2. Pausanias, Description of Greece, 2.11.3, 2.31.5, 2.37.1-2.37.2, 3.20.3, 8.25.2-8.25.3, 8.53.7, 9.8.1-9.8.2 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: •kore, kore karpophoros Found in books: Bernabe et al (2013) 405 2.11.3. ἐκ Σικυῶνος δὲ τὴν κατʼ εὐθὺ ἐς Φλιοῦντα ἐρχομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης. ἐνταῦθα ἐφʼ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι· καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν. ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα· 2.31.5. εἰσὶ δὲ οὐ μακρὰν τῆς Λυκείας Ἀρτέμιδος βωμοὶ διεστηκότες οὐ πολὺ ἀπʼ ἀλλήλων· ὁ μὲν πρῶτός ἐστιν αὐτῶν Διονύσου κατὰ δή τι μάντευμα ἐπίκλησιν Σαώτου, δεύτερος δὲ Θεμίδων ὀνομαζόμενος· Πιτθεὺς τοῦτον ἀνέθηκεν, ὡς λέγουσιν. Ἡλίου δὲ Ἐλευθερίου καὶ σφόδρα εἰκότι λόγῳ δοκοῦσί μοι ποιῆσαι βωμόν, ἐκφυγόντες δουλείαν ἀπὸ Ξέρξου τε καὶ Περσῶν. 2.37.1. ἀπὸ δὴ τοῦ ὄρους τούτου τὸ ἄλσος ἀρχόμενον πλατάνων τὸ πολὺ ἐπὶ τὴν θάλασσαν καθήκει. ὅροι δὲ αὐτοῦ τῇ μὲν ποταμὸς ὁ Ποντῖνος, τῇ δὲ ἕτερος ποταμός· Ἀμυμώνη δὲ ἀπὸ τῆς Δαναοῦ θυγατρὸς ὄνομα τῷ ποταμῷ. ἐντὸς δὲ τοῦ ἄλσους ἀγάλματα ἔστι μὲν Δήμητρος Προσύμνης, ἔστι δὲ Διονύσου, καὶ Δήμητρος καθήμενον ἄγαλμα οὐ μέγα· 2.37.2. ταῦτα μὲν λίθου πεποιημένα, ἑτέρωθι δʼ ἐν ναῷ Διόνυσος Σαώτης καθήμενον ξόανον καὶ Ἀφροδίτης ἄγαλμα ἐπὶ θαλάσσῃ λίθου· ἀναθεῖναι δὲ αὐτὸ τὰς θυγατέρας λέγουσι τὰς Δαναοῦ, Δαναὸν δὲ αὐτὸν τὸ ἱερὸν ἐπὶ Ποντίνῳ ποιῆσαι τῆς Ἀθηνᾶς. καταστήσασθαι δὲ τῶν Λερναίων τὴν τελετὴν Φιλάμμωνά φασι. τὰ μὲν οὖν λεγόμενα ἐπὶ τοῖς δρωμένοις δῆλά ἐστιν οὐκ ὄντα ἀρχαῖα· 3.20.3. διαβᾶσι δὲ αὐτόθεν ποταμὸν Φελλίαν, παρὰ Ἀμύκλας ἰοῦσιν εὐθεῖαν ὡς ἐπὶ θάλασσαν Φᾶρις πόλις ἐν τῇ Λακωνικῇ ποτε ᾠκεῖτο· ἀποτρεπομένῳ δὲ ἀπὸ τῆς Φελλίας ἐς δεξιὰν ἡ πρὸς τὸ ὄρος τὸ Ταΰγετόν ἐστιν ὁδός. ἔστι δὲ ἐν τῷ πεδίῳ Διὸς Μεσσαπέως τέμενος· γενέσθαι δέ οἱ τὴν ἐπίκλησιν ἀπὸ ἀνδρὸς λέγουσιν ἱερασαμένου τῷ θεῷ. ἐντεῦθέν ἐστιν ἀπιοῦσιν ἐκ τοῦ Ταϋγέτου χωρίον ἔνθα πόλις ποτὲ ᾠκεῖτο Βρυσίαι· καὶ Διονύσου ναὸς ἐνταῦθα ἔτι λείπεται καὶ ἄγαλμα ἐν ὑπαίθρῳ. τὸ δὲ ἐν τῷ ναῷ μόναις γυναιξὶν ἔστιν ὁρᾶν· γυναῖκες γὰρ δὴ μόναι καὶ τὰ ἐς τὰς θυσίας δρῶσιν ἐν ἀπορρήτῳ. 8.25.2. τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις· τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος. τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι· ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας. 8.25.3. τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις· ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου. μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς. ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα· 8.53.7. ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας· ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ. τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον· 9.8.1. διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίους Ποτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης. τὰ δὲ ἀγάλματα ἐν τῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς τὰς θεὰς ὀνομάζουσιν. ἐν χρόνῳ δὲ εἰρημένῳ δρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶν νεογνῶν· τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται. 9.8.2. ἐνταῦθα καὶ Διονύσον ναός ἐστιν Αἰγοβόλου. θύοντες γὰρ τῷ θεῷ προήχθησάν ποτε ὑπὸ μέθης ἐς ὕβριν, ὥστε καὶ τοῦ Διονύσου τὸν ἱερέα ἀποκτείνουσιν· ἀποκτείναντας δὲ αὐτίκα ἐπέλαβε νόσος λοιμώδης, καί σφισιν ἀφίκετο ἴαμα ἐκ Δελφῶν τῷ Διονύσῳ θύειν παῖδα ὡραῖον· ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον τὸν θεόν φασιν αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦ παιδός. δείκνυται δὲ ἐν Ποτνιαῖς καὶ φρέαρ· τὰς δὲ ἵππους τὰς ἐπιχωρίους τοῦ ὕδατος πιούσας τούτου μανῆναι λέγουσιν. | 2.11.3. On the direct road from Sicyon to Phlius, on the left of the road and just about ten stades from it, is a grove called Pyraea, and in it a sanctuary of Hera Protectress and the Maid. Here the men celebrate a festival by themselves, giving up to the women the temple called Nymphon for the purposes of their festival. In the Nymphon are images of Dionysus, Demeter, and the Maid, with only their faces exposed. The road to Titane is sixty stades long, and too narrow to be used by carriages drawn by a yoke. 2.31.5. Not far from Artemis Lycea are altars close to one another. The first of them is to Dionysus, surnamed, in accordance with an oracle, Saotes (Saviour); the second is named the altar of the Themides (Laws), and was dedicated, they say, by Pittheus. They had every reason, it seems to me, for making an altar to Helius Eleutherius (Sun, God of Freedom), seeing that they escaped being enslaved by Xerxes and the Persians. 2.37.1. At this mountain begins the grove, which consists chiefly of plane trees, and reaches down to the sea. Its boundaries are, on the one side the river Pantinus, on the other side another river, called Amymane, after the daughter of Danaus. Within the grave are images of Demeter Prosymne and of Dionysus. of Demeter there is a seated image of no great size. 2.37.2. Both are of stone, but in another temple is a seated wooden image of Dionysus Saotes (Savior), while by the sea is a stone image of Aphrodite. They say that the daughters of Danaus dedicated it, while Danaus himself made the sanctuary of Athena by the Pontinus. The mysteries of the Lernaeans were established, they say, by Philammon. Now the words which accompany the ritual are evidently of no antiquity 3.20.3. Crossing from here a river Phellia, and going past Amyclae along a road leading straight towards the sea, you come to the site of Pharis, which was once a city of Laconia . Turning away from the Phellia to the right is the road that leads to Mount Taygetus. On the plain is a precinct of Zeus Messapeus, who is surnamed, they say, after a man who served the god as his priest. Leaving Taygetus from here you come to the site of the city Bryseae . There still remains here a temple of Dionysus with an image in the open. But the image in the temple women only may see, for women by themselves perform in secret the sacrificial rites. 8.25.2. Thelpusa is some forty stades distant from this sanctuary. It is said that it was named after Thelpusa , a nymph, and that she was a daughter of Ladon . The Ladon rises in springs within the territory of Cleitor, as my account has already set forth. It flows first beside a place Leucasium and Mesoboa, through Nasi to Oryx, also called Halus, and from Halus it descends to Thaliades and a sanctuary of Eleusinian Demeter. 8.25.3. This sanctuary is on the borders of Thelpusa . In it are images, each no less than seven feet high, of Demeter, her daughter, and Dionysus, all alike of stone. After the sanctuary of the Eleusinian goddess the Ladon flows by the city Thelpusa on the left, situated on a high hill, in modern times so deserted that the market-place, which is at the extremity of it, was originally, they say, right in the very middle of it. Thelpusa has a temple of Asclepius and a sanctuary of the twelve gods; the greater part of this, I found, lay level with the ground. 8.53.7. There is also at Tegea a temple of Demeter and the Maid, whom they surname the Fruit-bringers, and hard by is one of Aphrodite called Paphian. The latter was built by Laodice, who was descended, as I have already said, See Paus. 8.5.3 . from Agapenor, who led the Arcadians to Troy , and it was in Paphos that she dwelt. Not far from it are two sanctuaries of Dionysus, an altar of the Maid, and a temple of Apollo with a gilded image. 9.8.1. Across the Asopus, about ten stades distant from the city, are the ruins of Potniae , in which is a grove of Demeter and the Maid. The images at the river that flows past Potniae . . . they name the goddesses. At an appointed time they perform their accustomed ritual, one part of which is to let loose young pigs into what are called “the halls.” At the same time next year these pigs appear, they say, in Dodona . This story others can believe if they wish. 9.8.2. Here there is also a temple of Dionysus Goat-shooter. For once, when they were sacrificing to the god, they grew so violent with wine that they actually killed the priest of Dionysus. Immediately after the murder they were visited by a pestilence, and the Delphic oracle said that to cure it they must sacrifice a boy in the bloom of youth. A few years afterwards, so they say, the god substituted a goat as a victim in place of their boy. In Potniae is also shown a well. The mares of the country are said on drinking this water to become mad. |
|