3. Herodotus, Histories, 4.5, 4.8-4.10, 7.62.1 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: •foundation legends, armenia Found in books: Gruen, Rethinking the Other in Antiquity (2011) 225 4.5. ὣς δὲ Σκύθαι λέγουσι, νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον, τοῦτο δὲ γενέσθαι ὧδε. ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῆ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον· τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, λέγουσι δʼ ὦν, Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα. γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον, τούτου δὲ γενέσθαι παῖδας τρεῖς, Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν. ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα, ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην, πεσεῖν ἐς τὴν Σκυθικήν· καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν, τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι. ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον, καὶ τὸν αὖτις ταὐτὰ ποιέειν. τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι, τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι, καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ· καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ. 4.8. Σκύθαι μὲν ὧδε ὕπερ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι, Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε. Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην, ἥντινα νῦν Σκύθαι νέμονται. Γηρυόνεα δὲ οἰκέειν ἔξω τοῦ Πόντου, κατοικημένον τὴν Ἕλληνές λέγουσι Ἐρύθειαν νῆσον τὴν πρὸς Γαδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ. τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν, ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι. ἐνθεῦτεν τόν Ἡρακλέα ἀπικέσθαι ἐς τὴν νῦν Σκυθίην χώρην καλεομένην, καὶ καταλαβεῖν γὰρ αὐτὸν χειμῶνα τε καὶ κρυμὸν, ἐπειρυσάμενον τὴν λεοντέην κατυπνῶσαι, τὰς δὲ οἱ ἵππους τὰς 1 ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῳ χρόνῳ ἀφανισθῆναι θείη τύχῃ. 4.9. ὥς δʼ ἐγερθῆναι τὸν Ἡρακλέα, δίζησθαι, πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν· ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά, ἔχιδναν διφυέα, τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός, τὰ δὲ ἔνερθε ὄφιος. ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας· τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἢ οἱ μιχθῇ· τό δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ. κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων, βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ, καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι· τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ, σῶστρά τε σὺ παρέσχες· ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω. τούτους, ἐπεὰν γένωνται τρόφιες, ὃ τι χρὴ ποιέειν, ἐξηγέο σύ, εἴτε αὐτοῦ κατοικίζω ʽχώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτἠ εἴτε ἀποπέμπω παρὰ σέ. τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν, τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν “ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας, τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις· τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον, τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ· ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται, ἔκπεμπε ἐκ τῆς χώρης. καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις.” 4.10. τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον ʽδύο γὰρ δὴ φορέειν τέως Ἡρακλέἀ καὶ τὸν ζωστῆρα προδέξαντα, παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπʼ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην, δόντα δὲ ἀπαλλάσσεσθαι. τὴν δʼ, ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι, τοῦτο μὲν σφι οὐνόματα θέσθαι, τῷ μὲν Ἀγάθυρσον αὐτῶν, τῷ δʼ ἑπομένῳ Γελωνόν, Σκύθην δὲ τῷ νεωτάτῳ, τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα. καὶ δὴ δύο μὲν οἱ τῶν παίδων, τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν, οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον, οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης, τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ. καὶ ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων, ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας· τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ. 1 ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι. | 4.5. The Scythians say that their nation is the youngest in the world, and that it came into being in this way. A man whose name was Targitaüs appeared in this country, which was then desolate. They say that his parents were Zeus and a daughter of the Borysthenes river (I do not believe the story, but it is told). ,Such was Targitaüs' lineage; and he had three sons: Lipoxaïs, Arpoxaïs, and Colaxaïs, youngest of the three. ,In the time of their rule (the story goes) certain implements—namely, a plough, a yoke, a sword, and a flask, all of gold—fell down from the sky into Scythia . The eldest of them, seeing these, approached them meaning to take them; but the gold began to burn as he neared, and he stopped. ,Then the second approached, and the gold did as before. When these two had been driven back by the burning gold, the youngest brother approached and the burning stopped, and he took the gold to his own house. In view of this, the elder brothers agreed to give all the royal power to the youngest. 4.8. This is what the Scythians say about themselves and the country north of them. But the story told by the Greeks who live in Pontus is as follows. Heracles, driving the cattle of Geryones, came to this land, which was then desolate, but is now inhabited by the Scythians. ,Geryones lived west of the Pontus, settled in the island called by the Greeks Erythea, on the shore of Ocean near Gadira, outside the pillars of Heracles. As for Ocean, the Greeks say that it flows around the whole world from where the sun rises, but they cannot prove that this is so. ,Heracles came from there to the country now called Scythia, where, encountering wintry and frosty weather, he drew his lion's skin over him and fell asleep, and while he slept his mares, which were grazing yoked to the chariot, were spirited away by divine fortune. 4.9. When Heracles awoke, he searched for them, visiting every part of the country, until at last he came to the land called the Woodland, and there he found in a cave a creature of double form that was half maiden and half serpent; above the buttocks she was a woman, below them a snake. ,When he saw her he was astonished, and asked her if she had seen his mares straying; she said that she had them, and would not return them to him before he had intercourse with her; Heracles did, in hope of this reward. ,But though he was anxious to take the horses and go, she delayed returning them, so that she might have Heracles with her for as long as possible; at last she gave them back, telling him, “These mares came, and I kept them safe here for you, and you have paid me for keeping them, for I have three sons by you. ,Now tell me what I am to do when they are grown up: shall I keep them here (since I am queen of this country), or shall I send them away to you?” Thus she inquired, and then (it is said) Heracles answered: ,“When you see the boys are grown up, do as follows and you will do rightly: whichever of them you see bending this bow and wearing this belt so, make him an inhabitant of this land; but whoever falls short of these accomplishments that I require, send him away out of the country. Do so and you shall yourself have comfort, and my will shall be done.” 4.10. So he drew one of his bows (for until then Heracles always carried two), and showed her the belt, and gave her the bow and the belt, that had a golden vessel on the end of its clasp; and, having given them, he departed. But when the sons born to her were grown men, she gave them names, calling one of them Agathyrsus and the next Gelonus and the youngest Scythes; furthermore, remembering the instructions, she did as she was told. ,Two of her sons, Agathyrsus and Gelonus, were cast out by their mother and left the country, unable to fulfill the requirements set; but Scythes, the youngest, fulfilled them and so stayed in the land. ,From Scythes son of Heracles comes the whole line of the kings of Scythia ; and it is because of the vessel that the Scythians carry vessels on their belts to this day. This alone his mother did for Scythes. This is what the Greek dwellers in Pontus say. |
|