1. Pausanias, Description of Greece, 1.22.7, 4.1.6-4.1.7, 9.27.2, 9.30.12 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: • klision • klismos / klision
Found in books: Bremmer (2008), Greek Religion and Culture, the Bible, and the Ancient Near East, 158; de Jáuregui (2010), Orphism and Christianity in Late Antiquity, 4
sup> 1.22.7 ἵππων δέ οἱ νίκης τῆς ἐν Νεμέᾳ ἐστὶ σημεῖα ἐν τῇ γραφῇ· καὶ Περσεύς ἐστιν ἐς Σέριφον κομιζόμενος, Πολυδέκτῃ φέρων τὴν κεφαλὴν τὴν Μεδούσης. καὶ τὰ μὲν ἐς Μέδουσαν οὐκ εἰμὶ πρόθυμος ἐν τοῖς Ἀττικοῖς σημῆναι· ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστὴν ὃν Τιμαίνετος ἔγραψεν, ἐστὶ Μουσαῖος. ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην, ἐν οἷς ἐστι πέτεσθαι Μουσαῖον ὑπὸ Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις. 4.1.6 τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος ὁ Πανδίονος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς· καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας. καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῇ γῇ ταύτῃ Λύκου καλούμενος, Ῥιανῷ τῷ Κρητί ἐστι πεποιημένον πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο· Rhianus of Bene in Crete. See note on Paus. 4.6.1 . 4.1.7 ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῇ εἰκόνι ἔπη τῇ Μεθάπου. μετεκόσμησε γὰρ καὶ Μέθαπος τῆς τελετῆς ἔστιν ἅ· ὁ δὲ Μέθαπος γένος μὲν ἦν Ἀθηναῖος, τελεστὴς δὲ καὶ ὀργίων καὶ παντοίων συνθέτης. οὗτος καὶ Θηβαίοις τῶν Καβείρων τὴν τελετὴν κατεστήσατο, ἀνέθηκε δὲ καὶ ἐς τὸ κλίσιον τὸ Λυκομιδῶν εἰκόνα ἔχουσαν ἐπίγραμμα ἄλλα τε λέγον καὶ ὅσα ἡμῖν ἐς πίστιν συντελεῖ τοῦ λόγου· 9.27.2 Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι καὶ Ἀφροδίτης παῖδα ἥγηνται· Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησεν Ἕλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησιν εἶναι. Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν· καί σφισιν ἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦτα ᾄδωσιν· ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι. καὶ τῶν μὲν οὐ πρόσω ποιήσομαι μνήμην· Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδα γράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο· 9.30.12 ὅστις δὲ περὶ ποιήσεως ἐπολυπραγμόνησεν ἤδη, τοὺς Ὀρφέως ὕμνους οἶδεν ὄντας ἕκαστόν τε αὐτῶν ἐπὶ βραχύτατον καὶ τὸ σύμπαν οὐκ ἐς ἀριθμὸν πολὺν πεποιημένους· Λυκομίδαι δὲ ἴσασί τε καὶ ἐπᾴδουσι τοῖς δρωμένοις. κόσμῳ μὲν δὴ τῶν ἐπῶν δευτερεῖα φέροιντο ἂν μετά γε Ὁμήρου τοὺς ὕμνους, τιμῆς δὲ ἐκ τοῦ θείου καὶ ἐς πλέον ἐκείνων ἥκουσι.'' None | sup> 1.22.7 and in the picture are emblems of the victory his horses won at Nemea . There is also Perseus journeying to Seriphos, and carrying to Polydectes the head of Medusa, the legend about whom I am unwilling to relate in my description of Attica . Included among the paintings—I omit the boy carrying the water-jars and the wrestler of Timaenetus An unknown painter. —is Musaeus. I have read verse in which Musaeus receives from the North Wind the gift of flight, but, in my opinion, Onomacritus wrote them, and there are no certainly genuine works of Musaeus except a hymn to Demeter written for the Lycomidae.' " 4.1.6 But the mysteries of the Great Goddesses were raised to greater honor many years later than Caucon by Lycus, the son of Pandion, an oak-wood, where he purified the celebrants, being still called Lycus' wood. That there is a wood in this land so called is stated by Rhianus the Cretan:— By rugged Elaeum above Lycus' wood. Rhianus of Bene in Crete . See note on Paus. 4.6.1 ." '4.1.7 That this Lycus was the son of Pandion is made clear by the lines on the statue of Methapus, who made certain improvements in the mysteries. Methapus was an Athenian by birth, an expert in the mysteries and founder of all kinds of rites. It was he who established the mysteries of the Cabiri at Thebes, and dedicated in the hut of the Lycomidae a statue with an inscription that amongst other things helps to confirm my account:— 9.27.2 Most men consider Love to be the youngest of the gods and the son of Aphrodite. But Olen the Lycian, who composed the oldest Greek hymns, says in a hymn to Eileithyia that she was the mother of Love. Later than Olen, both Pamphos and Orpheus wrote hexameter verse, and composed poems on Love, in order that they might be among those sung by the Lycomidae to accompany the ritual. I read them after conversation with a Torchbearer. of these things I will make no further mention. Hesiod, Hes. Th. 116 foll. or he who wrote the Theogony fathered on Hesiod, writes, I know, that Chaos was born first, and after Chaos, Earth, Tartarus and Love. 9.30.12 Whoever has devoted himself to the study of poetry knows that the hymns of Orpheus are all very short, and that the total number of them is not great. The Lycomidae know them and chant them over the ritual of the mysteries. For poetic beauty they may be said to come next to the hymns of Homer, while they have been even more honored by the gods. '' None |
|