7. Josephus Flavius, Jewish Antiquities, 12.331-12.334, 13.50, 13.125, 13.154-13.162, 13.191-13.193, 13.308, 13.318-13.319, 13.322, 13.324-13.355, 13.393-13.397, 13.404, 14.158-14.159, 14.167, 14.274, 14.394-14.395, 14.411-14.417, 14.450, 17.188-17.189, 17.271-17.288, 17.317-17.318, 18.36-18.37, 20.159 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •hasmonean state (kingdom) Found in books: Scales, Galilean Spaces of Identity: Judaism and Spatiality in Hasmonean and Herodian Galilee (2024) 14, 15, 16, 19, 200 12.331. ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαί̈δος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας. 13.125. κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων ὁ Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς ̓Ιουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ ̓Ιόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον: 13.192. τῶν δ' ἐν τῇ Πτολεμαί̈δι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, ̓Ιωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν: 13.308. πέμπει μέντοι πρὸς ̓Αντίγονον αὐτὸς ἄνοπλον αὐτὸν ἀξιῶν ἥκειν. ἡ δὲ βασίλισσα καὶ οἱ συνεπιβουλεύοντες αὐτῇ κατ' ̓Αντιγόνου πείθουσι τὸν πεμφθέντα τἀναντία λέγειν, ὡς ὁ ἀδελφὸς ἀκούσας, ὅτι κατασκευάσειεν ὅπλα καὶ κόσμον πολεμικόν, παραγίνεσθαι πρὸς αὐτὸν παρακαλεῖ ὡπλισμένον, ὅπως ἴδοι τὴν κατασκευήν. 13.318. ταῦτ' εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δ' εὐεργετήσας τὴν πατρίδα, πολεμήσας ̓Ιτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ ̓Ιουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς ̓Ιουδαίων νόμους ζῆν. 13.319. φύσει δ' ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως: “ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ καὶ πολλὰ τοῖς ̓Ιουδαίοις χρήσιμος: χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν ̓Ιτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.” 13.322. στέργων μάλιστα τῶν παίδων ̔Υρκανὸς τοὺς πρεσβυτέρους ̓Αντίγονον καὶ ̓Αριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. ὁ μέντοι θεὸς οὐ διεψεύσατο τὸν ̔Υρκανόν. 13.324. Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαί̈δα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαὶ̈ς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ ὁ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα. 13.325. τοῦ δὲ Φιλομήτορος ̓Αντιόχου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ̓Αντιόχου, ὃς ἐπεκαλεῖτο Κυζικηνός, πολεμούντων ἀλλήλους καὶ τὴν αὐτῶν δύναμιν ἀπολλύντων ἦν οὐδεμία τοῖς Πτολεμαεῦσιν βοήθεια παρ' αὐτῶν. 13.326. ἀλλὰ πονουμένοις τῇ πολιορκίᾳ Ζώιλος ὁ τὸν Στράτωνος πύργον κατεσχηκὼς παρῆν καὶ τὰ Δῶρα σύνταγμα τρέφων στρατιωτικὸν καὶ τυραννίδι ἐπιχειρῶν διὰ τὴν τῶν βασιλέων πρὸς ἀλλήλους ἅμιλλαν μικρὰ τοῖς Πτολεμαιεῦσι παρεβοήθει: 13.327. οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστ' ἐλπίσαι τινὰ παρ' αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα. 13.328. λοιπὴ δ' αὐτοῖς ἐλπὶς ἦν ἡ παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν ̓Αλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας. 13.329. ἐπελπισάντων δ' αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν. 13.331. τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλ' ἥξειν ἐπ' αὐτοὺς μετὰ μεγάλης στρατιᾶς: σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν: εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον. 13.332. ὁ μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν. 13.333. ἦν δὲ ὁ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαί̈δος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρ' αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν. 13.334. ̓Ελθόντων δὲ πρὸς αὐτὸν Ζωίλου τε καὶ τῶν Γαζαίων καὶ δεομένων συμμαχεῖν αὐτοῖς πορθουμένης αὐτοῖς τῆς χώρας ὑπὸ τῶν ̓Ιουδαίων καὶ ̓Αλεξάνδρου, λύει μὲν τὴν πολιορκίαν δείσας τὸν Πτολεμαῖον ὁ ̓Αλέξανδρος, ἀπαγαγὼν δὲ τὴν στρατιὰν εἰς τὴν οἰκείαν ἐστρατήγει τὸ λοιπὸν λάθρα μὲν τὴν Κλεοπάτραν ἐπὶ τὸν Πτολεμαῖον μεταπεμπόμενος, φανερῶς δὲ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτὸν ὑποκρινόμενος. 13.335. καὶ τετρακόσια δὲ ἀργυρίου τάλαντα δώσειν ὑπέσχετο χάριν ἀντὶ τούτων αἰτῶν Ζώιλον ἐκποδὼν ποιήσασθαι τὸν τύραννον καὶ τὴν χώραν τοῖς ̓Ιουδαίοις προσνεῖμαι. τότε μὲν οὖν ὁ Πτολεμαῖος ἡδέως τὴν πρὸς ̓Αλέξανδρον ποιησάμενος φιλίαν χειροῦται τὸν Ζώιλον. 13.336. ὕστερον δὲ ἀκούσας λάθρα διαπεμψάμενον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν λύει τοὺς γεγενημένους πρὸς αὐτὸν ὅρκους καὶ προσβαλὼν ἐπολιόρκει τὴν Πτολεμαί̈δα μὴ δεξαμένην αὐτόν. καταλιπὼν δ' ἐπὶ τῆς πολιορκίας στρατηγοὺς καὶ μέρος τι τῆς δυνάμεως αὐτὸς τῷ λοιπῷ τὴν ̓Ιουδαίαν καταστρεψόμενος ὥρμησεν. 13.337. ὁ δὲ ̓Αλέξανδρος τὴν τοῦ Πτολεμαίου διάνοιαν μαθὼν συνήθροισεν καὶ αὐτὸς περὶ πέντε μυριάδας τῶν ἐγχωρίων, ὡς δ' ἔνιοι συγγραφεῖς εἰρήκασιν ὀκτώ, καὶ ἀναλαβὼν τὴν δύναμιν ἀπήντα τῷ Πτολεμαίῳ. Πτολεμαῖος δ' ἐξαίφνης ἐπιπεσὼν ̓Ασωχειτω τῆς Γαλιλαίας πόλει σάββασιν αἱρεῖ κατὰ κράτος αὐτὴν καὶ περὶ μύρια σώματα καὶ πολλὴν ἑτέραν ἔλαβε λείαν. 13.338. Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων ̓Αλεξάνδρῳ. ὑπήντησε δ' αὐτῷ πρὸς τῷ ̓Ιορδάνῃ ποταμῷ ̓Αλέξανδρος περί τινα τόπον λεγόμενον ̓Ασωφὼν οὐ πόρρωθεν τοῦ ̓Ιορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων. 13.339. εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον. 13.341. κατ' ἀρχὰς μὲν οὖν παρ' ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν ̓Αλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει. 13.342. μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν ̓Ιουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον: 13.343. ἑπόμενοι γὰρ ἔκτεινον τοὺς ̓Ιουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ ὁ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν. 13.344. τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δ' εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία. 13.345. Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπιγενομένης ἔν τισι κώμαις τῆς ̓Ιουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι. 13.346. τοῦτο δὲ προσέταξεν, ἵν' οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτ' ἰδόντες. 13.347. λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. ἔλαβον δὲ καὶ τὴν Πτολεμαί̈δα κατὰ κράτος, ὡς καὶ ἐν ἄλλοις φανερὸν πεποιήκαμεν. 13.348. Κλεοπάτρα δ' ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε ̓Ιουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον, 13.349. ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπ' αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ ̓Ανανίαν τοὺς ̓Ιουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο. 13.351. Πτολεμαῖος δ' ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν: ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον. 13.352. ̓Ακούσασα δ' ἡ Κλεοπάτρα τὴν ἐπιχείρησιν τὴν τοῦ υἱοῦ καὶ ὅτι τὰ περὶ τὴν Αἴγυπτον οὐχ ὃν προσεδόκα τρόπον προκεχώρηκεν αὐτῷ, πέμψασα μέρος τῆς στρατιᾶς ἐξέβαλεν αὐτὸν ἀπὸ τῆς χώρας. καὶ ὁ μὲν ἐκ τῆς Αἰγύπτου πάλιν ὑποστρέψας τὸν χειμῶνα διέτριψεν ἐν Γάζῃ. 13.353. Κλεοπάτρα δ' ἐν τούτῳ τὴν ἐν Πτολεμαί̈δι φρουρὰν ἐκ πολιορκίας λαμβάνει καὶ τὴν πόλιν. ̓Αλεξάνδρου δ' αὐτὴν μετὰ δώρων περιελθόντος καὶ θεραπείας ὁποίας ἄξιον ἦν πεπονθότα μὲν κακῶς ὑπὸ Πτολεμαίου, καταφυγῆς δ' οὐκ ἄλλης ἢ ταύτης εὐποροῦντα, τινὲς μὲν τῶν φίλων καὶ ταῦτα συνεβούλευον αὐτῇ λαβεῖν καὶ τὴν χώραν ἐπελθούσῃ κατασχεῖν καὶ μὴ περιιδεῖν ἐπ' ἀνδρὶ ἑνὶ τοσοῦτο πλῆθος ἀγαθῶν ̓Ιουδαίων κείμενον. 13.354. ̓Ανανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον: “οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς ̓Ιουδαίους κατασκευάζει.” 13.355. ταῦτα δὲ ̓Ανανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν ̓Αλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας. 13.393. ̓Αλέξανδρος δ' ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ ̓́Εσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν. 13.394. παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν ̓Αντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν ̓Ιουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων. 13.395. Κατὰ δὴ τοῦτον τὸν καιρὸν ἤδη τῶν Σύρων καὶ ̓Ιδουμαίων καὶ Φοινίκων πόλεις εἶχον οἱ ̓Ιουδαῖοι πρὸς θαλάσσῃ μὲν Στράτωνος πύργον ̓Απολλωνίαν ̓Ιόππην ̓Ιάμνειαν ̓́Αζωτον Γάζαν ̓Ανθηδόνα ̔Ράφειαν ̔Ρινοκόρουρα, 13.396. ἐν δὲ τῇ μεσογαίᾳ κατὰ τὴν ̓Ιδουμαίαν ̓́Αδωρα καὶ Μάρισαν καὶ ὅλην ̓Ιδουμαίαν, Σαμάρειαν Καρμήλιον ὄρος καὶ τὸ ̓Ιταβύριον ὄρος Σκυθόπολιν Γάδαρα, Γαυλανίτιδας Σελεύκειαν Γάβαλα, 13.397. Μωαβίτιδας ̓Ησεβὼν Μήδαβα Λεμβὰ Ορωναιμαγελεθων Ζόαρα Κιλίκων αὐλῶνα Πέλλαν, ταύτην κατέσκαψεν ὑποσχομένων τῶν ἐνοικούντων ἐς πάτρια τῶν ̓Ιουδαίων ἔθη μεταβαλεῖσθαι, ἄλλας τε πόλεις πρωτευούσας τῆς Συρίας ἦσαν κατεστραμμένοι. 13.404. ταῦτά σου πρὸς αὐτοὺς εἰπούσης ἐγώ τε λαμπροτέρας ἀξιωθήσομαι πρὸς αὐτῶν κηδείας ἧς ἂν ἔτυχον ἐκ σοῦ, μηδὲν διὰ τὸ ἐξεῖναι ποιεῖν μου κακῶς τὸν νεκρὸν διαθεῖναι θελησάντων, σύ τε βεβαίως ἄρξεις.” ταῦτα παραινέσας τῇ γυναικὶ τελευτᾷ βασιλεύσας ἔτη ἑπτὰ καὶ εἴκοσι, βιώσας δ' ἓν καὶ πεντήκοντα. 14.158. Βραδὺν δ' ὁρῶν καὶ νωθῆ τὸν ̔Υρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων ̔Ιεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετ' αὐτὸν ̔Ηρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι: πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη. 14.159. βλάπτει δὲ οὐδὲν αὐτὸν ἡ νεότης, ἀλλ' ὢν τὸ φρόνημα γενναῖος ὁ νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ ̓Εζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν. 14.167. καὶ γὰρ ̔Ηρώδης ὁ παῖς αὐτοῦ ̓Εζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.” 14.274. καὶ πρῶτος ̔Ηρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ: σῶφρον γὰρ ἔδοξεν αὐτῷ ̔Ρωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρ' αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων. 14.394. ̔Ηρώδης δ' ἐκ τῆς ̓Ιταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαί̈δα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας ἐπὶ τὸν ̓Αντίγονον. συνελάμβανον δ' αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ Δελλίου συγκατάγειν ̔Ηρώδην τοῦ πεμφθέντος ὑπ' ̓Αντωνίου. 14.395. Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δ' ἐν ̓Ιουδαίᾳ χρήμασιν ὑπ' ̓Αντιγόνου διεφθαρμένος. ̔Ηρώδῃ μέντοι προϊόντι καθ' ἑκάστην ἡμέραν ἡ δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο. 14.411. ̔Ιεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν ὁ βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν ̔Ρωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν ̓Ιδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. 14.412. ἔτυχεν δὲ καὶ ̓Αντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων ̓Αντώνιον. καὶ ̔Ρωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων. 14.413. ̔Ηρώδῃ δ' οὐκ ἐδόκει μένειν ἐφ' ἡσυχίας, ἀλλ' ἐπὶ τὴν ̓Ιδουμαίαν τὸν ἀδελφὸν ̓Ιώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δ' εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπ' ̓Αντιγόνου φρουραῖς κατειλημμένα. 14.414. διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν ̓Αντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις. 14.415. εἶτ' ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπ' αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς: 14.416. ἔγγιστα δ' ἦν ταῦτα κώμης ̓Αρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δ' αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. 14.417. ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι ̓Ιορδάνου ποταμοῦ φεύγοντας κατ' ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατ' ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. 17.188. Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, ̓Αντίπαν μέν, ᾧ τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίας τε καὶ Περαίας, ̓Αρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος, 17.189. τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ ̓Αρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, ̓Ιάμνειαν δὲ καὶ ̓́Αζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα. 17.271. ̓Ιούδας δὲ ἦν ̓Εζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφ' ̔Ηρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν ὁ ̓Ιούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι, 17.272. φοβερός τε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας. 17.273. ̓͂Ην δὲ καὶ Σίμων δοῦλος μὲν ̔Ηρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι, 17.274. καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρ' ὁντινοῦν τό τε ἐν ̔Ιεριχοῦντι βασίλειον πίμπρησιν δι' ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων. 17.275. ἐπέπρακτο δ' ἄν τι μεῖζον ὑπ' αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης: ὁ γὰρ Γρᾶτος ὁ τῶν βασιλικῶν στρατιωτῶν ̔Ρωμαίοις προστεθειμένος μεθ' ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα, 17.276. καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τό τε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἢ ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει. 17.277. κατεπρήσθη δὲ καὶ τὰ ἐπ' ̓Ιορδάνῃ ποταμῷ ἐν ̓Αμμάθοις βασίλεια ὑπό τινων συστάντων ἀνδρῶν Σίμωνι παραπλησίων. οὕτως πολλὴ ἀφροσύνη ἐνεπολίτευσε τῷ ἔθνει διὰ τὸ βασιλέα μὲν οἰκεῖον οὐκ εἶναι τὸν καθέξοντα τὸ πλῆθος ἀρετῇ, τοὺς δ' ἀλλοφύλους ἐπελθόντας σωφρονιστὰς τοῦ μὴ στασιάσοντος τῶν ἀνθρώπων ὑπέκκαυμα αὐτῶν διά τε τοῦ ὑβρίζειν καὶ πλεονεκτεῖν γενέσθαι. 17.278. ̓Επεὶ καὶ ̓Αθρόγγης ἀνὴρ οὔτε προγόνων ἐπιφανὴς ἀξιώματι οὔτε ἀρετῆς περιουσίᾳ ἤ τινων πλήθει χρημάτων, ποιμὴν δὲ καὶ ἀνεπιφανὴς τοῖς πᾶσιν εἰς τὰ πάντα ὤν, ἄλλως δὲ μεγέθει σώματος καὶ τῇ κατὰ χεῖρας ἀλκῇ διαπρέπων, ἐτόλμησεν ἐπὶ βασιλείᾳ φρονῆσαι τῷ κτώμενόν τε αὐτὴν ἡδονῆς πλέον ὑβρίσαι καὶ θνήσκων οὐκ ἐν μεγάλοις τίθεσθαι τῆς ψυχῆς τὸ ἐπὶ τοιοῖσδε ἀνάλωμα γενησόμενον. 17.279. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοι τε καὶ αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα εἶναι τῆς καθέξεως τῆς βασιλείας δοκοῦντες, λόχου τε αὐτῶν ἦρχεν ἕκαστος: συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς αὐτούς. 17.281. διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἡ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ ἃ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι ̔Ρωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει ᾗ χρήσαιντο ἐπὶ τῆς ̔Ηρώδου ἀρχῆς, ̔Ρωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν. 17.282. προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίς τε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ ̔Ρωμαίων λόχῳ κατὰ ̓Εμμαοῦντα, οἳ σῖτόν τε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες ̓́Αρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν. 17.283. οἱ δὲ λοιποὶ δείσαντες πρὸς τὸ πάθος αὐτῶν Γράτου σὺν τοῖς βασιλικοῖς, οἳ περὶ αὐτὸν ἦσαν, σκέπης αὐτοῖς γενομένης σώζονται τοὺς νεκροὺς καταλιπόντες. καὶ πολὺν μὲν τοιουτοτρόποις χρώμενοι χρόνον μάχαις ̔Ρωμαίους τε παρελύπησαν οὐκ εἰς ὀλίγα καὶ τὸ ἔθνος ἐκάκωσαν ἐπὶ μέγα. 17.284. χειροῦται δὲ αὐτῶν χρόνῳ ὕστερον ὁ μὲν Γράτῳ συμβαλὼν ὁ δὲ Πτολεμαίῳ, καὶ τὸν πρεσβύτατον ̓Αρχελάου λαβόντος ὁ τελευταῖος πάθει τε τῷ ἐκείνου λελυπημένος καὶ ἄπορον ἐπὶ πλέον ὁρῶν τὴν σωτηρίαν ὑπὸ μονώσεως καὶ καμάτου πολλοῦ ψιλωθεὶς τῆς δυνάμεως ἐπὶ δεξιαῖς καὶ πίστει τοῦ θείου ̓Αρχελάῳ παραδίδωσιν αὑτόν. καὶ τάδε μὲν ὕστερον γίνεται. 17.285. Λῃστηρίων δὲ ἡ ̓Ιουδαία πλέως ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς προϊστάμενος ἐπ' ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπ' ὀλίγοις ̔Ρωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ μήκιστον ἐμποιοῦντες. 17.286. Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται τὰ πεπραγμένα Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσα τε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν ̓Ιουδαίᾳ τότε πολιορκουμένοις. 17.287. εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαί̈δα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασί τε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ ̓Αρέτας ὁ Πετραῖος ἔχθει τῷ ̔Ηρώδου φιλίαν τῶν ̔Ρωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων. 17.288. σταθείσης δ' ἐν Πτολεμαί̈δι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαί̈δος ἐχόμενοι κατοικοῦσιν. 17.317. Καῖσαρ δ' ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δ' ἡμερῶν ὕστερον ̓Αρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δ' ἡμίσεως χώρας ἥπερ ̔Ηρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο. 17.318. τὴν δ' ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν ̔Ηρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ ̓Αντίπᾳ τῷ πρὸς ̓Αρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν ἥ τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπ' ἔτος. 18.36. ̔Ηρώδης δὲ ὁ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, ̓Αμμαθοὺς ὄνομα αὐτῇ. 18.36. καὶ ὁ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν ἡ γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος, 18.37. σύγκλυδες δὲ ᾤκισαν, οὐκ ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς ὑπ' αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους, 18.37. οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ᾧ ἱδρυμένος ὁ ̓Ανιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθ' ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ ̓Ανιλαῖον αὐτόν. 20.159. καὶ τὸν ̓Αγρίππαν δὲ δωρεῖται μοίρᾳ τινὶ τῆς Γαλιλαίας ὁ Καῖσαρ Τιβεριάδα καὶ Ταριχέας ὑπακούειν αὐτῷ κελεύσας, δίδωσι δὲ καὶ ̓Ιουλιάδα πόλιν τῆς Περαίας καὶ κώμας τὰς περὶ αὐτὴν δεκατέσσαρας. | 12.331. And as these epistles were reading, there came other messengers out of Galilee, who informed him that the inhabitants of Ptolemais, and of Tyre and Sidon, and strangers of Galilee, were gotten together. 13.50. and as to the poll-money, which ought to be given me for every head of the inhabitants of Judea, and of the three toparchies that adjoin to Judea, Samaria, and Galilee, and Perea, that I relinquish to you for this time, and for all time to come. 13.125. And when the Jewish deserters accused him, Demetrius was so far from giving credit to them, that when he petitioned him that he would demand no more than three hundred talents for the tribute of all Judea, and the three toparchies of Samaria, and Perea, and Galilee, he complied with the proposal, and gave him a letter confirming all those grants; whose contents were as follows: 13.192. But when the people of Ptolemais had shut their gates, as it had been commanded by Trypho to do, he took Jonathan alive, and slew all that were with him. He also sent soldiers against those two thousand that were left in Galilee, in order to destroy them; 13.308. yet did he send to Antigonus, and desired that he would come unarmed; but the queen, and those that joined with her in the plot against Antigonus, persuaded the messenger to tell him the direct contrary: how his brother had heard that he had made himself a fine suit of armor for war, and desired him to come to him in that armor, that he might see how fine it was. 13.318. He was called a lover of the Grecians; and had conferred many benefits on his own country, and made war against Iturea, and added a great part of it to Judea, and compelled the inhabitants, if they would continue in that country, to be circumcised, and to live according to the Jewish laws. 13.319. He was naturally a man of candor, and of great modesty, as Strabo bears witness, in the name of Timagenes; who says thus: “This man was a person of candor, and very serviceable to the Jews; for he added a country to them, and obtained a part of the nation of the Itureans for them, and bound them to them by the bond of the circumcision of their genitals.” 13.322. when Hyrcanus chiefly loved the two eldest of his sons, Antigonus and Aristobutus, God appeared to him in his sleep, of whom he inquired which of his sons should be his successor. Upon God’s representing to him the countece of Alexander, he was grieved that he was to be the heir of all his goods, and suffered him to be brought up in Galilee However, God did not deceive Hyrcanus; 13.324. 2. When Alexander Janneus had settled the government in the manner that he judged best, he made an expedition against Ptolemais; and having overcome the men in battle, he shut them up in the city, and sat round about it, and besieged it; for of the maritime cities there remained only Ptolemais and Gaza to be conquered, besides Strato’s Tower and Dora, which were held by the tyrant Zoilus. 13.325. Now while Antiochus Philometor, and Antiochus who was called Cyzicenus, were making war one against another, and destroying one another’s armies, the people of Ptolemais could have no assistance from them; 13.326. but when they were distressed with this siege, Zoilus, who possessed Strato’s Tower and Dora, and maintained a legion of soldiers, and, on occasion of the contest between the kings, affected tyranny himself, came and brought some small assistance to the people of Ptolemais; 13.327. nor indeed had the kings such a friendship for them, as that they should hope for any advantage from them. Both those kings were in the case of wrestlers, who finding themselves deficient in strength, and yet being ashamed to yield, put off the fight by laziness, and by lying still as long as they can. 13.328. The only hope they had remaining was from the kings of Egypt, and from Ptolemy Lathyrus, who now held Cyprus, and who came to Cyprus when he was driven from the government of Egypt by Cleopatra his mother. So the people of Ptolemais sent to this Ptolemy Lathyrus, and desired him to come as a confederate, to deliver them, now they were in such danger, out of the hands of Alexander. 13.329. And as the ambassadors gave him hopes, that if he would pass over into Syria, he would have the people of Gaza on the side of those of Ptolemais; as also they said, that Zoilus, and besides these the Sidonians, and many others, would assist them; so he was elevated at this, and got his fleet ready as soon as possible. 13.331. for that Cleopatra would not overlook an army raised by Ptolemy for himself out of the neighborhood, but would come against them with a great army of her own, and this because she was laboring to eject her son out of Cyprus also; that as for Ptolemy, if he fail of his hopes, he can still retire to Cyprus, but that they will be left in the greatest danger possible. 13.332. Now Ptolemy, although he had heard of the change that was made in the people of Ptolemais, yet did he still go on with his voyage, and came to the country called Sycamine, and there set his army on shore. 13.333. This army of his, in the whole horse and foot together, were about thirty thousand, with which he marched near to Ptolemais, and there pitched his camp. But when the people of Ptolemais neither received his ambassadors, nor would hear what they had to say, he was under a very great concern. 13.334. 4. But when Zoilus and the people of Gaza came to him, and desired his assistance, because their country was laid waste by the Jews, and by Alexander, Alexander raised the siege, for fear of Ptolemy: and when he had drawn off his army into his own country, he used a stratagem afterwards, by privately inviting Cleopatra to come against Ptolemy, but publicly pretending to desire a league of friendship and mutual assistance with him; 13.335. and promising to give him four hundred talents of silver, he desired that, by way of requital, he would take off Zoilus the tyrant, and give his country to the Jews. And then indeed Ptolemy, with pleasure, made such a league of friendship with Alexander, and subdued Zoilus; 13.336. but when he afterwards heard that he had privily sent to Cleopatra his mother, he broke the league with him, which yet he had confirmed with an oath, and fell upon him, and besieged Ptolemais, because it would not receive him. However, leaving his generals, with some part of his forces, to go on with the siege, he went himself immediately with the rest to lay Judea waste; 13.337. and when Alexander understood this to be Ptolemy’s intention, he also got together about fifty thousand soldiers out of his own country; nay, as some writers have said, eighty thousand He then took his army, and went to meet Ptolemy; but Ptolemy fell upon Asochis, a city of Galilee, and took it by force on the Sabbath day, and there he took about ten thousand slaves, and a great deal of other prey. 13.338. 5. He then tried to take Sepphoris, which was a city not far from that which was destroyed, but lost many of his men; yet did he then go to fight with Alexander; which Alexander met him at the river Jordan, near a certain place called Saphoth, [not far from the river Jordan,] and pitched his camp near to the enemy. 13.339. He had however eight thousand in the first rank, which he styled Hecatontomachi, having shields of brass. Those in the first rank of Ptolemy’s soldiers also had shields covered with brass. But Ptolemy’s soldiers in other respects were inferior to those of Alexander, and therefore were more fearful of running hazards; 13.341. in the beginning of which, the acts on both sides, with their hands, and with their alacrity, were alike, and a great slaughter was made by both the armies; but Alexander was superior, till Philostephanus opportunely brought up the auxiliaries, to help those that were giving way; 13.342. but as there were no auxiliaries to afford help to that part of the Jews that gave way, it fell out that they fled, and those near them did no assist them, but fled along with them. However, Ptolemy’s soldiers acted quite otherwise; 13.343. for they followed the Jews, and killed them, till at length those that slew them pursued after them when they had made them all run away, and slew them so long, that their weapons of iron were blunted, and their hands quite tired with the slaughter; 13.344. for the report was, that thirty thousand men were then slain. Timagenes says they were fifty thousand. As for the rest, they were part of them taken captives, and the other part ran away to their own country. 13.345. 6. After this victory, Ptolemy overran all the country; and when night came on, he abode in certain villages of Judea, which when he found full of women and children, he commanded his soldiers to strangle them, and to cut them in pieces, and then to cast them into boiling caldrons, and then to devour their limbs as sacrifices. 13.346. This commandment was given, that such as fled from the battle, and came to them, might suppose their enemies were cannibals, and eat men’s flesh, and might on that account be still more terrified at them upon such a sight. 13.347. And both Strabo and Nicholaus [of Damascus] affirm, that they used these people after this manner, as I have already related. Ptolemy also took Ptolemais by force, as we have declared elsewhere. 13.348. 1. When Cleopatra saw that her son was grown great, and laid Judea waste, without disturbance, and had gotten the city of Gaza under his power, she resolved no longer to overlook what he did, when he was almost at her gates; and she concluded, that now he was so much stronger than before, he would be very desirous of the dominion over the Egyptians; 13.349. but she immediately marched against him, with a fleet at sea and an army of foot on land, and made Chelcias and Aias the Jews generals of her whole army, while she sent the greatest part of her riches, her grandchildren, and her testament, to the people of Cos. 13.351. but Ptolemy went out of Syria, and made haste unto Egypt, supposing that he should find it destitute of an army, and soon take it, though he failed of his hopes. At this time Chelcias, one of Cleopatra’s generals, happened to die in Celesyria, as he was in pursuit of Ptolemy. 13.352. 2. When Cleopatra heard of her son’s attempt, and that his Egyptian expedition did not succeed according to his expectations, she sent thither part of her army, and drove him out of that country; so when he was returned out of Egypt again, he abode during the winter at Gaza, 13.353. in which time Cleopatra took the garrison that was in Ptolemais by siege, as well as the city; and when Alexander came to her, he gave her presents, and such marks of respect as were but proper, since under the miseries he endured by Ptolemy he had no other refuge but her. Now there were some of her friends who persuaded her to seize Alexander, and to overrun and take possession of the country, and not to sit still and see such a multitude of brave Jews subject to one man. 13.354. But Aias’s counsel was contrary to theirs, who said that “she would do an unjust action if she deprived a man that was her ally of that authority which belonged to him, and this a man who is related to us; for,” said he, “I would not have thee ignorant of this, that what injustice thou dost to him will make all us that are Jews to be thy enemies.” 13.355. This desire of Aias Cleopatra complied with, and did no injury to Alexander, but made a league of mutual assistance with him at Scythopolis, a city of Celesyria. 13.393. 3. But Alexander marched again to the city Dios, and took it; and then made an expedition against Essa, where was the best part of Zeno’s treasures, and there he encompassed the place with three walls; and when he had taken the city by fighting, he marched to Golan and Seleucia; 13.394. and when he had taken these cities, he, besides them, took that valley which is called The Valley of Antiochus, as also the fortress of Gamala. He also accused Demetrius, who was governor of those places, of many crimes, and turned him out; and after he had spent three years in this war, he returned to his own country, when the Jews joyfully received him upon this his good success. 13.395. 4. Now at this time the Jews were in possession of the following cities that had belonged to the Syrians, and Idumeans, and Phoenicians: At the sea-side, Strato’s Tower, Apollonia, Joppa, Jamnia, Ashdod, Gaza, Anthedon, Raphia, and Rhinocolura; 13.396. in the middle of the country, near to Idumea, Adora, and Marissa; near the country of Samaria, Mount Carmel, and Mount Tabor, Scythopolis, and Gadara; of the country of Gaulonitis, Seleucia and Gabala; 13.397. in the country of Moab, Heshbon, and Medaba, Lemba, and Oronas, Gelithon, Zara, the valley of the Cilices, and Pella; which last they utterly destroyed, because its inhabitants would not bear to change their religious rites for those peculiar to the Jews. The Jews also possessed others of the principal cities of Syria, which had been destroyed. 13.404. If thou dost but say this to them, I shall have the honor of a more glorious funeral from them than thou couldst have made for me; and when it is in their power to abuse my dead body, they will do it no injury at all, and thou wilt rule in safety.” So when he had given his wife this advice, he died, after he had reigned twenty-seven years, and lived fifty years within one. 14.158. 2. And seeing that Hyrcanus was of a slow and slothful temper, he made Phasaelus, his eldest son, governor of Jerusalem, and of the places that were about it, but committed Galilee to Herod, his next son, who was then a very young man, for he was but fifteen years of age. 14.159. But that youth of his was no impediment to him; but as he was a youth of great mind, he presently met with an opportunity of signalizing his courage; for finding that there was one Hezekiah, a captain of a band of robbers, who overran the neighboring parts of Syria with a great troop of them, he seized him and slew him, as well as a great number of the other robbers that were with him; 14.167. for Herod, Antipater’s son, hath slain Hezekiah, and those that were with him, and hath thereby transgressed our law, which hath forbidden to slay any man, even though he were a wicked man, unless he had been first condemned to suffer death by the Sanhedrim yet hath he been so insolent as to do this, and that without any authority from thee.” 14.274. And because Herod did exact what is required of him from Galilee before others, he was in the greatest favor with Cassius; for he thought it a part of prudence to cultivate a friendship with the Romans, and to gain their goodwill at the expense of others; 14.394. 1. By this time Herod had sailed out of Italy to Ptolemais, and had gotten together no small army, both of strangers and of his own countrymen, and marched through Galilee against Antignus. Silo also, and Ventidius, came and assisted him, being persuaded by Dellius, who was sent by Antony to assist in bringing back Herod. 14.395. Now for Ventidius, he was employed in composing the disturbances that had been made in the cities by the means of the Parthians; and for Silo, he was in Judea indeed, but corrupted by Antigonus. However, as Herod went along his army increased every day, and all Galilee, with some small exception, joined him; 14.411. So the king left a garrison at Jericho, and came back again, and sent the Roman army to take their winter quarters in the countries that were come over to him, Judea, and Galilee, and Samaria. 14.412. And so much did Antigonus gain of Silo for the bribes he gave him, that part of the army should be quartered at Lydda, in order to please Antony. So the Romans laid their weapons aside, and lived in plenty of all things. 14.413. 4. But Herod was not pleased with lying still, but sent out his brother Joseph against Idumea with two thousand armed footmen, and four hundred horsemen, while he himself came to Samaria, and left his mother and his other relations there, for they were already gone out of Masada, and went into Galilee, and took certain places which were held by the garrisons of Antigonus; 14.414. and he passed on to Sepphoris, as God sent a snow, while Antigonus’s garrisons withdrew themselves, and had great plenty of provisions. 14.415. He also went thence, and resolved to destroy those robbers that dwelt in the caves, and did much mischief in the country; so he sent a troop of horsemen, and three companies of armed footmen, against them. They were very near to a village called Arbela; 14.416. and on the fortieth day after, he came himself with his whole army: and as the enemy sallied out boldly upon him, the left wing of his army gave way; but he appearing with a body of men, put those to flight who were already conquerors, and recalled his men that ran away. 14.417. He also pressed upon his enemies, and pursued them as far as the river Jordan, though they ran away by different roads. So he brought over to him all Galilee, excepting those that dwelt in the caves, and distributed money to every one of his soldiers, giving them a hundred and fifty drachmae apiece, and much more to their captains, and sent them into winter quarters; 17.188. 1. And now Herod altered his testament upon the alteration of his mind; for he appointed Antipas, to whom he had before left the kingdom, to be tetrarch of Galilee and Perea, and granted the kingdom to Archelaus. 17.189. He also gave Gaulonitis, and Trachonitis, and Paneas to Philip, who was his son, but own brother to Archelaus by the name of a tetrarchy; and bequeathed Jarnnia, and Ashdod, and Phasaelis to Salome his sister, with five hundred thousand [drachmae] of silver that was coined. 17.271. 5. There was also Judas, the son of that Ezekias who had been head of the robbers; which Ezekias was a very strong man, and had with great difficulty been caught by Herod. This Judas, having gotten together a multitude of men of a profligate character about Sepphoris in Galilee, made an assault upon the palace [there,] and seized upon all the weapons that were laid up in it, and with them armed every one of those that were with him, and carried away what money was left there; 17.272. and he became terrible to all men, by tearing and rending those that came near him; and all this in order to raise himself, and out of an ambitious desire of the royal dignity; and he hoped to obtain that as the reward not of his virtuous skill in war, but of his extravagance in doing injuries. 17.273. 6. There was also Simon, who had been a slave of Herod the king, but in other respects a comely person, of a tall and robust body; he was one that was much superior to others of his order, and had had great things committed to his care. This man was elevated at the disorderly state of things, and was so bold as to put a diadem on his head, 17.274. while a certain number of the people stood by him, and by them he was declared to be a king, and thought himself more worthy of that dignity than any one else. He burnt down the royal palace at Jericho, and plundered what was left in it. He also set fire to many other of the king’s houses in several places of the country, and utterly destroyed them, and permitted those that were with him to take what was left in them for a prey; 17.275. and he would have done greater things, unless care had been taken to repress him immediately; for Gratus, when he had joined himself to some Roman soldiers, took the forces he had with him, and met Simon, 17.276. and after a great and a long fight, no small part of those that came from Perea, who were a disordered body of men, and fought rather in a bold than in a skillful manner, were destroyed; and although Simon had saved himself by flying away through a certain valley, yet Gratus overtook him, and cut off his head. 17.277. The royal palace also at Amathus, by the river Jordan, was burnt down by a party of men that were got together, as were those belonging to Simon. And thus did a great and wild fury spread itself over the nation, because they had no king to keep the multitude in good order, and because those foreigners who came to reduce the seditious to sobriety did, on the contrary, set them more in a flame, because of the injuries they offered them, and the avaricious management of their affairs. 17.278. 7. But because Athronges, a person neither eminent by the dignity of his progenitors, nor for any great wealth he was possessed of, but one that had in all respects been a shepherd only, and was not known by any body; yet because he was a tall man, and excelled others in the strength of his hands, he was so bold as to set up for king. This man thought it so sweet a thing to do more than ordinary injuries to others, that although he should be killed, he did not much care if he lost his life in so great a design. 17.279. He had also four brethren, who were tall men themselves, and were believed to be superior to others in the strength of their hands, and thereby were encouraged to aim at great things, and thought that strength of theirs would support them in retaining the kingdom. Each of these ruled over a band of men of their own; for those that got together to them were very numerous. 17.281. And this man retained his power a great while; he was also called king, and had nothing to hinder him from doing what he pleased. He also, as well as his brethren, slew a great many both of the Romans and of the king’s forces, an managed matters with the like hatred to each of them. The king’s forces they fell upon, because of the licentious conduct they had been allowed under Herod’s government; and they fell upon the Romans, because of the injuries they had so lately received from them. 17.282. But in process of time they grew more cruel to all sorts of men, nor could any one escape from one or other of these seditions, since they slew some out of the hopes of gain, and others from a mere custom of slaying men. They once attacked a company of Romans at Emmaus, who were bringing corn and weapons to the army, and fell upon Arius, the centurion, who commanded the company, and shot forty of the best of his foot soldiers; 17.283. but the rest of them were affrighted at their slaughter, and left their dead behind them, but saved themselves by the means of Gratus, who came with the king’s troops that were about him to their assistance. Now these four brethren continued the war a long while by such sort of expeditions, and much grieved the Romans; but did their own nation also a great deal of mischief. 17.284. Yet were they afterwards subdued; one of them in a fight with Gratus, another with Ptolemy; Archelaus also took the eldest of them prisoner; while the last of them was so dejected at the other’s misfortune, and saw so plainly that he had no way now left to save himself, his army being worn away with sickness and continual labors, that he also delivered himself up to Archelaus, upon his promise and oath to God [to preserve his life.] But these things came to pass a good while afterward. 17.285. 8. And now Judea was full of robberies; and as the several companies of the seditious lighted upon any one to head them, he was created a king immediately, in order to do mischief to the public. They were in some small measure indeed, and in small matters, hurtful to the Romans; but the murders they committed upon their own people lasted a long while. 17.286. 9. As soon as Varus was once informed of the state of Judea by Sabinus’s writing to him, he was afraid for the legion he had left there; so he took the two other legions, (for there were three legions in all belonging to Syria,) and four troops of horsemen, with the several auxiliary forces which either the kings or certain of the tetrarchs afforded him, and made what haste he could to assist those that were then besieged in Judea. 17.287. He also gave order that all that were sent out for this expedition, should make haste to Ptolemais. The citizens of Berytus also gave him fifteen hundred auxiliaries as he passed through their city. Aretas also, the king of Arabia Petrea, out of his hatred to Herod, and in order to purchase the favor of the Romans, sent him no small assistance, besides their footmen and horsemen; 17.288. and when he had now collected all his forces together, he committed part of them to his son, and to a friend of his, and sent them upon an expedition into Galilee, which lies in the neighborhood of Ptolemais; 17.317. 4. When Caesar had heard these pleadings, he dissolved the assembly; but a few days afterwards he appointed Archelaus, not indeed to be king of the whole country, but ethnarch of the one half of that which had been subject to Herod, and promised to give him the royal dignity hereafter, if he governed his part virtuously. 17.318. But as for the other half, he divided it into two parts, and gave it to two other of Herod’s sons, to Philip and to Antipas, that Antipas who disputed with Archelaus for the whole kingdom. Now to him it was that Perea and Galilee paid their tribute, which amounted annually to two hundred talents, 18.36. 3. And now Herod the tetrarch, who was in great favor with Tiberius, built a city of the same name with him, and called it Tiberias. He built it in the best part of Galilee, at the lake of Gennesareth. There are warm baths at a little distance from it, in a village named Emmaus. 18.36. By this thought, and this speech of his made in council, he persuaded them to act accordingly; so Mithridates was let go. But when he was got away, his wife reproached him, that although he was son-in-law to the king, he neglected to avenge himself on those that had injured him, while he took no care about it, 18.37. Strangers came and inhabited this city; a great number of the inhabitants were Galileans also; and many were necessitated by Herod to come thither out of the country belonging to him, and were by force compelled to be its inhabitants; some of them were persons of condition. He also admitted poor people, such as those that were collected from all parts, to dwell in it. 18.37. But the Babylonians, upon taking a view of his situation, and having learned where Anileus and his men lay, fell secretly upon them as they were drunk and fallen asleep, and slew all that they caught of them, without any fear, and killed Anileus himself also. 20.159. Caesar also bestowed on Agrippa a certain part of Galilee, Tiberias, and Tarichae, and ordered them to submit to his jurisdiction. He gave him also Julias, a city of Perea, with fourteen villages that lay about it. |
|
8. Josephus Flavius, Jewish War, 1.21, 1.66, 1.76, 1.103, 1.291, 1.303-1.307, 2.520, 3.42, 3.450-3.457, 4.105 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •hasmonean state (kingdom) Found in books: Scales, Galilean Spaces of Identity: Judaism and Spatiality in Hasmonean and Herodian Galilee (2024) 14, 15, 16, 19, 200, 240 1.21. ὅπως τε τὰς περιοίκους ἐτειχίσαντο, καὶ ὡς Νέρων ἐπὶ τοῖς Κεστίου πταίσμασι δείσας περὶ τῶν ὅλων Οὐεσπασιανὸν ἐφίστησι τῷ πολέμῳ, καὶ ὡς οὗτος μετὰ τοῦ πρεσβυτέρου τῶν παίδων εἰς τὴν ̓Ιουδαίων χώραν ἐνέβαλεν ὅσῃ τε χρώμενος ̔Ρωμαίων στρατιᾷ καὶ ὅσοι σύμμαχοι ἐκόπησαν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ ὡς τῶν πόλεων αὐτῆς ἃς μὲν ὁλοσχερῶς καὶ κατὰ κράτος ἃς δὲ δι' ὁμολογίας ἔλαβεν: 1.21. Τούτοις κατὰ μικρὸν ̔Υρκανὸς ἐξεκαίετο καὶ τὴν ὀργὴν τελευταῖον ἐκρήξας ἐκάλει κριθησόμενον τὸν ̔Ηρώδην. ὁ δὲ καὶ τοῦ πατρὸς παραινοῦντος καὶ τῶν πραγμάτων διδόντων παρρησίαν ἀνῄει φρουραῖς διαλαβὼν πρότερον τὴν Γαλιλαίαν. ᾔει δὲ μετὰ καρτεροῦ στίφους, ὡς μήτε καταλύειν δόξειεν ̔Υρκανὸν λαμπρὰν ἄγων δύναμιν μήτε γυμνὸς ἐμπέσοι τῷ φθόνῳ. 1.66. προχωρούντων δὲ τῶν κατορθωμάτων τὴν ὁρμὴν οὐ κατέψυξαν, ἀλλὰ προελθόντες ἅμα τῇ δυνάμει μέχρι τῆς Σκυθοπόλεως ταύτην τε κατέδραμον καὶ τὴν ἐντὸς Καρμήλου τοῦ ὄρους χώραν ἅπασαν κατενείμαντο. 1.66. προσκαλεσάμενος δὲ Σαλώμην τὴν ἀδελφὴν καὶ τὸν ἄνδρα ταύτης ̓Αλεξᾶν “οἶδα, ἔφη, ̓Ιουδαίους τὸν ἐμὸν ἑορτάσοντας θάνατον, δύναμαι δὲ πενθεῖσθαι δι' ἑτέρων καὶ λαμπρὸν ἐπιτάφιον ἔχειν, ἂν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς ὑπουργῆσαι. τούσδε τοὺς φρουρουμένους ἄνδρας ἐπειδὰν ἐκπνεύσω τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώτας, ἵνα πᾶσα ̓Ιουδαία καὶ πᾶς οἶκος ἄκων ἐπ' ἐμοὶ δακρύσῃ.” 1.76. πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων: τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν ̓Αντίγονον ὡς ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δ' ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτ' ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις. 1.103. ̓Εκ τούτου Δαμασκηνοὶ διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος ̓Αρέταν ἐπάγονται καὶ καθιστῶσιν κοίλης Συρίας βασιλέα. στρατεύεται δ' οὗτος ἐπὶ τὴν ̓Ιουδαίαν καὶ μάχῃ νικήσας ̓Αλέξανδρον κατὰ συνθήκας ἀνεχώρησεν. 1.291. ἐτύγχανεν δὲ Βεντίδιος μὲν ἐν ταῖς πόλεσιν τὰς διὰ Πάρθους ταραχὰς καθιστάμενος, Σίλων δὲ ἐν ̓Ιουδαίᾳ χρήμασιν ὑπ' ̓Αντιγόνου διεφθαρμένος. οὐ μὴν ̔Ηρώδης ἰσχύος ἠπόρει, προϊόντι δ' αὐτῷ καθ' ἡμέραν ηὐξεῖτο τὰ τῆς δυνάμεως, καὶ πλὴν ὀλίγων πᾶσα ἡ Γαλιλαία προσέθετο. 1.303. Καὶ ̔Ρωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων, ̔Ηρώδης δ' οὐκ ἠρέμει, ἀλλὰ τὴν μὲν ̓Ιδουμαίαν δισχιλίοις πεζοῖς καὶ τετρακοσίοις ἱππεῦσιν διαλαμβάνει πέμψας τὸν ἀδελφὸν ̓Ιώσηπον, ὡς μή τι νεωτερισθείη πρὸς ̓Αντίγονον αὐτὸς δὲ τὴν μητέρα καὶ ὅσους ἐκ Μασάδας οἰκείους ἐξήγαγεν μεταγαγὼν εἰς Σαμάρειαν καὶ καταστησάμενος ἀσφαλῶς ᾔει τὰ λοιπὰ τῆς Γαλιλαίας καταστρεψόμενος καὶ τὰς ̓Αντιγόνου φρουρὰς ἐξελάσων. 1.304. Πρὸς δὲ τὴν Σέπφωριν ἐν νιφετῷ σφοδροτάτῳ διανύσας ἀκονιτὶ παραλαμβάνει τὴν πόλιν πρὸ τῆς ἐφόδου τῶν φυλάκων ἐκφυγόντων. ἔνθα τοὺς ἑπομένους ὑπὸ τοῦ χειμῶνος κακωθέντας ἀναλαβών, πολλὴ δ' ἦν ἀφθονία τῶν ἐπιτηδείων, ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις ὥρμητο λῃστάς, οἳ πολλὴν τῆς χώρας κατατρέχοντες οὐκ ἐλάττω κακὰ πολέμου διετίθεσαν τοὺς ἐπιχωρίους. 1.305. προπέμψας δὲ πεζῶν τρία τέλη καὶ μίαν ἴλην ἱππέων πρὸς ̓́Αρβηλα κώμην αὐτὸς μετὰ τεσσαράκοντα ἡμέρας ἐπῆλθεν μετὰ τῆς λοιπῆς δυνάμεως. οὐ μὴν πρὸς τὴν ἔφοδον ἔδεισαν οἱ πολέμιοι, μετὰ δὲ τῶν ὅπλων ἀπήντων ἐμπειρίαν μὲν πολεμικὴν ἔχοντες, τὸ δὲ θράσος λῃστρικόν. 1.306. συμβαλόντες γοῦν τῷ σφετέρῳ δεξιῷ τὸ εὐώνυμον κέρας τῶν ̔Ηρώδου τρέπονται. περιελθὼν δὲ ταχέως ̔Ηρώδης ἐκ τοῦ καθ' ἑαυτὸν δεξιοῦ προσεβοήθει καὶ τὸ μὲν οἰκεῖον ἐπέστρεφεν ἐκ τῆς φυγῆς, τοῖς δὲ διώκουσιν ἐμπίπτων ἀνέκοπτεν τὴν ὁρμὴν μέχρι τὰς κατὰ στόμα προσβολὰς μὴ φέροντες ἐξέκλιναν. 1.307. ̔Ο δὲ ἕως ̓Ιορδάνου κτείνων εἵπετο καὶ πολὺ μὲν αὐτῶν μέρος διέφθειρεν, οἱ λοιποὶ δ' ὑπὲρ τὸν ποταμὸν ἐσκεδάσθησαν, ὥστε τὴν Γαλιλαίαν ἐκκεκαθάρθαι φόβων, πλὴν καθόσον οἱ τοῖς σπηλαίοις ἐμφωλεύοντες ὑπελείποντο: κἀπὶ τούτοις ἔδει διατριβῆς. 3.42. μάχιμοί τε γὰρ ἐκ νηπίων καὶ πολλοὶ Γαλιλαῖοι πάντοτε, καὶ οὔτε δειλία ποτὲ τοὺς ἄνδρας οὔτε λιπανδρία τὴν χώραν κατέσχεν, ἐπειδὴ πίων τε πᾶσα καὶ εὔβοτος καὶ δένδρεσι παντοίοις κατάφυτος, ὡς ὑπὸ τῆς εὐπετείας προκαλέσασθαι καὶ τὸν ἥκιστα γῆς φιλόπονον. 3.42. αἱ δέ εἰσιν κρημνοὶ βαθεῖς καὶ προύχουσαι σπιλάδες εἰς τὸ πέλαγος, ἔνθα καὶ τῶν ̓Ανδρομέδας δεσμῶν ἔτι δεικνύμενοι τύποι πιστοῦνται τὴν ἀρχαιότητα τοῦ μύθου, 3.451. Οὐαλεριανὸς δὲ οὔτε παρὰ τὰς ἐντολὰς τοῦ στρατηγοῦ συμβαλεῖν ἀσφαλὲς ἡγούμενος, εἰ καὶ τὸ νικᾶν εἴη βέβαιον, καὶ σφαλερὸν τὸ μάχεσθαι πολλοῖς μετ' ὀλίγων ἀπαρασκευάστοις τε πρὸς ἑτοίμους, 3.452. καὶ ἄλλως ἐκπλαγεὶς τὴν ἀδόκητον τῶν ̓Ιουδαίων τόλμαν, φεύγει πεζός, ἕτεροί τε ὁμοίως πέντε τοὺς ἵππους ἀπέλιπον, οὓς οἱ περὶ τὸν ̓Ιησοῦν ἀπήγαγον εἰς τὴν πόλιν γεγηθότες ὡς μάχῃ ληφθέντας οὐκ ἐνέδρᾳ. 3.453. Τοῦτο καταδείσαντες οἱ γηραιοὶ τοῦ δήμου καὶ προύχειν δοκοῦντες φεύγουσι μὲν εἰς τὸ τῶν ̔Ρωμαίων στρατόπεδον, 3.454. ἐπαγόμενοι δὲ τὸν βασιλέα προσπίπτουσιν ἱκέται Οὐεσπασιανῷ, μὴ σφᾶς περιιδεῖν δεόμενοι, μηδὲ τὴν ὀλίγων ἀπόνοιαν ἡγήσασθαι τῆς πόλεως ὅλης: 3.455. φείσασθαι δὲ τοῦ δήμου ̔Ρωμαίοις φίλα φρονοῦντος ἀεί, καὶ τοὺς αἰτίους τιμωρήσασθαι τῆς ἀποστάσεως, ὑφ' ὧν αὐτοὶ φρουρηθῆναι μέχρι νῦν ἐπὶ δεξιὰς ἐπειγόμενοι πάλαι. 3.456. ταύταις ἐνεδίδου ταῖς ἱκεσίαις ὁ στρατηγὸς καίτοι διὰ τὴν ἁρπαγὴν τῶν ἵππων ἐφ' ὅλην ὠργισμένος τὴν πόλιν: καὶ γὰρ ἀγωνιῶντα περὶ αὐτῆς τὸν ̓Αγρίππαν ἑώρα. 3.457. λαβόντων δὲ τούτων τῷ δήμῳ δεξιὰς οἱ περὶ τὸν ̓Ιησοῦν οὐκέτι ἀσφαλὲς ἡγούμενοι μένειν ἐπὶ τῆς Τιβεριάδος εἰς Ταριχέας ἀποδιδράσκουσιν. 4.105. μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα τῆς πρὸς τὸ ἔθνος διαφορᾶς ἐφόδια. | 1.21. 8. As also [I shall relate] how they built walls about the neighboring cities; and how Nero, upon Cestuis’s defeat, was in fear of the entire event of the war, and thereupon made Vespasian general in this war; and how this Vespasian, with the elder of his sons, made an expedition into the country of Judea; what was the number of the Roman army that he made use of; and how many of his auxiliaries were cut off in all Galilee; and how he took some of its cities entirely, and by force, and others of them by treaty, and on terms. 1.66. And as they had still great success in their undertakings, they did not suffer their zeal to cool, but marched with an army as far as Scythopolis, and made an incursion upon it, and laid waste all the country that lay within Mount Carmel. 1.76. But, upon this occasion, the queen very cunningly contrived the matter with those that plotted his ruin, for she persuaded those that were sent to conceal the king’s message; but to tell Antigonus how his brother had heard he had got a very suit of armor made with fine martial ornaments, in Galilee; and because his present sickness hindered him from coming and seeing all that finery, he very much desired to see him now in his armor; because, said he, in a little time thou art going away from me. 1.103. 8. About this time it was that the people of Damascus, out of their hatred to Ptolemy, the son of Menneus, invited Aretas [to take the government], and made him king of Celesyria. This man also made an expedition against Judea, and beat Alexander in battle; but afterwards retired by mutual agreement. 1.291. Now Ventidius was at this time among the cities, and composing the disturbances which had happened by means of the Parthians, as was Silo in Judea corrupted by the bribes that Antigonus had given him; yet was not Herod himself destitute of power, but the number of his forces increased every day as he went along, and all Galilee, with few exceptions, joined themselves to him. 1.303. 1. So the Romans lived in plenty of all things, and rested from war. However, Herod did not lie at rest, but seized upon Idumea, and kept it, with two thousand footmen, and four hundred horsemen; and this he did by sending his brother Joseph thither, that no innovation might be made by Antigonus. He also removed his mother, and all his relations, who had been in Masada, to Samaria; and when he had settled them securely, he marched to take the remaining parts of Galilee, and to drive away the garrisons placed there by Antigonus. 1.304. 2. But when Herod had reached Sepphoris, in a very great snow, he took the city without any difficulty; the guards that should have kept it flying away before it was assaulted; where he gave an opportunity to his followers that had been in distress to refresh themselves, there being in that city a great abundance of necessaries. After which he hasted away to the robbers that were in the caves, who overran a great part of the country, and did as great mischief to its inhabitants as a war itself could have done. 1.305. Accordingly, he sent beforehand three cohorts of footmen, and one troop of horsemen, to the village Arbela, and came himself forty days afterwards with the rest of his forces. Yet were not the enemy affrighted at his assault but met him in arms; for their skill was that of warriors, but their boldness was the boldness of robbers: 1.306. when therefore it came to a pitched battle, they put to flight Herod’s left wing with their right one; but Herod, wheeling about on the sudden from his own right wing, came to their assistance, and both made his own left wing return back from its flight, and fell upon the pursuers, and cooled their courage, till they could not bear the attempts that were made directly upon them, and so turned back and ran away. 1.307. 3. But Herod followed them, and slew them as he followed them, and destroyed a great part of them, till those that remained were scattered beyond the river [Jordan]; and Galilee was freed from the terrors they had been under, excepting from those that remained, and lay concealed in caves, which required longer time ere they could be conquered. 2.520. of whom the most valiant were the kinsmen of Monobazus, king of Adiabene, and their names were Monobazus and Kenedeus; and next to them were Niger of Perea, and Silas of Babylon, who had deserted from king Agrippa to the Jews; for he had formerly served in his army. 3.42. for the Galileans are inured to war from their infancy, and have been always very numerous; nor hath the country been ever destitute of men of courage, or wanted a numerous set of them; for their soil is universally rich and fruitful, and full of the plantations of trees of all sorts, insomuch that it invites the most slothful to take pains in its cultivation, by its fruitfulness; 3.450. their leader was one whose name was Jesus, the son of Shaphat, the principal head of a band of robbers. 3.451. Now Valerian, neither thinking it safe to fight contrary to the commands of the general, though he were secure of a victory, and knowing that it was a very hazardous undertaking for a few to fight with many, for those that were unprovided to fight those that were ready, 3.452. and being on other accounts surprised at this unexpected onset of the Jews, he ran away on foot, as did five of the rest in like manner, and left their horses behind them; which horses Jesus led away into the city, and rejoiced as if they had taken them in battle, and not by treachery. 3.453. 8. Now the seniors of the people, and such as were of principal authority among them, fearing what would be the issue of this matter, fled to the camp of the Romans; 3.454. they then took their king along with them, and fell down before Vespasian, to supplicate his favor, and besought him not to overlook them, nor to impute the madness of a few to the whole city, 3.455. to spare a people that had been ever civil and obliging to the Romans; but to bring the authors of this revolt to due punishment, who had hitherto so watched them, that though they were zealous to give them the security of their right hands of a long time, yet could they not accomplish the same. 3.456. With these supplications the general complied, although he were very angry at the whole city about the carrying off his horses, 3.457. and this because he saw that Agrippa was under a great concern for them. So when Vespasian and Agrippa had accepted of their right hands by way of security, Jesus and his party thought it not safe for them to continue at Tiberias, so they ran away to Taricheae. 4.105. This Cydessa was a strong Mediterranean village of the Tyrians, which always hated and made war against the Jews; it had also a great number of inhabitants, and was well fortified, which made it a proper place for such as were enemies to the Jewish nation. |
|