20. Josephus Flavius, Jewish Antiquities, 1.75, 1.96-1.98, 1.105-1.108, 1.199, 1.272-1.273, 2.122, 3.87, 3.98, 4.50, 4.185, 5.212, 5.302, 6.187, 6.300-6.310, 7.95, 7.328, 7.340, 7.380-7.381, 8.107-8.108, 8.111-8.117, 9.8-9.9, 9.175, 10.199, 11.229-11.230, 12.407, 14.24, 20.90 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •god, as guardian Found in books: Jonquière, Prayer in Josephus Ancient Judaism and Early Christianity (2007) 61, 69, 73, 144, 146, 149, 150, 152, 169, 263, 264 1.75. ̔Ο δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δ' οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλ' ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε. 1.96. Νῶχος δὲ φοβούμενος, μὴ καθ' ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν ὁ θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφ' οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων: 1.97. κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δ' ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν. 1.98. εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων. 1.105. μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ' ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. 1.106. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν: ἔπειτα καὶ δι' ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς: διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται. 1.107. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' ̔́Ελλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας: καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ ̔Εστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος ̔Ιερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις, 1.108. ̔Ησίοδός τε καὶ ̔Εκαταῖος καὶ ̔Ελλάνικος καὶ ̓Ακουσίλαος καὶ πρὸς τούτοις ̓́Εφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν. 1.272. καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦ “δέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας: σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι: 1.273. ταῦτ' οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, δι' ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δ' αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.” 3.87. ὁ ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, δι' ὃν ̓́Αδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, δι' ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, δι' ὃν ̔́Αβραμος ὁ ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, δι' ὃν ̓́Ισακος γηραιοῖς ἐτέχθη γονεῦσι, δι' ὃν ̓Ιάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, δι' ὃν ̓Ιώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους δι' ἑρμηνέως ἐμοῦ. 4.185. θεός τε ὁ μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθ' οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλ' ἐφ' ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. 5.212. οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς ̓Ισραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς ἃ βλάπτωσι. λιμὸς δ' ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες. 5.302. δίψους δ' αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ. 6.308. πέμψας δ' αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν: ἡ δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δ' αὐτῆς καὶ διὰ τὸ κάλλος. 7.95. καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ καθυπέσχετο, τῆς προνοίας, ἣν ̔Εβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο. ταῦτ' εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται. 7.381. ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν, εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος ἀπέλαυσαν. 8.107. καὶ οἱ μὲν ἐπὶ ταύτης εἶχον αὑτοὺς τῆς ἐννοίας ὁ δὲ βασιλεὺς Σολόμων ἐξεγερθείς, ἔτυχε γὰρ καθεζόμενος, ἐποιήσατο λόγους πρὸς τὸν θεόν, οὓς τῇ θείᾳ φύσει πρέποντας ὑπελάμβανε καὶ καλῶς εἶχεν αὐτῷ λέγειν: “σοὶ γάρ, εἶπεν, οἶκον μὲν αἰώνιον, ὦ δέσποτα, καὶ ἄξιον αὑτῷ εἰργάσω γεγονότα τὸν οὐρανὸν οἴδαμεν καὶ ἀέρα καὶ γῆν καὶ θάλασσαν, δι' ὧν ἁπάντων οὐδὲ τούτοις ἀρκούμενος κεχώρηκας, 8.108. τοῦτον δέ σοι κατεσκεύακα τὸν ναὸν ἐπώνυμον, ὡς ἂν ἀπ' αὐτοῦ σοι τὰς εὐχὰς θύοντες καὶ καλλιεροῦντες ἀναπέμπωμεν εἰς τὸν ἀέρα καὶ πεπεισμένοι διατελοίημεν, ὅτι πάρει καὶ μακρὰν οὐκ ἀφέστηκας οὐδὲ σαυτῶ: τῷ μὲν γὰρ πάντ' ἐφορᾶν καὶ πάντ' ἀκούειν οὐδὲ νῦν ὅπου σοι θέμις οἰκῶν ἀπολείπεις τοῦ πᾶσιν ἔγγιστα εἶναι, μᾶλλον δ' ἑκάστῳ καὶ βουλευομένῳ καὶ διὰ νυκτὸς καὶ ἡμέρας συμπάρει.” 8.111. Ταῦτα διαλεχθεὶς πρὸς τὸν ὄχλον ὁ βασιλεὺς ἀφορᾷ πάλιν εἰς τὸν ναὸν καὶ τὴν δεξιὰν εἰς τὸν ὄχλον ἀνασχών “ἔργοις μέν, εἶπεν, οὐ δυνατὸν ἀνθρώποις ἀποδοῦναι θεῷ χάριν ὑπὲρ ὧν εὖ πεπόνθασιν: ἀπροσδεὲς γὰρ τὸ θεῖον ἁπάντων καὶ κρεῖττον τοιαύτης ἀμοιβῆς: ᾧ δὲ τῶν ἄλλων ζῴων ὑπὸ σοῦ, δέσποτα, κρείττονες γεγόναμεν, τούτῳ τὴν σὴν εὐλογεῖν μεγαλειότητα καὶ περὶ τῶν ὑπηργμένων εἰς τὸν ἡμέτερον οἶκον καὶ τὸν ̔Εβραίων εὐχαριστεῖν ἀνάγκη. 8.114. πρὸς δὲ τούτοις ἱκετεύω καὶ μοῖράν τινα τοῦ σοῦ πνεύματος εἰς τὸν ναὸν ἀποικίσαι, ὡς ἂν καὶ ἐπὶ γῆς ἡμῖν εἶναι δοκῇς. σοὶ μὲν γὰρ μικρὸν οἰκητήριον καὶ τὸ πᾶν οὐρανοῦ καὶ τῶν κατὰ τοῦτον ὄντων κύτος, οὐχ ὅτι γε οὗτος ὁ τυχὼν ναός, ἀλλὰ φυλάσσειν τε ἀπόρθητον ἐκ πολεμίων ὡς ἴδιον εἰς ἅπαν καὶ προνοεῖν ὡς οἰκείου κτήματος παρακαλῶ. 8.116. ταύτην δὲ οὐχ ̔Εβραίοις μόνον δέομαι παρὰ σοῦ τὴν βοήθειαν εἶναι σφαλεῖσιν, ἀλλὰ κἂν ἀπὸ περάτων τῆς οἰκουμένης τινὲς ἀφίκωνται κἂν ὁποθενδηποτοῦν προστρεπόμενοι καὶ τυχεῖν τινος ἀγαθοῦ λιπαροῦντες, δὸς αὐτοῖς ἐπήκοος γενόμενος. 8.117. οὕτως γὰρ ἂν μάθοιεν πάντες, ὅτι σὺ μὲν αὐτὸς ἐβουλήθης παρ' ἡμῖν κατασκευασθῆναί σοι τὸν οἶκον, ἡμεῖς δ' οὐκ ἀπάνθρωποι τὴν φύσιν ἐσμὲν οὐδ' ἀλλοτρίως πρὸς τοὺς οὐχ ὁμοφύλους ἔχομεν, ἀλλὰ πᾶσι κοινὴν τὴν ἀπὸ σοῦ βοήθειαν καὶ τὴν τῶν ἀγαθῶν ὄνησιν ὑπάρχειν ἠθελήσαμεν.” 10.199. ὁ δὲ ̓Αριόχης ταῦτ' ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ ὁ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου: ὁ δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν δι' ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς ὁ βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους. 11.229. Καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς ̓Εσθῆρος ἐντολὰς τόν τε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μηδὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλ' ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας: 12.407. καὶ ὁ μὲν ταῦτ' ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν ̔Ιεροσολύμων, οἱ δ' ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς. 14.24. “ὦ θεὲ βασιλεῦ τῶν ὅλων, ἐπεὶ οἱ μετ' ἐμοῦ συνεστῶτες σὸς δῆμός ἐστιν καὶ οἱ πολιορκούμενοι δὲ ἱερεῖς σοί, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ὑπακοῦσαι μήτε κατ' ἐκείνων ἃ οὗτοι παρακαλοῦσιν εἰς τέλος ἀγαγεῖν.” καὶ τὸν μὲν ταῦτ' εὐξάμενον περιστάντες οἱ πονηροὶ τῶν ̓Ιουδαίων κατέλευσαν. 14.24. ἐπὶ τούτων ὁ Λέντλος δόγμα ἐξέθετο: πολίτας ̔Ρωμαίων ̓Ιουδαίους, οἵτινες ἱερὰ ̓Ιουδαϊκὰ ποιεῖν εἰώθασιν, ἐν ̓Εφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. | 1.75. 2. Now God loved this man for his righteousness: yet he not only condemned those other men for their wickedness, but determined to destroy the whole race of mankind, and to make another race that should be pure from wickedness; and cutting short their lives, and making their years not so many as they formerly lived, but one hundred and twenty only, he turned the dry land into sea; 1.96. 7. But as for Noah, he was afraid, since God had determined to destroy mankind, lest he should drown the earth every year; so he offered burnt-offerings, and besought God that nature might hereafter go on in its former orderly course, and that he would not bring on so great a judgment any more, by which the whole race of creatures might be in danger of destruction: but that, having now punished the wicked, he would of his goodness spare the remainder, and such as he had hitherto judged fit to be delivered from so severe a calamity; 1.97. for that otherwise these last must be more miserable than the first, and that they must be condemned to a worse condition than the others, unless they be suffered to escape entirely; that is, if they be reserved for another deluge; while they must be afflicted with the terror and sight of the first deluge, and must also be destroyed by a second. 1.98. He also entreated God to accept of his sacrifice, and to grant that the earth might never again undergo the like effects of ‘his wrath; that men might be permitted to go on cheerfully in cultivating the same; to build cities, and live happily in them; and that they might not be deprived of any of those good things which they enjoyed before the Flood; but might attain to the like length of days, and old age, which the ancient people had arrived at before. 1.105. But let no one, upon comparing the lives of the ancients with our lives, and with the few years which we now live, think that what we have said of them is false; or make the shortness of our lives at present an argument, that neither did they attain to so long a duration of life, 1.106. for those ancients were beloved of God, and [lately] made by God himself; and because their food was then fitter for the prolongation of life, might well live so great a number of years: and besides, God afforded them a longer time of life on account of their virtue, and the good use they made of it in astronomical and geometrical discoveries, which would not have afforded the time of foretelling [the periods of the stars] unless they had lived six hundred years; for the great year is completed in that interval. 1.107. Now I have for witnesses to what I have said, all those that have written Antiquities, both among the Greeks and barbarians; for even Manetho, who wrote the Egyptian History, and Berosus, who collected the Chaldean Monuments, and Mochus, and Hestieus, and, besides these, Hieronymus the Egyptian, and those who composed the Phoenician History, agree to what I here say: 1.108. Hesiod also, and Hecatseus, Hellanicus, and Acusilaus; and, besides these, Ephorus and Nicolaus relate that the ancients lived a thousand years. But as to these matters, let every one look upon them as he thinks fit. 1.272. So suspecting no deceit, he ate the supper, and betook himself to his prayers and intercessions with God; and said, “O Lord of all ages, and Creator of all substance; for it was thou that didst propose to my father great plenty of good things, and hast vouchsafed to bestow on me what I have; and hast promised to my posterity to be their kind supporter, and to bestow on them still greater blessings; 1.273. do thou therefore confirm these thy promises, and do not overlook me, because of my present weak condition, on account of which I most earnestly pray to thee. Be gracious to this my son; and preserve him and keep him from every thing that is evil. Give him a happy life, and the possession of as many good things as thy power is able to bestow. Make him terrible to his enemies, and honorable and beloved among his friends.” 3.87. he by whose means Adam was made to partake of the fruits both of the land and of the sea; he by whose means Noah escaped the deluge; he by whose means our forefather Abraham, of a wandering pilgrim, was made the heir of the land of Canaan; he by whose means Isaac was born of parents that were very old; he by whose means Jacob was adorned with twelve virtuous sons; he by whose means Joseph became a potent lord over the Egyptians; he it is who conveys these instructions to you by me as his interpreter. 4.50. But if the calumnies they have raised against me be true, mayest thou preserve these men from every evil accident, and bring all that destruction on me which I have imprecated upon them. And when thou hast inflicted punishment on those that have endeavored to deal unjustly with this people, bestow upon them concord and peace. Save this multitude that follow thy commandments, and preserve them free from harm, and let them not partake of the punishment of those that have sinned; for thou knowest thyself it is not just, that for the wickedness of those men the whole body of the Israelites should suffer punishment.” 4.185. And that God, who has been till now your Leader, and by whose goodwill I have myself been useful to you, will not put a period now to his providence over you, but as long as you desire to have him your Protector in your pursuits after virtue, so long will you enjoy his care over you. 5.212. for the Midianites made expeditions in harvest-time, but permitted them to plough the land in winter, that so, when the others had taken the pains, they might have fruits for them to carry away. Indeed, there ensued a famine and a scarcity of food; upon which they betook themselves to their supplications to God, and besought him to save them. 5.302. but when a great thirst came upon him, he considered that human courage is nothing, and bare his testimony that all is to be ascribed to God, and besought him that he would not be angry at any thing he had said, nor give him up into the hands of his enemies, but afford him help under his affliction, and deliver him from the misfortune he was under. 6.308. So he sent to Nabal’s wife, and invited her to come to him, to live with him, and to be his wife. Whereupon she replied to those that came, that she was not worthy to touch his feet; however, she came, with all her servants, and became his wife, having received that honor on account of her wise and righteous course of life. She also obtained the same honor partly on account of her beauty. 7.95. and fell down on his face, and began to adore God, and to return thanks to him for all his benefits, as well for those that he had already bestowed upon him in raising him from a low state, and from the employment of a shepherd, to so great dignity of dominion and glory; as for those also which he had promised to his posterity; and besides, for that providence which he had exercised over the Hebrews in procuring them the liberty they enjoyed. And when he had said thus, and had sung a hymn of praise to God, he went his way. 7.380. 10. Upon this occasion all the people rejoiced, as in particular did David, when he saw the zeal and forward ambition of the rulers, and the priests, and of all the rest; and he began to bless God with a loud voice, calling him the Father and Parent of the universe, and the Author of human and divine things, with which he had adorned Solomon, the patron and guardian of the Hebrew nation, and of its happiness, and of that kingdom which he hath given his son. 7.381. Besides this, he prayed for happiness to all the people; and to Solomon his son, a sound and a righteous mind, and confirmed in all sorts of virtue; and then he commanded the multitude to bless God; upon which they all fell down upon the ground and worshipped him. They also gave thanks to David, on account of all the blessings which they had received ever since he had taken the kingdom. 8.107. So these men were intent upon this thought. But Solomon rose up, (for he was sitting before,) and used such words to God as he thought agreeable to the divine nature to receive, and fit for him to give; for he said, “Thou hast an eternal house, O Lord, and such a one as thou hast created for thyself out of thine own works; we know it to be the heaven, and the air, and the earth, and the sea, which thou pervadest, nor art thou contained within their limits. 8.108. I have indeed built this temple to thee, and thy name, that from thence, when we sacrifice, and perform sacred operations, we may send our prayers up into the air, and may constantly believe that thou art present, and art not remote from what is thine own; for neither when thou seest all things, and hearest all things, nor now, when it pleases thee to dwell here, dost thou leave the care of all men, but rather thou art very near to them all, but especially thou art present to those that address themselves to thee, whether by night or by day.” 8.111. 3. When the king had thus discoursed to the multitude, he looked again towards the temple, and lifting up his right hand to the multitude, he said, “It is not possible by what men can do to return sufficient thanks to God for his benefits bestowed upon them, for the Deity stands in need of nothing, and is above any such requital; but so far as we have been made superior, O Lord, to other animals by thee, it becomes us to bless thy Majesty, and it is necessary for us to return thee thanks for what thou hast bestowed upon our house, and on the Hebrew people; 8.114. And besides all this, I humbly beseech thee that thou wilt let some portion of thy Spirit come down and inhabit in this temple, that thou mayest appear to be with us upon earth. As to thyself, the entire heavens, and the immensity of the things that are therein, are but a small habitation for thee, much more is this poor temple so; but I entreat thee to keep it as thine own house, from being destroyed by our enemies for ever, and to take care of it as thine own possession: 8.116. Nay, moreover, this help is what I implore of thee, not for the Hebrews only, when they are in distress, but when any shall come hither from any ends of the world whatsoever, and shall return from their sins and implore thy pardon, do thou then pardon them, and hear their prayer. 8.117. For hereby all shall learn that thou thyself wast pleased with the building of this house for thee; and that we are not ourselves of an unsociable nature, nor behave ourselves like enemies to such as are not of our own people; but are willing that thy assistance should be communicated by thee to all men in common, and that they may have the enjoyment of thy benefits bestowed upon them.” 10.199. Accordingly, Arioch informed the king of what Daniel desired. So the king bid them delay the slaughter of the magicians till he knew what Daniel’s promise would come to; but the young man retired to his own house, with his kinsmen, and besought God that whole night to discover the dream, and thereby deliver the magicians and Chaldeans, with whom they were themselves to perish, from the king’s anger, by enabling him to declare his vision, and to make manifest what the king had seen the night before in his sleep, but had forgotten it. 11.229. 8. Accordingly, Mordecai did as Esther had enjoined him, and made the people fast; and he besought God, together with them, not to overlook his nation, particularly at this time, when it was going to be destroyed; but that, as he had often before provided for them, and forgiven, when they had sinned, so he would now deliver them from that destruction which was denounced against them; 12.407. And when he had thus threatened them, he departed from Jerusalem. But the priests fell into tears out of grief at what he had said, and besought God to deliver them from their enemies. 14.24. In the presence of these it was that Lentulus pronounced this decree: I have before the tribunal dismissed those Jews that are Roman citizens, and are accustomed to observe the sacred rites of the Jews at Ephesus, on account of the superstition they are under.” 14.24. “O God, the King of the whole world! since those that stand now with me are thy people, and those that are besieged are also thy priests, I beseech thee, that thou wilt neither hearken to the prayers of those against these, nor bring to effect what these pray against those.” Whereupon such wicked Jews as stood about him, as soon as he had made this prayer, stoned him to death. 20.90. “O Lord and Governor, if I have not in vain committed myself to thy goodness, but have justly determined that thou only art the Lord and principal of all beings, come now to my assistance, and defend me from my enemies, not only on my own account, but on account of their insolent behavior with regard to thy power, while they have not feared to lift up their proud and arrogant tongue against thee.” |
|