Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





11 results for "jesus"
1. New Testament, Acts, 19.13-19.15 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 130
19.13. Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκισ̀τῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. 19.14. ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. 19.15. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς Τὸν [μὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; 19.13. But some of the itinerant Jews, exorcists, took on themselves to name over those who had the evil spirits the name of the Lord Jesus, saying, "We adjure you by Jesus whom Paul preaches." 19.14. There were seven sons of one Sceva, a Jewish chief priest, who did this. 19.15. The evil spirit answered, "Jesus I know, and Paul I know, but who are you?"
2. New Testament, Luke, 4.31-4.36, 8.26-8.39 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 129, 173
4.31. Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. Καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 4.32. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 4.33. καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ 4.34. Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; 4.35. οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων Φιμώθητι καὶ ἔξελθε ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 4.36. καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, 8.26. Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. 8.27. ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν. 8.28. ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ [τοῦ θεοῦ] τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 8.29. παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρήσσων τὰ δεσμὰ ἠλαύνέτο ἀπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους. 8.30. ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς Τί σοὶ ὄνομά ἐστιν; ὁ δὲ εἶπεν Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν. 8.31. καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 8.32. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 8.33. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 8.34. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 8.35. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθαν πρὸς τὸν Ἰησοῦν, καὶ εὗραν καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας [τοῦ] Ἰησοῦ, καὶ ἐφοβήθησαν. 8.36. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 8.37. καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν. 8.38. ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων 8.39. Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. 4.31. He came down to Capernaum, a city of Galilee. He was teaching them on the Sabbath day, 4.32. and they were astonished at his teaching, for his word was with authority. 4.33. In the synagogue there was a man who had a spirit of an unclean demon, and he cried out with a loud voice, 4.34. saying, "Ah! what have we to do with you, Jesus of Nazareth? Have you come to destroy us? I know you who you are: the Holy One of God!" 4.35. Jesus rebuked him, saying, "Be silent, and come out of him!" When the demon had thrown him down in their midst, he came out of him, having done him no harm. 4.36. Amazement came on all, and they spoke together, one with another, saying, "What is this word? For with authority and power he commands the unclean spirits, and they come out!" 8.26. They arrived at the country of the Gadarenes, which is opposite Galilee. 8.27. When Jesus stepped ashore, a certain man out of the city who had demons for a long time met him. He wore no clothes, and didn't live in a house, but in the tombs. 8.28. When he saw Jesus, he cried out, and fell down before him, and with a loud voice said, "What do I have to do with you, Jesus, you Son of the Most High God? I beg you, don't torment me!" 8.29. For Jesus was commanding the unclean spirit to come out of the man. For the unclean spirit had often seized the man. He was kept under guard, and bound with chains and fetters. Breaking the bands apart, he was driven by the demon into the desert. 8.30. Jesus asked him, "What is your name?"He said, "Legion," for many demons had entered into him. 8.31. They begged him that he would not command them to go into the abyss. 8.32. Now there was there a herd of many pigs feeding on the mountain, and they begged him that he would allow them to enter into those. He allowed them. 8.33. The demons came out from the man, and entered into the pigs, and the herd rushed down the steep bank into the lake, and were drowned. 8.34. When those who fed them saw what had happened, they fled, and told it in the city and in the country. 8.35. People went out to see what had happened. They came to Jesus, and found the man from whom the demons had gone out, sitting at Jesus' feet, clothed and in his right mind; and they were afraid. 8.36. Those who saw it told them how he who had been possessed by demons was healed. 8.37. All the people of the surrounding country of the Gadarenes asked him to depart from them, for they were very much afraid. He entered into the boat, and returned. 8.38. But the man from whom the demons had gone out begged him that he might go with him, but Jesus sent him away, saying, 8.39. "Return to your house, and declare what great things God has done for you." He went his way, proclaiming throughout the whole city what great things Jesus had done for him.
3. New Testament, Mark, 1.21-1.26, 5.1-5.20, 9.14-9.29 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 129, 173
1.21. Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. 1.22. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 1.23. καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν 1.24. λέγων Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 1.25. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς [λέγων] Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 1.26. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν ἅπαντες, 5.1. Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν. 5.2. καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [εὐθὺς] ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 5.3. ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι 5.4. διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρίφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· 5.5. καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 5.6. καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν, 5.7. καὶ κράξας φωνῇ μεγάλῃ λέγει Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω δε τὸν θεόν, μή με βασανίσῃς. 5.8. ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 5.9. καὶ ἐπηρώτα αὐτόν Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 5.10. καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. 5.11. Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 5.12. καὶ παρεκάλεσαν αὐτὸν λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 5.13. καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 5.14. Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 5.15. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. 5.16. καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 5.17. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 5.18. Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετʼ αὐτοῦ ᾖ. 5.19. καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 5.20. καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. 9.14. Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδαν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συνζητοῦντας πρὸς αὐτούς. 9.15. καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 9.16. καὶ ἐπηρώτησεν αὐτούς Τί συνζητεῖτε πρὸς αὐτούς; 9.17. καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 9.18. καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥἤσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 9.19. ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 9.20. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 9.21. καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν Ἐκ παιδιόθεν· 9.22. καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 9.23. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τό Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 9.24. εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 9.25. ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 9.26. καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 9.27. ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 9.28. καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατʼ ἰδίαν ἐπηρώτων αὐτόν Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 9.29. καὶ εἶπεν αὐτοῖς Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ . 1.21. They went into Capernaum, and immediately on the Sabbath day he entered into the synagogue and taught. 1.22. They were astonished at his teaching, for he taught them as having authority, and not as the scribes. 1.23. Immediately there was in their synagogue a man with an unclean spirit, and he cried out, 1.24. saying, "Ha! What do we have to do with you, Jesus, you Nazarene? Have you come to destroy us? I know you who you are: the Holy One of God!" 1.25. Jesus rebuked him, saying, "Be quiet, and come out of him!" 1.26. The unclean spirit, convulsing him and crying with a loud voice, came out of him. 5.1. They came to the other side of the sea, into the country of the Gadarenes. 5.2. When he had come out of the boat, immediately there met him out of the tombs a man with an unclean spirit, 5.3. who had his dwelling in the tombs. Nobody could bind him any more, not even with chains, 5.4. because he had been often bound with fetters and chains, and the chains had been torn apart by him, and the fetters broken in pieces. Nobody had the strength to tame him. 5.5. Always, night and day, in the tombs and in the mountains, he was crying out, and cutting himself with stones. 5.6. When he saw Jesus from afar, he ran and bowed down to him, 5.7. and crying out with a loud voice, he said, "What have I to do with you, Jesus, you Son of the Most High God? I adjure you by God, don't torment me." 5.8. For he said to him, "Come out of the man, you unclean spirit!" 5.9. He asked him, "What is your name?"He said to him, "My name is Legion, for we are many." 5.10. He begged him much that he would not send them away out of the country. 5.11. Now there was on the mountainside a great herd of pigs feeding. 5.12. All the demons begged him, saying, "Send us into the pigs, that we may enter into them." 5.13. At once Jesus gave them permission. The unclean spirits came out and entered into the pigs. The herd of about two thousand rushed down the steep bank into the sea, and they were drowned in the sea. 5.14. Those who fed them fled, and told it in the city and in the country. The people came to see what it was that had happened. 5.15. They came to Jesus, and saw him who had been possessed by demons sitting, clothed, and in his right mind, even him who had the legion; and they were afraid. 5.16. Those who saw it declared to them how it happened to him who was possessed by demons, and about the pigs. 5.17. They began to beg him to depart from their region. 5.18. As he was entering into the boat, he who had been possessed by demons begged him that he might be with him. 5.19. He didn't allow him, but said to him, "Go to your house, to your friends, and tell them what great things the Lord has done for you, and how he had mercy on you." 5.20. He went his way, and began to proclaim in Decapolis how Jesus had done great things for him, and everyone marveled. 9.14. Coming to the disciples, he saw a great multitude around them, and scribes questioning them. 9.15. Immediately all the multitude, when they saw him, were greatly amazed, and running to him greeted him. 9.16. He asked the scribes, "What are you asking them?" 9.17. One of the multitude answered, "Teacher, I brought to you my son, who has a mute spirit; 9.18. and wherever it seizes him, it throws him down, and he foams at the mouth, and grinds his teeth, and wastes away. I asked your disciples to cast it out, and they weren't able." 9.19. He answered him, "Unbelieving generation, how long shall I be with you? How long shall I bear with you? Bring him to me." 9.20. They brought him to him, and when he saw him, immediately the spirit convulsed him, and he fell on the ground, wallowing and foaming at the mouth. 9.21. He asked his father, "How long has it been since this has come to him?"He said, "From childhood. 9.22. often it has cast him both into the fire and into the water, to destroy him. But if you can do anything, have compassion on us, and help us." 9.23. Jesus said to him, "If you can believe, all things are possible to him who believes." 9.24. Immediately the father of the child cried out with tears, "I believe. Help my unbelief!" 9.25. When Jesus saw that a multitude came running together, he rebuked the unclean spirit, saying to him, "You mute and deaf spirit, I command you, come out of him, and never enter him again!" 9.26. Having cried out, and convulsed greatly, it came out of him. The boy became like one dead; so much that most of them said, "He is dead." 9.27. But Jesus took him by the hand, and raised him up; and he arose. 9.28. When he had come into the house, his disciples asked him privately, "Why couldn't we cast it out?" 9.29. He said to them, "This kind can come out by nothing, except by prayer and fasting."
4. New Testament, Matthew, 8.28-8.34 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 129, 173
8.28. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 8.29. καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 8.30. Ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 8.31. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 8.32. καὶ εἶπεν αὐτοῖς Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθαν εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 8.33. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 8.34. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. 8.28. When he came to the other side, into the country of the Gergesenes, two people possessed by demons met him there, coming out of the tombs, exceedingly fierce, so that nobody could pass by that way. 8.29. Behold, they cried out, saying, "What do we have to do with you, Jesus, Son of God? Have you come here to torment us before the time?" 8.30. Now there was a herd of many pigs feeding far away from them. 8.31. The demons begged him, saying, "If you cast us out, permit us to go away into the herd of pigs." 8.32. He said to them, "Go!"They came out, and went into the herd of pigs: and behold, the whole herd of pigs rushed down the cliff into the sea, and died in the water. 8.33. Those who fed them fled, and went away into the city, and told everything, including what happened to those who were possessed with demons. 8.34. Behold, all the city came out to meet Jesus. When they saw him, they begged that he would depart from their borders.
5. Lucian, The Lover of Lies, 16 (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 129
6. Philostratus The Athenian, Life of Apollonius, 1.9 (2nd cent. CE - missingth cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 173
7. Philostratus The Athenian, Lives of The Sophists, 1.9 (2nd cent. CE - missingth cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 173
1.9. Σικελία Γοργίαν ἐν Λεοντίνοις ἤνεγκεν, ἐς ὃν ἀναφέρειν ἡγώμεθα τὴν τῶν σοφιστῶν τέχνην, ὥσπερ ἐς πατέρα: εἰ γὰρ τὸν Αἰσχύλον ἐνθυμηθείημεν, ὡς πολλὰ τῇ τραγῳδίᾳ ξυνεβάλετο ἐσθῆτί τε αὐτὴν κατασκευάσας καὶ ὀκρίβαντι ὑψηλῷ καὶ ἡρώων εἴδεσιν ἀγγέλοις τε καὶ ἐξαγγέλοις καὶ οἷς ἐπὶ σκηνῆς τε καὶ ὑπὸ σκηνῆς χρὴ πράττειν, τοῦτο ἂν εἴη καὶ ὁ Γοργίας τοῖς ὁμοτέχνοις. ὁρμῆς τε γὰρ τοῖς σοφισταῖς ἦρξε καὶ παραδοξολογίας καὶ πνεύματος καὶ τοῦ τὰ μεγάλα μεγάλως ἑρμηνεύειν, ἀποστάσεών τε καὶ προσβολῶν, ὑφ' ὧν ὁ λόγος ἡδίων ἑαυτοῦ γίγνεται καὶ σοβαρώτερος, περιεβάλλετο δὲ καὶ ποιητικὰ ὀνόματα ὑπὲρ κόσμου καὶ σεμνότητος. ὡς μὲν οὖν καὶ ῥᾷστα ἀπεσχεδίαζεν, εἴρηταί μοι κατὰ ἀρχὰς τοῦ λόγου, διαλεχθεὶς δὲ ̓Αθήνησιν ἤδη γηράσκων εἰ μὲν ὑπὸ τῶν πολλῶν ἐθαυμάσθη, οὔπω θαῦμα, ὁ δέ, οἶμαι, καὶ τοὺς ἐλλογιμωτάτους ἀνηρτήσατο, Κριτίαν μὲν καὶ ̓Αλκιβιάδην νέω ὄντε, Θουκυδίδην δὲ καὶ Περικλέα ἤδη γηράσκοντε. καὶ ̓Αγάθων δὲ ὁ τῆς τραγῳδίας ποιητής, ὃν ἡ κωμῳδία σοφόν τε καὶ καλλιεπῆ οἶδε, πολλαχοῦ τῶν ἰάμβων γοργιάζει. ἐμπρέπων δὲ καὶ ταῖς τῶν ̔Ελλήνων πανηγύρεσι τὸν μὲν λόγον τὸν Πυθικὸν ἀπὸ τοῦ βωμοῦ ἤχησεν, ἐφ' οὗ καὶ χρυσοῦς ἀνετέθη, ἐν τῷ τοῦ Πυθίου ἱερῷ, ὁ δὲ ̓Ολυμπικὸς λόγος ὑπὲρ τοῦ μεγίστου αὐτῷ ἐπολιτεύθη. στασιάζουσαν γὰρ τὴν ̔Ελλάδα ὁρῶν ὁμονοίας ξύμβουλος αὐτοῖς ἐγένετο τρέπων ἐπὶ τοὺς βαρβάρους καὶ πείθων ἆθλα ποιεῖσθαι τῶν ὅπλων μὴ τὰς ἀλλήλων πόλεις, ἀλλὰ τὴν τῶν βαρβάρων χώραν. ὁ δὲ ἐπιτάφιος, ὃν διῆλθεν ̓Αθήνησιν, εἴρηται μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων, πεσοῦσιν οὓς ̓Αθηναῖοι δημοσίᾳ ξὺν ἐπαίνοις ἔθαψαν, σοφίᾳ δὲ ὑπερβαλλούσῃ ξύγκειται: παροξύνων τε γὰρ τοὺς ̓Αθηναίους ἐπὶ Μήδους τε καὶ Πέρσας καὶ τὸν αὐτὸν νοῦν τῷ ̓Ολυμπικῷ ἀγωνιζόμενος ὑπὲρ ὁμονοίας μὲν τῆς πρὸς τοὺς ̔́Ελληνας οὐδὲν διῆλθεν, ἐπειδὴ πρὸς ̓Αθηναίους ἦν ἀρχῆς ἐρῶντας, ἣν οὐκ ἦν κτήσασθαι μὴ τὸ δραστήριον αἱρουμένους, ἐνδιέτριψε δὲ τοῖς τῶν Μηδικῶν τροπαίων ἐπαίνοις, ἐνδεικνύμενος αὐτοῖς, ὅτι τὰ μὲν κατὰ τῶν βαρβάρων τρόπαια ὕμνους ἀπαιτεῖ, τὰ δὲ κατὰ τῶν ̔Ελλήνων θρήνους. λέγεται δὲ ὁ Γοργίας ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλ' ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν. 1.9. Now it is well that I should not pass over what happened in the Temple, while relating the life of a man who was held in esteem even by the gods. For an Assyrian stripling came to Asclepius, and though he was sick, yet he lived the life of luxury, and being continually drunk, I will not say he lived, rather he was ever dying. He suffered then from dropsy, and finding his pleasure in drunkenness took no care to dry up his malady. On this account then Asclepius took no care of him, and did not visit him even in a dream. The youth grumbled at this, and thereupon the god, standing over him, said, If you were to consult Apollonius you would be easier. He therefore went to Apollonius, and said: What is there in your wisdom that I can profit by? for Asclepius bids me consult you. And he replied: I can advise you of what, under the circumstances, will be most valuable to you; for I suppose you want to get well. Yes, by Zeus, answered the other, I want the health which Asclepius promises, but never gives. Hush, said the other, for he gives to those who desire it, but you do things that irritate and aggravate your disease, for you give yourself up to luxury, and you accumulate delicate viands upon your water-logged and worn-out stomach, and as it were, choke water with a flood of mud. This was a clearer response, in my opinion, than Heraclitus, in his wisdom, gave. For he said when he was visited by this affection that what he needed was someone to substitute a drought for a rainy weather, a very unintelligible remark, it appears to me, and by no means clear; but the sage restored the youth to health by a clear interpretation of the wise saw. 1.9. 9. Sicily produced Gorgias of Leontini, and we must consider that the art of the sophists carries back to him as though he were its father. For if we reflect how many additions Aeschylus made to tragedy when he furnished her with her proper costume and the buskin that gave the actor's height, with the types of heroes, with messengers who tell what has happened at home and abroad, and with the conventions as to what must be done both before and behind the scenes, then we find that this is what Gorgias in his turn did for his fellow-craftsmen. For he set an example to the sophists with his virile and energetic style, his daring and unusual expressions, his inspired impressiveness, and his use of the grand style for great themes; and also with his habit of breaking off his clauses and making sudden transitions, by which devices a speech gains in sweetness and sublimity; and he also clothed his style with poetic words for the sake of ornament and dignity. That he also improvised with the greatest facility I have stated at the beginning of my narrative; and when, already advanced in years, he delivered discourses at Athens, there is nothing surprising in the fact that he won applause from the crowd; but he also, as is well known, enthralled the most illustrious men, not only Critias and Alcibiades, who were both young men, but also Thucydides and Pericles who were by that time well on in years., Agathon also, the tragic poet, whom Comedy calls a clever poet and "lovely in his speech," often imitates Gorgias in his iambics. Moreover, he played a distinguished part at the religious festivals of the Greeks, and declaimed his Pythian Oration from the altar; and for this his statue was dedicated in gold and was set up in the temple of the Pythian god. His Olympian Oration dealt with a theme of the highest importance to the state. For, seeing that Greece was divided against itself, he came forward as the advocate of reconciliation, and tried to turn their energies against the barbarians and to persuade them not to regard one another's cities as the prize to be won by their arms, but rather the land of the barbarians. The Funeral Oration, which he delivered at Athens, was spoken in honour of those who had fallen in the wars, to whom the Athenians awarded public funerals and panegyrics, and it is composed with extraordinary cleverness. For though he incited the Athenians against the Medes and Persians, and was arguing with the same purpose as in the Olympian Oration, he said nothing about a friendly agreement with the rest of the Greeks, for this reason, that it was addressed to Athenians who had a passion for empire, and that could not be attained except by adopting a drastic line of policy. But he dwelt openly on their victories over the Medes and praised them for these, making it evident to them the while that victories over barbarians call for hymns of praise, but victories over Greeks for dirges. It is said that though Gorgias attained to the age of 108, his body was not weakened by old age, but to the end of his life he was in sound condition, and his senses were the senses of a young man.
8. Origen, Against Celsus, 1.6 (3rd cent. CE - 3rd cent. CE)  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 129, 130
1.6. After this, through the influence of some motive which is unknown to me, Celsus asserts that it is by the names of certain demons, and by the use of incantations, that the Christians appear to be possessed of (miraculous) power; hinting, I suppose, at the practices of those who expel evil spirits by incantations. And here he manifestly appears to malign the Gospel. For it is not by incantations that Christians seem to prevail (over evil spirits), but by the name of Jesus, accompanied by the announcement of the narratives which relate to Him; for the repetition of these has frequently been the means of driving demons out of men, especially when those who repeated them did so in a sound and genuinely believing spirit. Such power, indeed, does the name of Jesus possess over evil spirits, that there have been instances where it was effectual, when it was pronounced even by bad men, which Jesus Himself taught (would be the case), when He said: Many shall say to Me in that day, In Your name we have cast out devils, and done many wonderful works. Whether Celsus omitted this from intentional malignity, or from ignorance, I do not know. And he next proceeds to bring a charge against the Saviour Himself, alleging that it was by means of sorcery that He was able to accomplish the wonders which He performed; and that foreseeing that others would attain the same knowledge, and do the same things, making a boast of doing them by help of the power of God, He excludes such from His kingdom. And his accusation is, that if they are justly excluded, while He Himself is guilty of the same practices, He is a wicked man; but if He is not guilty of wickedness in doing such things, neither are they who do the same as He. But even if it be impossible to show by what power Jesus wrought these miracles, it is clear that Christians employ no spells or incantations, but the simple name of Jesus, and certain other words in which they repose faith, according to the holy Scriptures.
9. Philostratus, 15. Apoll. 4.45, 4.45  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 173
10. Philostratus, 15. Apoll. 4.20, 4.20  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 173
11. Philostratus, 15. Apoll. 43, 43  Tagged with subjects: •jesus, demons addressed by Found in books: Nutzman, Contested Cures: Identity and Ritual Healing in Roman and Late Antique Palestine (2022) 173