1. New Testament, 1 Corinthians, 5.9, 7.1.0, 16.1-16.12 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 394, 396 5.9. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 16.1. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. 16.2. κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅτι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. 16.3. ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· 16.4. ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 16.5. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, 16.6. πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 16.7. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 16.8. ἐπιμένω δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· 16.9. θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 16.10. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς ἐγώ· 16.11. μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 16.12. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. | 5.9. I wrote to you in my letter to have no company with sexual sinners; 16.1. Now concerning the collection for the saints, as I commandedthe assemblies of Galatia, you do likewise. 16.2. On the first day ofthe week, let each one of you save, as he may prosper, that nocollections be made when I come. 16.3. When I arrive, I will sendwhoever you approve with letters to carry your gracious gift toJerusalem. 16.4. If it is appropriate for me to go also, they will gowith me. 16.5. But I will come to you when I have passed throughMacedonia, for I am passing through Macedonia. 16.6. But with you itmay be that I will stay, or even winter, that you may send me on myjourney wherever I go. 16.7. For I do not wish to see you now inpassing, but I hope to stay a while with you, if the Lord permits. 16.8. But I will stay at Ephesus until Pentecost, 16.9. for a greatand effective door has opened to me, and there are many adversaries. 16.10. Now if Timothy comes, see that he is with you without fear, forhe does the work of the Lord, as I also do. 16.11. Therefore let noone despise him. But set him forward on his journey in peace, that hemay come to me; for I expect him with the brothers. 16.12. Now concerning Apollos, the brother, I begged him much tocome to you with the brothers; and it was not at all his desire to comenow; but he will come when he has an opportunity. |
|
2. New Testament, 1 Thessalonians, 2.17-3.10, 2.17.00, 3.1 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 394 3.1. Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, | 3.1. Therefore, when we couldn't stand it any longer, we thought it good to be left behind at Athens alone, |
|
3. New Testament, 2 Corinthians, 1.19, 2.3, 2.9, 3.1-3.3, 5.16-5.21, 7.5-7.16, 8.23 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •letter, dictated Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 394, 396 1.19. ὁ τοῦ θεοῦ γὰρ υἱὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναί καὶ Οὔ, ἀλλὰ Ναί ἐν αὐτῷ γέγονεν· 2.3. καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. 2.9. εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 3.1. Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν; 3.2. ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντωνἀνθρώπων· 3.3. φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν,ἐνγεγραμμένηοὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐνπλαξὶν λιθίναιςἀλλʼ ἐνπλαξὶν καρδίαις σαρκίναις. 5.16. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 5.17. ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά· 5.18. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξάντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 5.19. ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 5.20. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. 5.21. τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ. 7.5. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσληκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι — ἔξωθεν μάχαι, ἔχωθεν φόβοι— 7.6. ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· 7.7. οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 7.8. ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην,?̔βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς?̓ νῦν χαίρω, 7.9. οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 7.10. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 7.11. ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. 7.12. ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, [ἀλλʼ] οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. 7.13. διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· 7.14. ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 7.15. καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστὶν ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 7.16. Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. 8.23. εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. | |
|
4. New Testament, Acts, 9.2, 22.5, 28.21 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •letter, dictated Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 396 9.2. προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. 22.5. ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. 28.21. οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. | 9.2. and asked for letters from him to the synagogues of Damascus, that if he found any who were of the Way, whether men or women, he might bring them bound to Jerusalem. 22.5. As also the high priest and all the council of the elders testify, from whom also I received letters to the brothers, and journeyed to Damascus to bring them also who were there to Jerusalem in bonds to be punished. 28.21. They said to him, "We neither received letters from Judea concerning you, nor did any of the brothers come here and report or speak any evil of you. |
|
5. New Testament, Philippians, 2.25-2.30 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •letter, dictated Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 394 2.25. ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συνστρατιώτην μ́ου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 2.26. ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς [ἰδεῖν], καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 2.27. καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 2.28. σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 2.29. προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 2.30. ὅτι διὰ τὸ ἔργον Κυρίου μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. | 2.25. But I counted it necessary to send to you Epaphroditus, my brother, fellow worker, fellow soldier, and your apostle and minister to my need; 2.26. since he longed for you all, and was very troubled, because you had heard that he was sick. 2.27. For indeed he was sick, nearly to death, but God had mercy on him; and not on him only, but on me also, that I might not have sorrow on sorrow. 2.28. I have sent him therefore the more diligently, that, when you see him again, you may rejoice, and that I may be the less sorrowful. 2.29. Receive him therefore in the Lord with all joy, and hold such in honor, 2.30. because for the work of Christ he came near to death, risking his life to supply that which was lacking in your service toward me. |
|
6. New Testament, Romans, 16.1-16.2, 16.7, 16.9, 16.22 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •letter, dictated Found in books: Malherbe et al., Light from the Gentiles: Hellenistic Philosophy and Early Christianity: Collected Essays of Abraham J (2014) 394, 396 16.1. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κενχρεαῖς, 16.2. ἵνα προσδέξησθε αὐτὴν ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. 16.7. ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ. 16.9. ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 16.22. ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. | 16.1. I commend to you Phoebe, our sister, who is a servant of the assembly that is at Cenchreae, 16.2. that you receive her in the Lord, in a way worthy of the saints, and that you assist her in whatever matter she may need from you, for she herself also has been a helper of many, and of my own self. 16.7. Greet Andronicus and Junias, my relatives and my fellow prisoners, who are notable among the apostles, who also were in Christ before me. 16.9. Greet Urbanus, our fellow worker in Christ, and Stachys, my beloved. 16.22. I, Tertius, who write the letter, greet you in the Lord. |
|