2. Xenophon, The Persian Expedition, 5.8.19-5.8.20, 7.5.5-7.5.6, 7.6.9-7.6.11, 7.6.18 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •heracleides of maroneia Found in books: Sommerstein and Torrance (2014), Oaths and Swearing in Ancient Greece, 362 5.8.19. εἰ δὲ ὕβρει νομίζετέ με ταῦτα πράττειν, ἐνθυμήθητε ὅτι νῦν ἐγὼ θαρρῶ σὺν τοῖς θεοῖς μᾶλλον ἢ τότε καὶ θρασύτερός εἰμι νῦν ἢ τότε καὶ οἶνον πλείω πίνω, ἀλλʼ ὅμως οὐδένα παίω· 5.8.20. ἐν εὐδίᾳ γὰρ ὁρῶ ὑμᾶς. ὅταν δὲ χειμὼν ᾖ καὶ θάλαττα μεγάλη ἐπιφέρηται, οὐχ ὁρᾶτε ὅτι καὶ νεύματος μόνον ἕνεκα χαλεπαίνει μὲν πρῳρεὺς τοῖς ἐν πρῴρᾳ, χαλεπαίνει δὲ κυβερνήτης τοῖς ἐν πρύμνῃ; ἱκανὰ γὰρ ἐν τῷ τοιούτῳ καὶ μικρὰ ἁμαρτηθέντα πάντα συνεπιτρῖψαι. 7.5.5. ὁ οὖν Ξενοφῶν ἀχθεσθεὶς εἶπεν ἐπομόσας· δοκεῖς μοι, ὦ Ἡρακλείδη, οὐχ ὡς δεῖ κήδεσθαι Σεύθου· εἰ γὰρ ἐκήδου, ἧκες ἂν φέρων πλήρη τὸν μισθὸν καὶ προσδανεισάμενος, εἰ μὴ ἄλλως ἐδύνω, καὶ ἀποδόμενος τὰ σαυτοῦ ἱμάτια. 7.5.6. ἐντεῦθεν ὁ Ἡρακλείδης ἠχθέσθη τε καὶ ἔδεισε μὴ ἐκ τῆς Σεύθου φιλίας ἐκβληθείη, καὶ ὅ τι ἐδύνατο ἀπὸ ταύτης τῆς ἡμέρας Ξενοφῶντα διέβαλλε πρὸς Σεύθην. 7.6.9. ξυνίει δὲ καὶ αὐτὸς Ἑλληνιστὶ τὰ πλεῖστα. ἔνθα δὴ λέγει ὁ Ἀρκάς· ἀλλʼ ἡμεῖς μέν, ὦ Λακεδαιμόνιοι, καὶ πάλαι ἂν ἦμεν παρʼ ὑμῖν, εἰ μὴ Ξενοφῶν ἡμᾶς δεῦρο πείσας ἀπήγαγεν, ἔνθα δὴ ἡμεῖς μὲν τὸν δεινὸν χειμῶνα στρατευόμενοι καὶ νύκτα καὶ ἡμέραν οὐδὲν πεπαύμεθα· ὁ δὲ τοὺς ἡμετέρους πόνους ἔχει· καὶ Σεύθης ἐκεῖνον μὲν ἰδίᾳ πεπλούτικεν, ἡμᾶς δὲ ἀποστερεῖ τὸν μισθόν· 7.6.10. ὥστε ὅ γε πρῶτος λέγων ἐγὼ μὲν εἰ τοῦτον ἴδοιμι καταλευσθέντα καὶ δόντα δίκην ὧν ἡμᾶς περιεῖλκε, καὶ τὸν μισθὸν ἄν μοι δοκῶ ἔχειν καὶ οὐδὲν ἐπὶ τοῖς πεπονημένοις ἄχθεσθαι. μετὰ τοῦτον ἄλλος ἀνέστη ὁμοίως καὶ ἄλλος. ἐκ δὲ τούτου Ξενοφῶν ἔλεξεν ὧδε. 7.6.11. ἀλλὰ πάντα μὲν ἄρα ἄνθρωπον ὄντα προσδοκᾶν δεῖ, ὁπότε γε καὶ ἐγὼ νῦν ὑφʼ ὑμῶν αἰτίας ἔχω ἐν ᾧ πλείστην προθυμίαν ἐμαυτῷ γε δοκῶ συνειδέναι περὶ ὑμᾶς παρεσχημένος. ἀπετραπόμην μέν γε ἤδη οἴκαδε ὡρμημένος, οὐ μὰ τὸν Δία οὔτοι πυνθανόμενος ὑμᾶς εὖ πράττειν, ἀλλὰ μᾶλλον ἀκούων ἐν ἀπόροις εἶναι ὡς ὠφελήσων εἴ τι δυναίμην. 7.6.18. ἀλλὰ πολλοῦ μοι δοκῶ δεῖν τὰ ὑμέτερα ἔχειν· ὀμνύω γὰρ ὑμῖν θεοὺς ἅπαντας καὶ πάσας μηδʼ ἃ ἐμοὶ ἰδίᾳ ὑπέσχετο Σεύθης ἔχειν· πάρεστι δὲ καὶ αὐτὸς καὶ ἀκούων σύνοιδέ μοι εἰ ἐπιορκῶ· | 7.5.5. Xenophon was angered at this, and said to him with an oath: It seems to me, Heracleides, that you are not caring for Seuthes’ interest as you should; for if you were, you would have brought back with you our wages in full, even if you had to borrow something, in case you could not do it in any other way, or to sell your own clothes. 7.5.6. This made Heracleides not only angry, but fearful that he might be banished from the favour of Seuthes, and from that day he slandered Xenophon before Seuthes to the best of his ability. 7.6.9. although he could really understand for himself most of what was said in Greek. Thereupon this Arcadian said: For our part, Lacedaemonians, we should have been with you a long time ago if Xenophon had not talked us over and led us off to this region, where we have never ceased campaigning, by night or day, through an awful winter, while he gets the fruits of our toils; for Seuthes has enriched him personally while he defrauds us of our pay; 7.6.10. so for myself, if I could see this fellow stoned to death as punishment for having dragged us about as he has done, I should consider that I had my pay and should feel no anger over the toils I have endured. After this speaker another arose and talked in the same way, and then another. After that Xenophon spoke as follows: 7.6.11. Well, it is true, after all, that a human being must expect anything and everything, seeing that I now find myself blamed by you in a matter where I am conscious—at least, in my own opinion—of having shown the utmost zeal in your behalf. I turned back after I had already set out for home, not—Heaven knows it was not—because I learned that you were prospering, but rather because I heard that you were in difficulties; and I turned back to help you in any way I could. 7.6.18. But it is far from being true, in my opinion, that I have received what belongs to you; for I swear to you by all the gods and goddesses that I have not even received what Seuthes promised to me for my own services; he is present here himself, and as he listens he knows as well as I do whether I am swearing falsely; |
|