6. Josephus Flavius, Jewish Antiquities, 3.195, 12.125, 12.138-12.146, 13.50, 13.242, 13.245, 13.272, 14.186, 14.248, 14.250, 14.306-14.319, 14.321-14.323, 16.48, 16.60, 16.162-16.165, 18.312, 19.280-19.282, 19.287, 19.303 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: • Antiochus III the Great, Privileges Granted by • Dionysiac Artists, granted exemption from war contributions and military service • Dolabella (P. Cornelius), grants made to Jews by Caesar confirmed by • Jerusalem, granted to Hyrcanus and Jews • Joppa, Caesars territorial grant of • Joppa, granted to Hyrcanus and Jews • Josephus, on Jewish state, grants to, by Caesar • Josephus, on territorial grants • Julius Caesar, and Jews, Caesar granting Jews legal right to live according to customs • Julius Caesar, and Jews, Caesar granting Judea immunity from military service, billeting, and requisitioned transport • Rome, Privileges Granted Jews • Seleucids, Privileges Granted Jews • billeting, Jews granted freedom from • grants, of freedom from billeting, etc. • grants, territorial • senatus consulta, confirming Caesars grants to Jewish state (
Found in books: Bickerman and Tropper (2007) 299, 300, 301, 313, 315, 316, 317, 318, 319, 320, 321, 322, 323, 324, 325, 326, 327, 328, 329, 330, 331, 332, 333, 334, 335, 336, 337, 338, 339, 340, 341, 342, 343, 344, 345, 346, 347, 348, 349, 350, 351, 352, 353, 354, 355, 356, 357, 358, 359, 360, 361, 362, 363, 364, 365, 366, 367, 368, 369, 370, 371, 372, 373, 374, 375; Schwartz (2008) 220; Udoh (2006) 31, 32, 43, 48, 69, 70, 71, 73, 79, 83, 84, 88, 89, 90, 91, 94, 97, 99, 110
3.195. ὁ δὲ σίκλος νόμισμα ̔Εβραίων ὢν ̓Αττικὰς δέχεται δραχμὰς τέσσαρας:' " 12.125. ̔́Ομοιον δέ τι τούτῳ καὶ Μᾶρκον ̓Αγρίππαν φρονήσαντα περὶ τῶν ̓Ιουδαίων οἴδαμεν: τῶν γὰρ ̓Ιώνων κινηθέντων ἐπ' αὐτοὺς καὶ δεομένων τοῦ ̓Αγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν ̓Αντίοχος ὁ Σελεύκου υἱωνὸς ὁ παρὰ τοῖς ̔́Ελλησιν Θεὸς λεγόμενος," " 12.138. Βασιλεὺς ̓Αντίοχος Πτολεμαίῳ χαίρειν.τῶν ̓Ιουδαίων καὶ παραυτίκα μέν, ἡνίκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον καὶ παραγενομένους δ' εἰς τὴν πόλιν λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ τῆς γερουσίας ἀπαντησάντων, ἄφθονον δὲ τὴν χορηγίαν τοῖς στρατιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόντων δὲ καὶ τοὺς ἐν τῇ ἄκρᾳ φρουροὺς τῶν Αἰγυπτίων," '12.139. ἠξιώσαμεν καὶ αὐτοὶ τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων.' "12.141. τελεῖσθαι δ' αὐτοῖς ταῦτα βούλομαι, καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον τάς τε στοὰς κἂν εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι: ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς ̓Ιουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς πρασσομένου τέλος. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, ἐν οἷς ἂν ἐπιφανεστέραν γίγνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ." "12.142. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δ' ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ γραμματεῖς τοῦ ἱεροῦ καὶ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσιν καὶ τοῦ στεφανιτικοῦ φόρου καὶ τοῦ περὶ τῶν ἄλλων." '12.143. ἵνα δὲ θᾶττον ἡ πόλις κατοικισθῇ, δίδωμι τοῖς τε νῦν κατοικοῦσιν καὶ κατελευσομένοις ἕως τοῦ ̔Υπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν.' "12.144. ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπ' αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν." '12.145. ̔Η μὲν οὖν ἐπιστολὴ ταῦτα περιεῖχεν. σεμνύνων δὲ καὶ τὸ ἱερὸν πρόγραμμα κατὰ πᾶσαν τὴν βασιλείαν ἐξέθηκεν περιέχον τάδε: “μηδενὶ ἐξεῖναι ἀλλοφύλῳ εἰς τὸν περίβολον εἰσιέναι τοῦ ἱεροῦ τὸν ἀπηγορευμένον τοῖς ̓Ιουδαίοις, εἰ μὴ οἷς ἁγνισθεῖσίν ἐστιν ἔθιμον κατὰ τὸν πάτριον νόμον.' "12.146. μηδ' εἰς τὴν πόλιν εἰσφερέσθω ἵππεια κρέα μηδὲ ἡμιόνεια μηδὲ ἀγρίων ὄνων καὶ ἡμέρων παρδάλεών τε καὶ ἀλωπέκων καὶ λαγῶν καὶ καθόλου δὲ πάντων τῶν ἀπηγορευμένων ζῴων τοῖς ̓Ιουδαίοις: μηδὲ τὰς δορὰς εἰσφέρειν ἐξεῖναι, ἀλλὰ μηδὲ τρέφειν τι τούτων ἐν τῇ πόλει: μόνοις δὲ τοῖς προγονικοῖς θύμασιν, ἀφ' ὧν καὶ τῷ θεῷ δεῖ καλλιερεῖν, ἐπιτετράφθαι χρῆσθαι. ὁ δέ τι τούτων παραβὰς ἀποτινύτω τοῖς ἱερεῦσιν ἀργυρίου δραχμὰς τρισχιλίας.”" " 13.242. πέμψαντος δ' ̔Υρκανοῦ πρὸς ̓Αντίοχον καὶ σπονδὰς ἡμερῶν ἑπτὰ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ εἴκων σπένδεται καὶ προσέτι θυσίαν εἰσέπεμψε μεγαλοπρεπῆ, ταύρους χρυσοκέρωτας καὶ μεστὰ παντοίων ἀρωμάτων ἐκπώματα χρύσεά τε καὶ ἀργύρεα." ' 13.245. ̓Αποδεξάμενος δὲ αὐτοῦ τὴν ἐπιείκειαν ̔Υρκανὸς καὶ μαθὼν τὴν περὶ τὸ θεῖον σπουδὴν ἐπρεσβεύσατο πρὸς αὐτόν, ἀξιῶν τὴν πάτριον αὐτοῖς πολιτείαν ἀποδοῦναι. ὁ δὲ ἀπωσάμενος τὴν ἐπιβουλὴν τῶν μὲν παραινούντων ἐξελεῖν τὸ ἔθνος διὰ τὴν πρὸς ἄλλους αὐτῶν τῆς διαίτης ἀμιξίαν οὐκ ἐφρόντιζεν, 13.272. ὁ δὲ Κυζικηνὸς ̓Αντίοχος παραγενόμενος εἰς τὴν Συρίαν πολλοῖς ἔτεσιν πρὸς τὸν ἀδελφὸν πολεμῶν διετέλει. ̔Υρκανὸς δὲ πάντα ἐκεῖνον τὸν χρόνον ἐν εἰρήνῃ διῆγεν:' " 14.186. ἔδοξεν δ' ἀναγκαῖον εἶναί μοι πάσας ἐκθέσθαι τὰς γεγενημένας ̔Ρωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ τῆς ̓Ασίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες." ' 14.248. πέμψαντος πρὸς αὐτοὺς τοῦ ἔθνους τοῦ ̓Ιουδαίων καὶ ̔Υρκανοῦ τοῦ ἀρχιερέως αὐτῶν πρέσβεις Στράτωνα Θεοδότου ̓Απολλώνιον ̓Αλεξάνδρου Αἰνείαν ̓Αντιπάτρου ̓Αριστόβουλον ̓Αμύντου Σωσίπατρον Φιλίππου ἄνδρας καλοὺς καὶ ἀγαθούς, 14.306. Μᾶρκος ̓Αντώνιος αὐτοκράτωρ ̔Υρκανῷ ἀρχιερεῖ καὶ ἐθνάρχῃ καὶ τῷ ̓Ιουδαίων ἔθνει χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι, ἔρρωμαι δὲ καὶ αὐτὸς μετὰ τοῦ στρατεύματος. 14.307. Λυσίμαχος Παυσανίου καὶ ̓Ιώσηπος Μενναίου καὶ ̓Αλέξανδρος Θεοδώρου πρεσβευταὶ ἐν ̓Εφέσῳ μοι συντυχόντες τήν τε ἔμπροσθεν ἐν ̔Ρώμῃ τελεσθεῖσαν αὐτοῖς πρεσβείαν ἀνενεώσαντο καὶ τὴν νῦν ὑπὲρ σοῦ καὶ τοῦ ἔθνους σπουδαίως διέθεντο, ἣν ἔχεις εὔνοιαν πρὸς ἡμᾶς ἐμφανίσαντες. 14.308. πεπεισμένος οὖν καὶ ἐκ τῶν πραγμάτων καὶ ἐκ τῶν λόγων, ὅτι οἰκειότατα ἔχετε πρὸς ἡμᾶς, καὶ τὸ ἀραρὸς ὑμῶν ἦθος καὶ θεοσεβὲς κατανοήσας,' "14.309. ἴδιον ἥγημαι * καταδραμόντων δὲ τὴν ̓Ασίαν ἅπασαν τῶν ἐναντιωθέντων ἡμῖν τε καὶ τῷ δήμῳ τῶν ̔Ρωμαίων καὶ μήτε πόλεων μήτε ἡρῴων ἀποσχομένων μήτε ὅρκους οὓς ἐποιήσαντο φυλαξάντων, ἡμεῖς ὡς οὐχ ὑπὲρ ἰδίου μόνον ἀγῶνος, ἀλλ' ὡς ὑπὲρ ἁπάντων κοινοῦ, τοὺς αἰτίους καὶ τῶν εἰς ἀνθρώπους παρανομιῶν καὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ἠμυνάμεθα, δι' ἃ καὶ τὸν ἥλιον ἀπεστράφθαι δοκοῦμεν, ὃς καὶ αὐτὸς ἀηδῶς ἐπεῖδεν τὸ ἐπὶ Καίσαρι μύσος." "14.311. καὶ Βροῦτος συμφυγὼν εἰς Φιλίππους καὶ συγκλεισθεὶς ὑφ' ἡμῶν ἐκοινώνησεν Κασσίῳ τῆς ἀπωλείας. τούτων κεκολασμένων εἰρήνης τὸ λοιπὸν ἀπολαύσειν ἐλπίζομεν καὶ ἀναπεπαῦσθαι τὴν ̓Ασίαν ἐκ τοῦ πολέμου." '14.312. κοινὴν οὖν ποιούμεθα καὶ τοῖς συμμάχοις τὴν ὑπὸ θεοῦ δοθεῖσαν ἡμῖν εἰρήνην: ὥσπερ οὖν ἐκ νόσου μεγάλης τὸ τῆς ̓Ασίας σῶμα νῦν διὰ τὴν ἡμετέραν νίκην ἀναφέρειν. ἔχων τοίνυν καὶ σὲ διὰ μνήμης καὶ τὸ ἔθνος αὔξειν φροντίσω τῶν ὑμῖν συμφερόντων.' "14.313. ἐξέθηκα δὲ καὶ γράμματα κατὰ πόλεις, ὅπως εἴ τινες ἐλεύθεροι ἢ δοῦλοι ὑπὸ δόρυ ἐπράθησαν ὑπὸ Γαί̈ου Κασσίου ἢ τῶν ὑπ' αὐτῷ τεταγμένων ἀπολυθῶσιν οὗτοι, τοῖς τε ὑπ' ἐμοῦ δοθεῖσιν καὶ Δολαβέλλα φιλανθρώποις χρῆσθαι ὑμᾶς βούλομαι. Τυρίους τε κωλύω βιαίους εἶναι περὶ ὑμᾶς καὶ ὅσα κατέχουσιν ̓Ιουδαίων ταῦτα ἀποκαταστῆσαι κελεύω. τὸν δὲ στέφανον ὃν ἔπεμψας ἐδεξάμην." '14.314. Μᾶρκος ̓Αντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἐμφανισάντων μοι ἐν ̓Εφέσῳ ̔Υρκανοῦ τοῦ ἀρχιερέως καὶ ἐθνάρχου πρεσβευτῶν καὶ χώραν αὐτῶν ὑμᾶς κατέχειν λεγόντων, εἰς ἣν ἐνέβητε κατὰ τὴν τῶν ἐναντιουμένων ἡμῖν ἐπικράτειαν,' "14.315. ἐπεὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας πόλεμον ἀνεδεξάμεθα καὶ τῶν εὐσεβῶν καὶ δικαίων ποιούμενοι πρόνοιαν ἠμυνάμεθα τοὺς μήτε χάριτος ἀπομνημονεύσαντας μήτε ὅρκους φυλάξαντας, βούλομαι καὶ τὴν ἀφ' ὑμῶν εἰρήνην τοῖς συμμάχοις ἡμῶν ὑπάρχειν καὶ ὅσα παρὰ τῶν ἡμετέρων ἐλάβετε ἀνταγωνιστῶν μὴ συγχωρεῖν, ἀλλὰ ταῦτα ἀποδοθῆναι τοῖς ἀφῃρημένοις." '14.316. οὔτε γὰρ ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἃ ἠδίκουν χρησίμοις αὐτοῖς γινομένοις.' "14.317. δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς ἡμετέρους ὅσα ποτ' εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία ̔Υρκανοῦ ὄντα τοῦ ἐθνάρχου ̓Ιουδαίων πρὸ μιᾶς ἡμέρας ἢ Γάιον Κάσσιον πόλεμον οὐ συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων δεσπόζειν." '14.318. εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως τοῖς κρίμασιν φυλασσόντων. 14.319. Μᾶρκος ̓Αντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι ̔Ρωμαϊκοῖς καὶ ̔Ελληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται.' " 14.321. τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπ' αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν: καὶ ὅσα ἐπράθη ̓Ιουδαίων ἤτοι σώματα ̓Ιουδαίων ἢ κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπ' ἀρχῆς, ἡ δὲ κτῆσις τοῖς πρότερον κυρίοις." "14.322. τὸν δ' οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα." "14.323. Τὸ δ' αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ ̓Αντιοχεῦσιν καὶ ̓Αραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν ̔Ρωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους." " 16.48. ἔτι καὶ δυναίμεθ' ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, ἃ δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε." ' 16.162. “Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας λέγει. ἐπειδὴ τὸ ἔθνος τὸ τῶν ̓Ιουδαίων εὐχάριστον εὑρέθη οὐ μόνον ἐν τῷ ἐνεστῶτι καιρῷ ἀλλὰ καὶ ἐν τῷ προγεγενημένῳ καὶ μάλιστα ἐπὶ τοῦ ἐμοῦ πατρὸς αὐτοκράτορος Καίσαρος πρὸς τὸν δῆμον τὸν ̔Ρωμαίων ὅ τε ἀρχιερεὺς αὐτῶν ̔Υρκανός, 16.163. ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου ̔Ρωμαίων τοὺς ̓Ιουδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ ̔Υρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ * εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς ̔Ιεροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν ̔Ιεροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν ἢ τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὥρας ἐνάτης. 16.164. ἐὰν δέ τις φωραθῇ κλέπτων τὰς ἱερὰς βίβλους αὐτῶν ἢ τὰ ἱερὰ χρήματα ἔκ τε σαββατείου ἔκ τε ἀνδρῶνος, εἶναι αὐτὸν ἱερόσυλον καὶ τὸν βίον αὐτοῦ ἐνεχθῆναι εἰς τὸ δημόσιον τῶν ̔Ρωμαίων.' "16.165. τό τε ψήφισμα τὸ δοθέν μοι ὑπ' αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαί̈ου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς ̓Ασίας ἐν ̓Αγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.”" ' 18.312. ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν ̓Ιουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τό τε δίδραχμον, ὃ τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντό τε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν.' "19.281. ἐπιγνοὺς ἀνέκαθεν τοὺς ἐν ̓Αλεξανδρείᾳ ̓Ιουδαίους ̓Αλεξανδρεῖς λεγομένους συγκατοικισθέντας τοῖς πρώτοις εὐθὺ καιροῖς ̓Αλεξανδρεῦσι καὶ ἴσης πολιτείας παρὰ τῶν βασιλέων τετευχότας, καθὼς φανερὸν ἐγένετο ἐκ τῶν γραμμάτων τῶν παρ' αὐτοῖς καὶ τῶν διαταγμάτων," '19.282. καὶ μετὰ τὸ τῇ ἡμετέρᾳ ἡγεμονίᾳ ̓Αλεξάνδρειαν ὑπὸ τοῦ Σεβαστοῦ ὑποταχθῆναι πεφυλάχθαι αὐτοῖς τὰ δίκαια ὑπὸ τῶν πεμφθέντων ἐπάρχων κατὰ διαφόρους χρόνους μηδεμίαν τε ἀμφισβήτησιν περὶ τούτων γενομένην τῶν δικαίων αὐτοῖς, 19.287. “Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος χειροτονηθεὶς τὸ δεύτερον λέγει. 19.303. “Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει.' '. None | 3.195. which shekel is a piece among the Hebrews, and is equal to four Athenian drachmae. 12.125. 2. We also know that Marcus Agrippa was of the like disposition towards the Jews: for when the people of Ionia were very angry at them, and besought Agrippa that they, and they only, might have those privileges of citizens which Antiochus, the grandson of Seleucus, (who by the Greeks was called The God,) had bestowed on them, and desired that, if the Jews were to be joint-partakers with them, 12.138. “King Antiochus To Ptolemy, Sendeth Greeting.13.242. And when Hyrcanus sent to Antiochus, and desired there might be a truce for seven days, because of the festival, he gave way to this piety towards God, and made that truce accordingly. And besides that, he sent in a magnificent sacrifice, bulls with their horns gilded, with all sorts of sweet spices, and with cups of gold and silver. 13.245. 3. Accordingly, Hyrcanus took this moderation of his kindly; and when he understood how religious he was towards the Deity, he sent an embassage to him, and desired that he would restore the settlements they received from their forefathers. So he rejected the counsel of those that would have him utterly destroy the nation, by reason of their way of living, which was to others unsociable, and did not regard what they said. 13.272. But Antiochus Cyzicenus coming into Syria, continued many years at war with his brother. Now Hyrcanus lived all this while in peace; 14.186. And it seems to me to be necessary here to give an account of all the honors that the Romans and their emperor paid to our nation, and of the leagues of mutual assistance they have made with it, that all the rest of mankind may know what regard the kings of Asia and Europe have had to us, and that they have been abundantly satisfied of our courage and fidelity; 14.248. and since the nation of the Jews, and their high priest Hyrcanus, sent as ambassadors to them, Strato, the son of Theodatus, and Apollonius, the son of Alexander, and Eneas, the son of Antipater, 14.306. 3. “Marcus Antonius, imperator, to Hyrcanus the high priest and ethnarch of the Jews, sendeth greeting. It you be in health, it is well; I am also in health, with the army. 14.307. Lysimachus, the son of Pausanias, and Josephus, the son of Menneus, and Alexander, the son of Theodorus, your ambassadors, met me at Ephesus, and have renewed the embassage which they had formerly been upon at Rome, and have diligently acquitted themselves of the present embassage, which thou and thy nation have intrusted to them, and have fully declared the goodwill thou hast for us. 14.308. I am therefore satisfied, both by your actions and your words, that you are well-disposed to us; and I understand that your conduct of life is constant and religious: so I reckon upon you as our own. 14.309. But when those that were adversaries to you, and to the Roman people, abstained neither from cities nor temples, and did not observe the agreement they had confirmed by oath, it was not only on account of our contest with them, but on account of all mankind in common, that we have taken vengeance on those who have been the authors of great injustice towards men, and of great wickedness towards the gods; for the sake of which we suppose that it was that the sun turned away his light from us, as unwilling to view the horrid crime they were guilty of in the case of Caesar. 14.311. Now Brutus, when he had fled as far as Philippi, was shut up by us, and became a partaker of the same perdition with Cassius; and now these have received their punishment, we suppose that we may enjoy peace for the time to come, and that Asia may be at rest from war. 14.312. We therefore make that peace which God hath given us common to our confederates also, insomuch that the body of Asia is now recovered out of that distemper it was under by the means of our victory. I, therefore, bearing in mind both thee and your nation, shall take care of what may be for your advantage. 14.313. I have also sent epistles in writing to the several cities, that if any persons, whether free-men or bond-men, have been sold under the spear by Caius Cassius, or his subordinate officers, they may be set free. And I will that you kindly make use of the favors which I and Dolabella have granted you. I also forbid the Tyrians to use any violence with you; and for what places of the Jews they now possess, I order them to restore them. I have withal accepted of the crown which thou sentest me.” 14.314. 4. “Marcus Antonius, imperator, to the magistrates, senate, and people of Tyre, sendeth greeting. The ambassadors of Hyrcanus, the high priest and ethnarch of the Jews, appeared before me at Ephesus, and told me that you are in possession of part of their country, which you entered upon under the government of our adversaries. 14.315. Since, therefore, we have undertaken a war for the obtaining the government, and have taken care to do what was agreeable to piety and justice, and have brought to punishment those that had neither any remembrance of the kindnesses they had received, nor have kept their oaths, I will that you be at peace with those that are our confederates; as also, that what you have taken by the means of our adversaries shall not be reckoned your own, but be returned to those from whom you took them; 14.316. for none of them took their provinces or their armies by the gift of the senate, but they seized them by force, and bestowed them by violence upon such as became useful to them in their unjust proceedings. 14.317. Since, therefore, those men have received the punishment due to them, we desire that our confederates may retain whatsoever it was that they formerly possessed without disturbance, and that you restore all the places which belong to Hyrcanus, the ethnarch of the Jews, which you have had, though it were but one day before Caius Cassius began an unjustifiable war against us, and entered into our province; nor do you use any force against him, in order to weaken him, that he may not be able to dispose of that which is his own; 14.318. but if you have any contest with him about your respective rights, it shall be lawful for you to plead your cause when we come upon the places concerned, for we shall alike preserve the rights and hear all the causes of our confederates.” 14.319. 5. “Marcus Antonius, imperator, to the magistrates, senate, and people of Tyre, sendeth greeting. I have sent you my decree, of which I will that ye take care that it be engraven on the public tables, in Roman and Greek letters, and that it stand engraven in the most illustrious places, that it may be read by all. 14.321. and since we have overcome his madness by arms, we now correct by our decrees and judicial determinations what he hath laid waste, that those things may be restored to our confederates. And as for what hath been sold of the Jewish possessions, whether they be bodies or possessions, let them be released; the bodies into that state of freedom they were originally in, and the possessions to their former owners. 14.322. I also will that he who shall not comply with this decree of mine shall be punished for his disobedience; and if such a one be caught, I will take care that the offenders suffer condign punishment.” 14.323. 6. The same thing did Antony write to the Sidonians, and the Antiochians, and the Aradians. We have produced these decrees, therefore, as marks for futurity of the truth of what we have said, that the Romans had a great concern about our nation. 16.48. And we are able to read to you many decrees of the senate, and the tables that contain them, which are still extant in the capitol, concerning these things, which it is evident were granted after you had experience of our fidelity towards you, which ought to be valued, though no such fidelity had been; 16.162. 2. “Caesar Augustus, high priest and tribune of the people, ordains thus: Since the nation of the Jews hath been found grateful to the Roman people, not only at this time, but in time past also, and chiefly Hyrcanus the high priest, under my father Caesar the emperor, 16.163. it seemed good to me and my counselors, according to the sentence and oath of the people of Rome, that the Jews have liberty to make use of their own customs, according to the law of their forefathers, as they made use of them under Hyrcanus the high priest of the Almighty God; and that their sacred money be not touched, but be sent to Jerusalem, and that it be committed to the care of the receivers at Jerusalem; and that they be not obliged to go before any judge on the Sabbath day, nor on the day of the preparation to it, after the ninth hour. 16.164. But if any one be caught stealing their holy books, or their sacred money, whether it be out of the synagogue or public school, he shall be deemed a sacrilegious person, and his goods shall be brought into the public treasury of the Romans. 16.165. And I give order that the testimonial which they have given me, on account of my regard to that piety which I exercise toward all mankind, and out of regard to Caius Marcus Censorinus, together with the present decree, be proposed in that most eminent place which hath been consecrated to me by the community of Asia at Ancyra. And if any one transgress any part of what is above decreed, he shall be severely punished.” This was inscribed upon a pillar in the temple of Caesar. 18.312. There was also the city Nisibis, situate on the same current of the river. For which reason the Jews, depending on the natural strength of these places, deposited in them that half shekel which every one, by the custom of our country, offers unto God, as well as they did other things devoted to him; for they made use of these cities as a treasury, 19.281. Since I am assured that the Jews of Alexandria, called Alexandrians, have been joint inhabitants in the earliest times with the Alexandrians, and have obtained from their kings equal privileges with them, as is evident by the public records that are in their possession, and the edicts themselves; 19.282. and that after Alexandria had been subjected to our empire by Augustus, their rights and privileges have been preserved by those presidents who have at divers times been sent thither; and that no dispute had been raised about those rights and privileges, 19.287. “Tiberius Claudius Caesar Augustus Germanicus, high priest, tribune of the people, chosen consul the second time, ordains thus: 19.303. “Publius Petronius, the president under Tiberius Claudius Caesar Augustus Germanicus, to the magistrates of Doris, ordains as follows:' '. None |
|