1. Herodotus, Histories, 5.57.1, 6.34-6.41, 6.103-6.104, 6.109, 6.131-6.136, 6.140, 8.17 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: •family, and memory, •memory, and family, Found in books: Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 189, 190, 191 6.34. τῆς δὲ Χερσονήσου πλὴν Καρδίης πόλιος τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες. ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης ὁ Κίμωνος τοῦ Στησαγόρεω, κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε. εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην. οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους. ἡ δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἂν σφέας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ. ἰόντες δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν· καί σφεας ὡς οὐδεὶς ἐκάλεε, ἐκτρέπονται ἐπʼ Ἀθηνέων. 6.35. ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος, ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης ὁ Κυψέλου ἐὼν οἰκίης τεθριπποτρόφου, τὰ μὲν ἀνέκαθεν ἀπʼ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς, τὰ δὲ νεώτερα Ἀθηναῖος, Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου. οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ, ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια. οἳ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπʼ αὐτοῦ ἐξέφαινον πᾶν τὸ μαντήιον, ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι. Μιλτιάδεα δὲ ἀκούσαντα παραυτίκα ἔπεισε ὁ λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι. αὐτίκα δὲ ἐστάλη ἐς Δελφούς, ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοίη τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο. 6.36. κελευούσης δὲ καὶ τῆς Πυθίης, οὕτω δὴ Μιλτιάδης ὁ Κυψέλου, Ὀλύμπια ἀναραιρηκὼς πρότερον τούτων τεθρίππῳ, τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι Δολόγκοισι, καὶ ἔσχε τὴν χώρην· καί μιν οἱ ἐπαγαγόμενοι τύραννον κατεστήσαντο. ὁ δὲ πρῶτον μὲν ἀπετείχισε τὸν ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην, ἵνα μὴ ἔχοιεν σφέας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες ἐς τὴν χώρην. εἰσὶ δὲ οὗτοι στάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰσθμοῦ· ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου ἡ Χερσόνησος ἔσω πᾶσα ἐστὶ σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος. 6.37. ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου ὁ Μιλτιάδης καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος, τῶν λοιπῶν πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι· καί μιν οἱ Λαμψακηνοὶ λοχήσαντες αἱρέουσι ζωγρίῃ. ἦν δὲ ὁ Μιλτιάδης Κροίσῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς· πυθόμενος ὦν ὁ Κροῖσος ταῦτα, πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδεα· εἰ δὲ μή σφεας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν. πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τὸ θέλει τὸ ἔπος εἶναι τό σφι ἀπείλησε ὁ Κροῖσος, πίτυος τρόπον ἐκτρίψειν, μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν, ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετιεῖ ἀλλὰ πανώλεθρος ἐξαπόλλυται. δείσαντες ὦν οἱ Λαμψακηνοὶ Κροῖσον λύσαντες μετῆκαν Μιλτιάδεα. 6.38. οὗτος μὲν δὴ διὰ Κροῖσον ἐκφεύγει, μετὰ δὲ τελευτᾷ ἄπαις, τὴν ἀρχήν τε καὶ τὰ χρήματα παραδοὺς Στησαγόρῃ τῷ Κίμωνος ἀδελφεοῦ παιδὶ ὁμομητρίου. καί οἱ τελευτήσαντι Χερσονησῖται θύουσι ὡς νόμος οἰκιστῇ, καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ἐπιστᾶσι, ἐν τῷ Λαμψακηνῶν οὐδενὶ ἐγγίνεται ἀγωνίζεσθαι. πολέμου δὲ ἐόντος πρὸς Λαμψακηνοὺς καὶ Στησαγόρεα κατέλαβε ἀποθανεῖν ἄπαιδα, πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ πολεμίου δὲ καὶ ὑποθερμοτέρου τῷ ἔργῳ. 6.39. τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ τοιῷδε, ἐνθαῦτα Μιλτιάδεα τὸν Κίμωνος, Στησαγόρεω δὲ τοῦ τελευτήσαντος ἀδελφεόν, καταλαμψόμενον τὰ πρήγματα ἐπὶ Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι, οἵ μιν καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς Κίμωνος αὐτοῦ τὸν θάνατον, τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ σημανέω ὡς ἐγένετο. Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν Χερσόνησον εἶχε κατʼ οἴκους, τὸν ἀδελφεὸν Στησαγόρεα δηλαδὴ ἐπιτιμέων. οἱ δὲ Χερσονησῖται πυνθανόμενοι ταῦτα συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες πάντοθεν, κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι ἐδέθησαν ὑπʼ αὐτοῦ. Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον, πεντακοσίους βόσκων ἐπικούρους, καὶ γαμέει Ὀλόρου τοῦ Θρηίκων βασιλέος τὴν θυγατέρα Ἡγησιπύλην. 6.40. οὗτος δὲ ὁ Κίμωνος Μιλτιάδης νεωστὶ μὲν ἐληλύθεε ἐς τὴν Χερσόνησον, κατελάμβανε δέ μιν ἐλθόντα ἄλλα τῶν καταλαβόντων πρηγμάτων χαλεπώτερα. τρίτῳ μὲν γὰρ ἔτεϊ πρὸ τούτων Σκύθας ἐκφεύγει. Σκύθαι γὰρ οἱ νομάδες ἐρεθισθέντες ὑπὸ βασιλέος Δαρείου συνεστράφησαν καὶ ἤλασαν μέχρι τῆς Χερσονήσου ταύτης· τούτους ἐπιόντας οὐκ ὑπομείνας ὁ Μιλτιάδης ἔφευγε Χερσόνησον, ἐς ὃ οἵ τε Σκύθαι ἀπαλλάχθησαν καὶ ἐκεῖνον Δόλογκοι κατήγαγον ὀπίσω. ταῦτα μὲν δὴ τρίτῳ ἔτεϊ πρότερον ἐγεγόνεε τῶν τότε μιν κατεχόντων. 6.41. τότε δὲ πυνθανόμενος εἶναι τοὺς Φοίνικας ἐν Τενέδῳ, πληρώσας τριήρεας πέντε χρημάτων τῶν παρεόντων ἀπέπλεε ἐς τὰς Ἀθήνας. καὶ ὥσπερ ὁρμήθη ἐκ Καρδίης πόλιος ἔπλεε διὰ τοῦ Μέλανος κόλπου· παραμείβετό τε τὴν Χερσόνησον καὶ οἱ Φοίνικές οἱ περιπίπτουσι τῇσι νηυσί. αὐτὸς μὲν δὴ Μιλτιάδης σὺν τῇσι τέσσερσι τῶν νεῶν καταφεύγει ἐς Ἴμβρον, τὴν δέ οἱ πέμπτην τῶν νεῶν κατεῖλον διώκοντες οἱ Φοίνικες. τῆς δὲ νεὸς ταύτης ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεσβύτατος ἄρχων Μητίοχος, οὐκ ἐκ τῆς Ὀλόρου τοῦ Θρήικος ἐὼν θυγατρὸς ἀλλʼ ἐξ ἄλλης· καὶ τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικες, καί μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς ἀνήγαγον παρὰ βασιλέα, δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι, ὅτι δὴ Μιλτιάδης γνώμην ἀπεδέξατο ἐν τοῖσι Ἴωσι πείθεσθαι κελεύων τοῖσι Σκύθῃσι, ὅτε οἱ Σκύθαι προσεδέοντο λύσαντας τὴν σχεδίην ἀποπλέειν ἐς τὴν ἑωυτῶν. Δαρεῖος δέ, ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά· καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται. Μιλτιάδης δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐς τὰς Ἀθήνας. 6.103. Ἀθηναῖοι δὲ ὡς ἐπύθοντο ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐς τὸν Μαραθῶνα. ἦγον δὲ σφέας στρατηγοὶ δέκα, τῶν ὁ δέκατος ἦν Μιλτιάδης· τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος. καὶ αὐτῷ φεύγοντι Ὀλυμπιάδα ἀνελέσθαι τεθρίππῳ συνέβη, καὶ ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκασθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ· μετὰ δὲ τῇ ὑστέρῃ Ὀλυμπιάδι τῇσι αὐτῇσι ἵπποισι νικῶν παραδιδοῖ Πεισιστράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶς τούτῳ κατῆλθε ἐπὶ τὰ ἑωυτοῦ ὑπόσπονδος. καί μιν ἀνελόμενον τῇσι αὐτῇσι ἵπποισι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν Πεισιστράτου παίδων, οὐκέτι περιεόντος αὐτοῦ Πεισιστράτου· κτείνουσι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες ἄνδρας. τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ Κοίλης καλεομένης ὁδοῦ· καταντίον δʼ αὐτοῦ αἱ ἵπποι τεθάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι. ἐποίησαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνος, πλέω δὲ τουτέων οὐδαμαί. ὁ μὲν δὴ πρεσβύτερος τῶν παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τηνικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφόμενος ἐν τῇ Χερσονήσῳ, ὁ δὲ νεώτερος παρʼ αὐτῷ Κίμωνι ἐν Ἀθήνῃσι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιστέω τῆς Χερσονήσου Μιλτιάδεω Μιλτιάδης. 6.104. οὗτος δὴ ὦν τότε ὁ Μιλτιάδης ἥκων ἐκ τῆς Χερσονήσου καὶ ἐκπεφευγὼς διπλόον θάνατον ἐστρατήγεε Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερσονήσῳ. ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτω Ἀθηναίων ἀπεδέχθη, αἱρεθεὶς ὑπὸ τοῦ δήμου. 6.109. τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν ʽὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβάλλειν’ τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων. ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα, ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν ʽτὸ Παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσἰ, ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος· πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε. “ἐν σοὶ νῦν Καλλίμαχε ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι. νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι. κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι, καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων. ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν. ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαι τινὰ στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι· ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ. ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται. ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία.” 6.131. ἀμφὶ μὲν κρίσιος τῶν μνηστήρων τοσαῦτα ἐγένετο καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα. τούτων δὲ συνοικησάντων γίνεται Κλεισθένης τε ὁ τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι καταστήσας, ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτορος τοῦ Σικυωνίου· οὗτός τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτης, ἐκ δὲ Ἱπποκράτεος Μεγακλέης τε ἄλλος καὶ Ἀγαρίστη ἄλλη ἀπὸ τῆς Κλεισθένεος Ἀγαρίστης ἔχουσα τὸ οὔνομα· ἣ συνοικήσασά τε Ξανθίππῳ τῷ Ἀρίφρονος καὶ ἔγκυος ἐοῦσα εἶδε ὄψιν ἐν τῷ ὕπνῳ, ἐδόκεε δὲ λέοντα τεκεῖν, καὶ μετʼ ὀλίγας ἡμέρας τίκτει Περικλέα Ξανθίππῳ. 6.132. μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης, καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι, τότε μᾶλλον αὔξετο. αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους, οὐ φράσας σφι ἐπʼ ἣν ἐπιστρατεύσεται χώρην, ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται· ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται· λέγων τοιαῦτα αἴτεε τὰς νέας. Ἀθηναῖοι δὲ τούτοισι ἐπαερθέντες παρέδοσαν. 6.133. παραλαβὼν δὲ ὁ Μιλτιάδης τὴν στρατιὴν ἔπλεε ἐπὶ Πάρον, πρόφασιν ἔχων ὡς οἱ Πάριοι ὑπῆρξαν πρότεροι στρατευόμενοι τριήρεσι ἐς Μαραθῶνα ἅμα τῷ Πέρσῃ. τοῦτο μὲν δὴ πρόσχημα λόγων ἦν, ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖσι Παρίοισι διὰ Λυσαγόρεα τὸν Τισίεω, ἐόντα γένος Πάριον, διαβαλόντα μιν πρὸς Ὑδάρνεα τὸν Πέρσην. ἀπικόμενος δὲ ἐπʼ ἣν ἔπλεε ὁ Μιλτιάδης τῇ στρατιῇ ἐπολιόρκεε Παρίους κατειλημένους ἐντὸς τείχεος, καὶ ἐσπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα, φάς, ἢν μιν οὐ δῶσι, οὐκ ἀπονοστήσειν τὴν στρατιὴν πρὶν ἢ ἐξέλῃ σφέας. οἱ δὲ Πάριοι ὅκως μέν τι δώσουσι Μιλτιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο, οἳ δὲ ὅκως διαφυλάξουσι τὴν πόλιν τοῦτο ἐμηχανῶντο, ἄλλα τε ἐπιφραζόμενοι καὶ τῇ μάλιστα ἔσκε ἑκάστοτε ἐπίμαχον τοῦ τείχεος, τοῦτο ἅμα νυκτὶ ἐξηείρετο διπλήσιον τοῦ ἀρχαίου. 6.134. ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι. Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν· ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν. μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιήσοντα ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή κοτε πρήξοντα· πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι, καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι· οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι. 6.135. Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω, οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος, ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον. Πάριοι δὲ πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι, θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε· ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ. ἡ δὲ Πυθίη οὐκ ἔα, φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα. 6.136. παρίοισι μὲν δὴ ταῦτα ἡ Πυθίη ἔχρησε· Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος, ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν. Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο· ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ· προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν, ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι. προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ, τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισε ὁ παῖς αὐτοῦ Κίμων. 6.140. τότε μὲν τοιαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐπʼ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι. Ἡφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης. 8.17. ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν, οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε. τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης ὁ Ἀλκιβιάδεω, ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί. | 6.34. The Phoenicians subdued all the cities in the Chersonese except Cardia. Miltiades son of Cimon son of Stesagoras was tyrant there. Miltiades son of Cypselus had gained the rule earlier in the following manner: the Thracian Dolonci held possession of this Chersonese. They were crushed in war by the Apsinthians, so they sent their kings to Delphi to inquire about the war. ,The Pythia answered that they should bring to their land as founder the first man who offered them hospitality after they left the sacred precinct. But as the Dolonci passed through Phocis and Boeotia, going along the Sacred Way, no one invited them, so they turned toward Athens. 6.35. At that time in Athens, Pisistratus held all power, but Miltiades son of Cypselus also had great influence. His household was rich enough to maintain a four-horse chariot, and he traced his earliest descent to Aeacus and Aegina, though his later ancestry was Athenian. Philaeus son of Ajax was the first of that house to be an Athenian. ,Miltiades was sitting on his porch when he saw the Dolonci go by with their foreign clothing and spears, so he called out to them, and when they came over, he invited them in for lodging and hospitality. They accepted, and after he entertained them, they revealed the whole story of the oracle to him and asked him to obey the god. ,He was persuaded as soon as he heard their speech, for he was tired of Pisistratus' rule and wanted to be away from it. He immediately set out for Delphi to ask the oracle if he should do what the Dolonci asked of him. 6.36. The Pythia also bade him do so. Then Miltiades son of Cypselus, previously an Olympic victor in the four-horse chariot, recruited any Athenian who wanted to take part in the expedition, sailed off with the Dolonci, and took possession of their land. Those who brought him appointed him tyrant. ,His first act was to wall off the isthmus of the Chersonese from the city of Cardia across to Pactye, so that the Apsinthians would not be able to harm them by invading their land. The isthmus is thirty-six stadia across, and to the south of the isthmus the Chersonese is four hundred and twenty stadia in length. 6.37. After Miltiades had pushed away the Apsinthians by walling off the neck of the Chersonese, he made war first on the people of Lampsacus, but the Lampsacenes laid an ambush and took him prisoner. However, Miltiades stood high in the opinion of Croesus the Lydian, and when Croesus heard what had happened, he sent to the Lampsacenes and commanded them to release Miltiades. If they did not do so, he threatened to cut them down like a pine tree. ,The Lampsacenes went astray in their counsels as to what the utterance meant which Croesus had threatened them with, saying he would devastate them like a pine tree, until at last one of the elders understood and said what it was: the pine is the only tree that once cut down never sends out any shoots; it is utterly destroyed. So out of fear of Croesus the Lampsacenes released Miltiades and let him go. 6.38. So he escaped by the intervention of Croesus, but he later died childless and left his rule and possessions to Stesagoras, the son of his half-brother Cimon. Since his death, the people of the Chersonese offer sacrifices to him as their founder in the customary manner, instituting a contest of horse races and gymnastics. No one from Lampsacus is allowed to compete. ,But in the war against the Lampsacenes Stesagoras too met his end and died childless; he was struck on the head with an axe in the town-hall by a man who pretended to be a deserter but in truth was an enemy and a man of violence. 6.39. Stesagoras met his end in this way. The sons of Pisistratus sent Miltiades, son of Cimon and brother of the dead Stesagoras, in a trireme to the Chersonese to take control of the country; they had already treated him well at Athens, feigning that they had not been accessory to the death of Cimon his father, which I will relate in another place. ,Reaching the Chersonese, Miltiades kept himself within his house, professing thus to honor the memory of his brother Stesagoras. When the people of the Chersonese learned this, their ruling men gathered together from all the cities on every side, and came together in a group to show fellow-feeling with his mourning; but he put them in bonds. So Miltiades made himself master of the Chersonese; there he maintained a guard of five hundred men, and married Hegesipyle the daughter of Olorus, king of Thrace. 6.40. But not long after this Miltiades son of Cimon had come to the Chersonese, greater difficulties than the present afflictions overtook him. He had been driven from the country three years before this by the Scythians. The nomadic Scythians, provoked by Darius, gathered themselves together and rode as far as the Chersonese. ,Miltiades did not await their attack and fled from the Chersonese, until the Scythians departed and the Dolonci brought him back again. All this had happened three years before the matters that now engaged him. 6.41. But now, learning that the Phoenicians were in Tenedos, he sailed away to Athens with five triremes loaded with the possessions that he had nearby. He set out from Cardia and crossed the Black Bay, and as he was sailing along the Chersonese the Phoenicians fell upon him with their ships. ,Miltiades himself escaped with four of his ships to Imbros, but the fifth was pursued and overtaken by the Phoenicians. It happened that the captain of this ship was Metiochus, the eldest son of Miltiades by another wife, not the daughter of Olorus the Thracian. ,The Phoenicians took this man captive with his ship; and when they heard that he was Miltiades' son, they brought him up to the king, thinking that this would be a very favorable service, because Miltiades had declared his opinion among the Ionians that they should obey the Scythians in their demand to break the bridge of boats and sail away to their homes. ,But when the Phoenicians brought Miltiades' son Metiochus before him, Darius did him no harm but much good, giving him a house and possessions and a Persian wife, who bore him children who were reckoned as Persians. Miltiades made his way from Imbros to Athens. 6.103. When the Athenians learned this, they too marched out to Marathon, with ten generals leading them. The tenth was Miltiades, and it had befallen his father Cimon son of Stesagoras to be banished from Athens by Pisistratus son of Hippocrates. ,While in exile he happened to take the Olympic prize in the four-horse chariot, and by taking this victory he won the same prize as his half-brother Miltiades. At the next Olympic games he won with the same horses but permitted Pisistratus to be proclaimed victor, and by resigning the victory to him he came back from exile to his own property under truce. ,After taking yet another Olympic prize with the same horses, he happened to be murdered by Pisistratus' sons, since Pisistratus was no longer living. They murdered him by placing men in ambush at night near the town-hall. Cimon was buried in front of the city, across the road called “Through the Hollow”, and buried opposite him are the mares who won the three Olympic prizes. ,The mares of Evagoras the Laconian did the same as these, but none others. Stesagoras, the elder of Cimon's sons, was then being brought up with his uncle Miltiades in the Chersonese. The younger was with Cimon at Athens, and he took the name Miltiades from Miltiades the founder of the Chersonese. 6.104. It was this Miltiades who was now the Athenian general, after coming from the Chersonese and escaping a two-fold death. The Phoenicians pursued him as far as Imbros, considering it of great importance to catch him and bring him to the king. ,He escaped from them, but when he reached his own country and thought he was safe, then his enemies met him. They brought him to court and prosecuted him for tyranny in the Chersonese, but he was acquitted and appointed Athenian general, chosen by the people. 6.109. The Athenian generals were of divided opinion, some advocating not fighting because they were too few to attack the army of the Medes; others, including Miltiades, advocating fighting. ,Thus they were at odds, and the inferior plan prevailed. An eleventh man had a vote, chosen by lot to be polemarch of Athens, and by ancient custom the Athenians had made his vote of equal weight with the generals. Callimachus of Aphidnae was polemarch at this time. Miltiades approached him and said, ,“Callimachus, it is now in your hands to enslave Athens or make her free, and thereby leave behind for all posterity a memorial such as not even Harmodius and Aristogeiton left. Now the Athenians have come to their greatest danger since they first came into being, and, if we surrender, it is clear what we will suffer when handed over to Hippias. But if the city prevails, it will take first place among Hellenic cities. ,I will tell you how this can happen, and how the deciding voice on these matters has devolved upon you. The ten generals are of divided opinion, some urging to attack, others urging not to. ,If we do not attack now, I expect that great strife will fall upon and shake the spirit of the Athenians, leading them to medize. But if we attack now, before anything unsound corrupts the Athenians, we can win the battle, if the gods are fair. ,All this concerns and depends on you in this way: if you vote with me, your country will be free and your city the first in Hellas. But if you side with those eager to avoid battle, you will have the opposite to all the good things I enumerated.” 6.131. Such is the tale of the choice among the suitors; and thus the fame of the Alcmeonidae resounded throughout Hellas. From this marriage was born that Cleisthenes, named after his mother's father from Sicyon, who gave the Athenians their tribes and their democracy; ,he and Hippocrates were born to Megacles; Hippocrates was father of another Megacles and another Agariste, called after Agariste who was Cleisthenes' daughter. She was married to Xanthippus son of Ariphron, and when she was pregt she saw in her sleep a vision in which she thought she gave birth to a lion. In a few days she bore Xanthippus a son, Pericles. 6.132. After the Persian disaster at Marathon, the reputation of Miltiades, already great at Athens, very much increased. He asked the Athenians for seventy ships, an army, and money, not revealing against what country he would lead them, but saying that he would make them rich if they followed him; he would bring them to a country from which they could easily carry away an abundance of gold; so he said when he asked for the ships. The Athenians were induced by these promises and granted his request. 6.133. Miltiades took his army and sailed for Paros, on the pretext that the Parians had brought this on themselves by first sending triremes with the Persian fleet to Marathon. Such was the pretext of his argument, but he had a grudge against the Parians because Lysagoras son of Tisias, a man of Parian descent, had slandered him to Hydarnes the Persian. ,When he reached his voyage's destination, Miltiades with his army drove the Parians inside their walls and besieged them; he sent in a herald and demanded a hundred talents, saying that if they did not give it to him, his army would not return home before it had stormed their city. ,The Parians had no intention of giving Miltiades any money at all, and they contrived how to defend their city. They did this by building their wall at night to double its former height where it was most assailable, and also by other devices. 6.134. All the Greeks tell the same story up to this point; after this the Parians themselves say that the following happened: as Miltiades was in a quandary, a captive woman named Timo, Parian by birth and an under-priestess of the goddesses of the dead, came to talk with him. ,Coming before Miltiades, she advised him, if taking Paros was very important to him, to do whatever she suggested. Then, following her advice, he passed through to the hill in front of the city and jumped over the fence of the precinct of Demeter the Lawgiver, since he was unable to open the door. After leaping over, he went to the shrine, whether to move something that should not be moved, or with some other intention. When he was right at the doors, he was immediately seized with panic and hurried back by the same route; leaping down from the wall he twisted his thigh, but some say he hit his knee. 6.135. So Miltiades sailed back home in a sorry condition, neither bringing money for the Athenians nor having won Paros; he had besieged the town for twenty-six days and ravaged the island. ,The Parians learned that Timo the under-priestess of the goddesses had been Miltiades' guide and desired to punish her for this. Since they now had respite from the siege, they sent messengers to Delphi to ask if they should put the under-priestess to death for guiding their enemies to the capture of her native country, and for revealing to Miltiades the rites that no male should know. ,But the Pythian priestess forbade them, saying that Timo was not responsible: Miltiades was doomed to make a bad end, and an apparition had led him in these evils. 6.136. Such was the priestess' reply to the Parians. The Athenians had much to say about Miltiades on his return from Paros, especially Xanthippus son of Ariphron, who prosecuted Miltiades before the people for deceiving the Athenians and called for the death penalty. ,Miltiades was present but could not speak in his own defense, since his thigh was festering; he was laid before the court on a couch, and his friends spoke for him, often mentioning the fight at Marathon and the conquest of Lemnos: how Miltiades had punished the Pelasgians and taken Lemnos, delivering it to the Athenians. ,The people took his side as far as not condemning him to death, but they fined him fifty talents for his wrongdoing. Miltiades later died of gangrene and rot in his thigh, and the fifty talents were paid by his son Cimon. 6.140. At the time that was all. But a great many years later, when the Chersonese on the Hellespont was made subject to Athens, Miltiades son of Cimon accomplished the voyage from Elaeus on the Chersonese to Lemnos with the Etesian winds then constantly blowing; he proclaimed that the Pelasgians must leave their island, reminding them of the oracle which the Pelasgians thought would never be fulfilled. ,The Hephaestians obeyed, but the Myrinaeans would not agree that the Chersonese was Attica and were besieged, until they too submitted. Thus did Miltiades and the Athenians take possession of Lemnos. 8.17. In that sea-fight of all Xerxes' fighters the Egyptians conducted themselves with the greatest valor; besides other great feats of arms which they achieved, they took five Greek ships together with their crews. As regards the Greeks, it was the Athenians who bore themselves best on that day, and of the Athenians Clinias son of Alcibiades. He brought to the war two hundred men and a ship of his own, all at his own expense. |
|