4.11. ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε, τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι, Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ, πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων, οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην ʽτὴν γὰρ νῦν νέμονται Σκύθαι, αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων̓, τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου, καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας, ἐντόνους μὲν ἀμφοτέρας, ἀμείνω δὲ τὴν τῶν βασιλέων· τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν, τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι. οὔκων δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας· τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι· τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ, λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν. ὡς δὲ δόξαι σφι ταῦτα, διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους. καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπʼ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην ʽκαί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφοσ̓, θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι· Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην. | 4.11. There is yet another story, to which account I myself especially incline. It is to this effect. The nomadic Scythians inhabiting Asia, when hard pressed in war by the Massagetae, fled across the Araxes river to the Cimmerian country (for the country which the Scythians now inhabit is said to have belonged to the Cimmerians before), ,and the Cimmerians, at the advance of the Scythians, deliberated as men threatened by a great force should. Opinions were divided; both were strongly held, but that of the princes was the more honorable; for the people believed that their part was to withdraw and that there was no need to risk their lives for the dust of the earth; but the princes were for fighting to defend their country against the attackers. ,Neither side could persuade the other, neither the people the princes nor the princes the people; the one party planned to depart without fighting and leave the country to their enemies, but the princes were determined to lie dead in their own country and not to flee with the people, for they considered how happy their situation had been and what ills were likely to come upon them if they fled from their native land. ,Having made up their minds, the princes separated into two equal bands and fought with each other until they were all killed by each other's hands; then the Cimmerian people buried them by the Tyras river, where their tombs are still to be seen, and having buried them left the land; and the Scythians came and took possession of the country left empty. |