1.18.6. πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου —Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέθηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγεθος ὁρῶσιν—, ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου· χαλκαῖ δὲ ἑστᾶσι πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πόλεις. ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσάρων ἐστίν, ἀνδριάντων δὲ πλήρης· ἀπὸ γὰρ πόλεως ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε τοῦ ναοῦ θέας ἄξιον. 1.18.7. ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος Γῆς τὴν ἐπίκλησιν Ὀλυμπίας. ἐνταῦθα ὅσον ἐς πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομβρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι ταύτῃ τὸ ὕδωρ, ἐσβάλλουσί τε ἐς αὐτὸ ἀνὰ πᾶν ἔτος ἄλφιτα πυρῶν μέλιτι μίξαντες. 1.18.8. κεῖται δὲ ἐπὶ κίονος Ἰσοκράτους ἀνδριάς, ὃς ἐς μνήμην τρία ὑπελίπετο, ἐπιπονώτατον μὲν ὅτι οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν οὔποτε κατελύθη μαθητὰς ἔχειν, σωφρονέστατον δὲ ὅτι πολιτείας ἀπεχόμενος διέμεινε καὶ τὰ κοινὰ οὐ πολυπραγμονῶν, ἐλευθερώτατον δὲ ὅτι πρὸς τὴν ἀγγελίαν τῆς ἐν Χαιρωνείᾳ μάχης ἀλγήσας ἐτελεύτησεν ἐθελοντής. κεῖνται δὲ καὶ λίθου Φρυγίου Πέρσαι χαλκοῦν τρίποδα ἀνέχοντες, θέας ἄξιοι καὶ αὐτοὶ καὶ ὁ τρίπους. τοῦ δὲ Ὀλυμπίου Διὸς Δευκαλίωνα οἰκοδομῆσαι λέγουσι τὸ ἀρχαῖον ἱερόν, σημεῖον ἀποφαίνοντες ὡς Δευκαλίων Ἀθήνῃσιν ᾤκησε τάφον τοῦ ναοῦ τοῦ νῦν οὐ πολὺ ἀφεστηκότα. 1.18.9. Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου· πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι. καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς· κατάκειται δὲ ἐς αὐτὰ βιβλία. καὶ γυμνάσιόν ἐστιν ἐπώνυμον Ἀδριανοῦ· κίονες δὲ καὶ ἐνταῦθα ἑκατὸν λιθοτομίας τῆς Λιβύων. | 1.18.6. Before the entrance to the sanctuary of Olympian Zeus—Hadrian the Roman emperor dedicated the temple and the statue, one worth seeing, which in size exceeds all other statues save the colossi at Rhodes and Rome , and is made of ivory and gold with an artistic skill which is remarkable when the size is taken into account—before the entrance, I say, stand statues of Hadrian, two of Thasian stone, two of Egyptian. Before the pillars stand bronze statues which the Athenians call “colonies.” The whole circumference of the precincts is about four stades, and they are full of statues; for every city has dedicated a likeness of the emperor Hadrian, and the Athenians have surpassed them in dedicating, behind the temple, the remarkable colossus. 1.18.7. Within the precincts are antiquities: a bronze Zeus, a temple of Cronus and Rhea and an enclosure of Earth surnamed Olympian. Here the floor opens to the width of a cubit, and they say that along this bed flowed off the water after the deluge that occurred in the time of Deucalion, and into it they cast every year wheat meal mixed with honey. 1.18.8. On a pillar is a statue of Isocrates, whose memory is remarkable for three things: his diligence in continuing to teach to the end of his ninety-eight years, his self-restraint in keeping aloof from politics and from interfering with public affairs, and his love of liberty in dying a voluntary death, distressed at the news of the battle at Chaeronea 338 B.C. . There are also statues in Phrygian marble of Persians supporting a bronze tripod; both the figures and the tripod are worth seeing. The ancient sanctuary of Olympian Zeus the Athenians say was built by Deucalion, and they cite as evidence that Deucalion lived at Athens a grave which is not far from the present temple. 1.18.9. Hadrian constructed other buildings also for the Athenians: a temple of Hera and Zeus Panellenios (Common to all Greeks), a sanctuary common to all the gods, and, most famous of all, a hundred pillars of Phrygian marble. The walls too are constructed of the same material as the cloisters. And there are rooms there adorned with a gilded roof and with alabaster stone, as well as with statues and paintings. In them are kept books. There is also a gymnasium named after Hadrian; of this too the pillars are a hundred in number from the Libyan quarries. |