its sound, but don't know where it comes from and where it is going. So is everyone who is born of the Spirit." 3.9. Nicodemus answered him, "How can these things be?" 3.10. Jesus answered him, "Are you the teacher of Israel, and don't understand these things? 3.11. Most assuredly I tell you, we speak that which we know, and testify of that which we have seen, and you don't receive our witness. 3.12. If I told you earthly things and you don't believe, how will you believe if I tell you heavenly things? 3.13. No one has ascended into heaven, but he who descended out of heaven, the Son of Man, who is in heaven. 3.14. As Moses lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up, 3.15. that whoever believes in him should not perish, but have eternal life. 3.16. For God so loved the world, that he gave his one and only Son, that whoever believes in him should not perish, but have eternal life. 3.17. For God didn't send his Son into the world to judge the world, but that the world should be saved through him. 3.18. He who believes in him is not judged. He who doesn't believe has been judged already, because he has not believed in the name of the only born Son of God. 3.19. This is the judgment, that the light has come into the world, and men loved the darkness rather than the light; for their works were evil. 3.20. For everyone who does evil hates the light, and doesn't come to the light, lest his works would be exposed. 3.21. But he who does the truth comes to the light, that his works may be revealed, that they have been done in God." 13.23. One of his disciples, whom Jesus loved, was at the table, leaning against Jesus' breast. 13.25. He, leaning back, as he was, on Jesus' breast, asked him, "Lord, who is it?" 19.26. Therefore when Jesus saw his mother, and the disciple whom he loved standing there, he said to his mother, "Woman, behold your son!" 19.27. Then he said to the disciple, "Behold, your mother!" From that hour, the disciple took her to his own home. 19.33. but when they came to Jesus, and saw that he was already dead, they didn't break his legs. 19.34. However one of the soldiers pierced his side with a spear, and immediately blood and water came out. 19.35. He who has seen has testified, and his testimony is true. He knows that he tells the truth, that you may believe. 20.1. Now on the first day of the week, Mary Magdalene went early, while it was still dark, to the tomb, and saw the stone taken away from the tomb. 20.2. Therefore she ran and came to Simon Peter, and to the other disciple whom Jesus loved, and said to them, "They have taken away the Lord out of the tomb, and we don't know where they have laid him!" 20.3. Therefore Peter and the other disciple went out, and they went toward the tomb. 20.4. They both ran together. The other disciple outran Peter, and came to the tomb first. 20.5. Stooping and looking in, he saw the linen cloths lying, yet he didn't enter in. 20.6. Then Simon Peter came, following him, and entered into the tomb. He saw the linen cloths lying, 20.7. and the cloth that had been on his head, not lying with the linen cloths, but rolled up in a place by itself. 20.8. So then the other disciple who came first to the tomb also entered in, and he saw and believed. 20.9. For as yet they didn't know the Scripture, that he must rise from the dead. 20.10. So the disciples went away again to their own homes. 20.29. Jesus said to him, "Because you have seen me, you have believed. Blessed are those who have not seen, and have believed." 20.30. Therefore Jesus did many other signs in the presence of his disciples, which are not written in this book; 20.31. but these are written, that you may believe that Jesus is the Christ, the Son of God, and that believing you may have life in his name. 21.1. After these things, Jesus revealed himself again to the disciples at the sea of Tiberias. He revealed himself this way. 21.2. Simon Peter, Thomas called Didymus, Nathanael of Cana in Galilee, and the sons of Zebedee, and two others of his disciples were together. 21.3. Simon Peter said to them, "I'm going fishing."They told him, "We are also coming with you." They immediately went out, and entered into the boat. That night, they caught nothing. 21.4. But when day had already come, Jesus stood on the beach, yet the disciples didn't know that it was Jesus. 21.5. Jesus therefore said to them, "Children, have you anything to eat?"They answered him, "No." 21.6. He said to them, "Cast the net on the right side of the boat, and you will find some."They cast it therefore, and now they weren't able to draw it in for the multitude of fish. 21.7. That disciple therefore whom Jesus loved said to Peter, "It's the Lord!"So when Simon Peter heard that it was the Lord, he wrapped his coat around him (for he was naked), and threw himself into the sea. 21.8. But the other disciples came in the little boat (for they were not far from the land, but about two hundred cubits away), dragging the net full of fish. 21.9. So when they got out on the land, they saw a fire of coals there, and fish laid on it, and bread. 21.10. Jesus said to them, "Bring some of the fish which you have just caught." 21.11. Simon Peter went up, and drew the net to land, full of great fish, one hundred fifty-three; and even though there were so many, the net wasn't torn. 21.12. Jesus said to them, "Come and eat breakfast."None of the disciples dared inquire of him, "Who are you?" knowing that it was the Lord. 21.13. Then Jesus came and took the bread, gave it to them, and the fish likewise. 21.14. This is now the third time that Jesus was revealed to his disciples, after he had risen from the dead. 21.15. So when they had eaten their breakfast, Jesus said to Simon Peter, "Simon, son of Jonah, do you love me more than these?"He said to him, "Yes, Lord; you know that I have affection for you."He said to him, "Feed my lambs." 21.16. He said to him again a second time, "Simon, son of Jonah, do you love me?"He said to him, "Yes, Lord; you know that I have affection for you."He said to him, "Tend my sheep." 21.17. He said to him the third time, "Simon, son of Jonah, do you have affection for me?"Peter was grieved because he asked him the third time, "Do you have affection for me?" He said to him, "Lord, you know everything. You know that I have affection for you."Jesus said to him, "Feed my sheep. 21.18. Most assuredly I tell you, when you were young, you dressed yourself, and walked where you wanted to. But when you are old, you will stretch out your hands, and another will dress you, and carry you where you don't want to go." 21.19. Now he said this, signifying by what kind of death he would glorify God. When he had said this, he said to him, "Follow me." 21.20. Then Peter, turning around, saw a disciple following. This was the disciple whom Jesus sincerely loved, the one who had also leaned on Jesus' breast at the supper and asked, "Lord, who is going to betray You?" 21.21. Peter seeing him, said to Jesus, "Lord, what about this man?" 21.22. Jesus said to him, "If I desire that he stay until I come, what is that to you? You follow me." 21.23. This saying therefore went out among the brothers, that this disciple wouldn't die. Yet Jesus didn't say to him that he wouldn't die, but, "If I desire that he stay until I come, what is that to you?" 21.24. This is the disciple who testifies about these things, and wrote these things. We know that his witness is true.
2. New Testament, Luke, 14.16-14.24 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •love, beloved disciple Found in books: Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 97
14.16. ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 14.17. καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις Ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν. 14.18. καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 14.19. καὶ ἕτερος εἶπεν Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 14.20. καὶ ἕτερος εἶπεν Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 14.21. καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 14.22. καὶ εἶπεν ὁ δοῦλος Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 14.23. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος· 14.24. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. 14.16. But he said to him, "A certain man made a great supper, and he invited many people. 14.17. He sent out his servant at supper time to tell those who were invited, 'Come, for everything is ready now.' 14.18. They all as one began to make excuses. "The first said to him, 'I have bought a field, and I must go and see it. Please have me excused.' 14.19. "Another said, 'I have bought five yoke of oxen, and I must go try them out. Please have me excused.' 14.20. "Another said, 'I have married a wife, and therefore I can't come.' 14.21. "That servant came, and told his lord these things. Then the master of the house, being angry, said to his servant, 'Go out quickly into the streets and lanes of the city, and bring in the poor, maimed, blind, and lame.' 14.22. "The servant said, 'Lord, it is done as you commanded, and there is still room.' 14.23. "The lord said to the servant, 'Go out into the highways and hedges, and compel them to come in, that my house may be filled. 14.24. For I tell you that none of those men who were invited will taste of my supper.'"