Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



11092
Vergil, Aeneis, 7.122-7.123


hic domus, haec patria est. Genitor mihi talia namqueupon their outstretched skins. Straightway a voice


(nunc repeto) Anchises fatorum arcana reliquit:out of the lofty forest met his prayer.


Intertexts (texts cited often on the same page as the searched text):

4 results
1. Homer, Iliad, 24, 22 (8th cent. BCE - 7th cent. BCE)

2. Homer, Odyssey, 13.222, 22.45-22.59, 22.61-22.64 (8th cent. BCE - 7th cent. BCE)

3. Apollonius of Rhodes, Argonautica, 1.609-1.909 (3rd cent. BCE - 3rd cent. BCE)

1.609. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν 1.610. νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 1.611. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας 1.612. ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν 1.613. τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν 1.614. Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν 1.615. Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 1.616. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι. 1.617. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας 1.618. ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω 1.619. μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 1.620. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 1.621. Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· 1.622. λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι 1.623. αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο 1.624. πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν 1.625. νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 1.626. νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. 1.627. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν 1.628. τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας 1.629. ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων 1.630. οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 1.631. ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον 1.632. δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. 1.633. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ 1.634. αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης 1.635. δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο 1.636. Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν 1.637. Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια 1.638. δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο 1.639. ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. 1.640. τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν 1.641. Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι 1.642. ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο 1.643. σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων 1.644. ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος 1.645. δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· 1.646. ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται 1.647. ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς 1.648. ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους 1.649. Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; 1.650. ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας 1.651. ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ 1.652. πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. 1.653. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι 1.654. εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. 1.655. καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο 1.656. αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν· 1.657. ‘Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν 1.658. ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας 1.659. ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων 1.660. μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες 1.661. ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται 1.662. βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν 1.663. θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν. 1.664. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· 1.665. ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη 1.666. ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.’ 1.667. ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο 1.668. λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ 1.669. γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν 1.670. βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. 1.671. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο 1.672. ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. 1.673. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν 1.674. ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν· 1.675. ‘δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ 1.676. πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. 1.677. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο 1.678. αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος 1.679. δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται; 1.680. ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. 1.681. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω 1.682. μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει 1.683. εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες 1.684. κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. 1.685. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις 1.686. αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις 1.687. γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον 1.688. καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; 1.689. ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν 1.690. κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη 1.691. γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν 1.692. αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. 1.693. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. 1.694. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή 1.695. εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν 1.696. ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.’ 1.697. ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν 1.698. μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο 1.699. Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· 1.700. ‘εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή 1.701. ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’ 1.702. ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· 1.703. ‘ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα 1.704. ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει 1.705. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· 1.706. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν 1.707. κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’ 1.708. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι. 1.709. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον 1.710. χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε 1.711. πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας· 1.712. ‘κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν 1.713. Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν 1.714. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· 1.715. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε 1.716. κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’ 1.717. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος. 1.718. Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος 1.719. τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε 1.720. πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. 1.721. αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον 1.722. δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν 1.723. Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς 1.724. Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. 1.725. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα 1.726. ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. 1.727. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο 1.728. ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ 1.729. τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. 1.730. ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ 1.731. Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη 1.732. παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον 1.733. ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον 1.734. σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. 1.735. ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ 1.736. Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη 1.737. κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους 1.738. ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν 1.739. οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· 1.740. Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων 1.741. ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη 1.742. ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια 1.743. Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου 1.744. πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος 1.745. νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως 1.746. χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι. 1.747. ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν 1.748. Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· 1.749. οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι 1.750. ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν 1.751. ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας. 1.752. ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. 1.753. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων 1.754. ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· 1.755. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους 1.756. σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς 1.757. ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο 1.758. πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. 1.759. ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο 1.760. βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης 1.761. μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε 1.762. δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. 1.763. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ 1.764. εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς. 1.765. κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν 1.766. ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι 1.767. βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο. 1.768. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. 1.769. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη 1.770. Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν 1.771. πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι 1.772. τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην 1.773. δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. 1.774. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος 1.775. ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν 1.776. νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα 1.777. καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει 1.778. καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο 1.779. παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος 1.780. ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· 1.781. τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως. 1.782. καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν 1.783. δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες 1.784. γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας 1.785. νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν 1.786. Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι 1.787. δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. 1.788. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι 1.789. ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα 1.790. ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα 1.791. παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε 1.792. αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν· 1.793. ‘ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων 1.794. ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ 1.795. ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο 1.796. πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν 1.797. ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί. 1.798. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν 1.799. τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν 1.800. δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους 1.801. ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις 1.802. δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις 1.803. Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. 1.804. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων 1.805. ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· 1.806. αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον 1.807. σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις 1.808. ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ 1.809. πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα 1.810. γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. 1.811. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν 1.812. μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. 1.813. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός 1.814. εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο 1.815. μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς 1.816. λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· 1.817. οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ. 1.818. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν 1.819. ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· 1.820. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος 1.821. ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις 1.822. δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ 1.823. αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. 1.824. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο 1.825. ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ 1.826. Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. 1.827. τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι 1.828. ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα 1.829. πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω 1.830. γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων 1.831. νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. 1.832. ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες 1.833. μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.’ 1.834. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη 1.835. ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν 1.836. ‘Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν 1.837. χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. 1.838. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα 1.839. ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω 1.840. σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων 1.841. χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’ 1.842. ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω 1.843. βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι 1.844. μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων 1.845. ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις 1.846. ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι 1.847. μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν 1.848. τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· 1.849. καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον 1.850. ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν 1.851. Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις 1.852. ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. 1.853. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο 1.854. Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος 1.855. Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 1.856. αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. 1.857. αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει 1.858. καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων 1.859. ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν 1.860. Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 1.861. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν 1.862. ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες 1.863. εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν 1.864. Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν· 1.865. ‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει 1.866. ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν 1.867. κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν 1.868. ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; 1.869. οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν 1.870. ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 1.871. αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. 1.872. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις 1.873. Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον 1.874. παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’ 1.875. ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη 1.876. ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· 1.877. ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι 1.878. σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν. 1.879. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι 1.880. πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 1.881. ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον 1.882. καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε 1.883. ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο 1.884. χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον 1.885. εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. 1.886. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα 1.887. Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· 1.888. ‘Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις 1.889. χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα 1.890. αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος 1.891. σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω 1.892. δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. 1.893. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις 1.894. ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν 1.895. σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. 1.896. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη 1.897. Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι 1.898. πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’ 1.899. τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· 1.900. ‘Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο 1.901. ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω 1.902. ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι 1.903. ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. 1.904. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι 1.905. τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι 1.906. πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ 1.907. πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε 1.908. τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος 1.909. σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’
4. Vergil, Aeneis, 1.35, 2.679-2.704, 3.95-3.97, 3.100-3.101, 3.245-3.258, 3.388-3.395, 5.75, 6.89, 7.1-7.121, 7.123-7.161, 7.170-7.191, 7.203-7.211, 7.219-7.221, 7.234-7.235, 7.237, 7.240-7.242, 7.249-7.258, 7.266-7.268, 7.270, 7.280-7.281, 7.286-7.414, 8.36-8.37, 8.41-8.48, 10.2-10.3, 11.234-11.235, 12.931-12.938, 12.947-12.949 (1st cent. BCE - 1st cent. BCE)

1.35. what long and unavailing strife she waged 2.679. on Priam fell? Now when his anguish saw 2.680. his kingdom lost and fallen, his abode 2.681. hattered, and in his very hearth and home 2.682. th' exulting foe, the aged King did bind 2.683. his rusted armor to his trembling thews,— 2.684. all vainly,— and a useless blade of steel 2.685. he girded on; then charged, resolved to die 2.686. encircled by the foe. Within his walls 2.687. there stood, beneath the wide and open sky 2.688. a lofty altar; an old laurel-tree 2.689. leaned o'er it, and enclasped in holy shade 2.690. the statues of the tutelary powers. 2.691. Here Hecuba and all the princesses 2.692. took refuge vain within the place of prayer. 2.693. Like panic-stricken doves in some dark storm 2.694. close-gathering they sate, and in despair 2.695. embraced their graven gods. But when the Queen 2.696. aw Priam with his youthful harness on 2.697. “What frenzy, O my wretched lord,” she cried 2.698. “Arrayed thee in such arms? O, whither now? 2.699. Not such defences, nor such arm as thine 2.700. the time requires, though thy companion were 2.701. our Hector's self. O, yield thee, I implore! 2.702. This altar now shall save us one and all 2.703. or we must die together.” With these words 2.704. he drew him to her side, and near the shrine 3.95. Our Ilian women wailed with loosened hair; 3.96. new milk was sprinkled from a foaming cup 3.97. and from the shallow bowl fresh blood out-poured 3.245. our true abode can be; for Dardanus 3.246. was cradled there, and old Iasius 3.247. their blood the oldest of our ancient line. 3.248. Arise! go forth and cheer thy father gray 3.249. with the glad tidings! Bid him doubt no more! 3.250. Ausonia seek and Corythus; for Jove 3.251. denies this Cretan realm to thine and thee.” 3.252. I marvelled at the heavenly presences 3.253. o vocal and so bright, for 't was not sleep; 3.254. but face to face I deemed I could discern 3.255. each countece august and holy brow 3.256. each mantled head; and from my body ran 3.257. cold sweat of awe. From my low couch I sprang 3.258. lifting to heaven my suppliant hands and prayer 3.388. the little port and town. Our weary fleet 3.390. So, safe at land, our hopeless peril past 3.391. we offered thanks to Jove, and kindled high 3.392. his altars with our feast and sacrifice; 3.393. then, gathering on Actium 's holy shore 3.394. made fair solemnities of pomp and game. 3.395. My youth, anointing their smooth, naked limbs 5.75. without divine intent and heavenly power 6.89. (Which asks no kingdom save what Fate decrees) 7.1. One more immortal name thy death bequeathed 7.2. Nurse of Aeneas, to Italian shores 7.3. Caieta ; there thy honor hath a home; 7.4. Thy bones a name: and on Hesperia's breast 7.5. Their proper glory. When Aeneas now 7.6. The tribute of sepulchral vows had paid 7.7. Beside the funeral mound, and o'er the seas 7.8. Stillness had fallen, he flung forth his sails 7.9. And leaving port pursued his destined way. 7.10. Freshly the night-winds breathe; the cloudless moon 7.11. Outpours upon his path unstinted beam 7.12. And with far-trembling glory smites the sea. 7.13. Close to the lands of Circe soon they fare 7.14. Where the Sun's golden daughter in far groves 7.15. Sounds forth her ceaseless song; her lofty hall 7.16. Is fragrant every night with flaring brands 7.17. of cedar, giving light the while she weaves 7.18. With shrill-voiced shuttle at her linens fine. 7.19. From hence are heard the loud lament and wrath 7.20. of lions, rebels to their linked chains 7.21. And roaring all night long; great bristly boars 7.22. And herded bears, in pinfold closely kept 7.23. Rage horribly, and monster-wolves make moan; 7.24. Whom the dread goddess with foul juices strong 7.25. From forms of men drove forth, and bade to wear 7.26. the mouths and maws of beasts in Circe's thrall. 7.27. But lest the sacred Trojans should endure 7.28. uch prodigy of doom, or anchor there 7.29. on that destroying shore, kind Neptune filled 7.30. their sails with winds of power, and sped them on 7.32. Now morning flushed the wave, and saffron-garbed 7.33. Aurora from her rose-red chariot beamed 7.34. in highest heaven; the sea-winds ceased to stir; 7.35. a sudden calm possessed the air, and tides 7.36. of marble smoothness met the laboring oar. 7.37. Then, gazing from the deep, Aeneas saw 7.38. a stretch of groves, whence Tiber 's smiling stream 7.39. its tumbling current rich with yellow sands 7.40. burst seaward forth: around it and above 7.41. hore-haunting birds of varied voice and plume 7.42. flattered the sky with song, and, circling far 7.43. o'er river-bed and grove, took joyful wing. 7.44. Thither to landward now his ships he steered 7.46. Hail, Erato! while olden kings and thrones 7.47. and all their sequent story I unfold! 7.48. How Latium 's honor stood, when alien ships 7.49. brought war to Italy, and from what cause 7.50. the primal conflict sprang, O goddess, breathe 7.51. upon thy bard in song. Dread wars I tell 7.52. array of battle, and high-hearted kings 7.53. thrust forth to perish, when Etruria's host 7.54. and all Hesperia gathered to the fray. 7.55. Events of grander march impel my song 7.56. and loftier task I try. Latinus, then 7.57. an aged king, held long-accepted sway 7.58. o'er tranquil vales and towns. He was the son 7.59. of Faunus, so the legend tells, who wed 7.60. the nymph Marica of Laurentian stem. 7.61. Picus was Faunus' father, whence the line 7.62. to Saturn's Ioins ascends. O heavenly sire 7.63. from thee the stem began! But Fate had given 7.64. to King Latinus' body no heirs male: 7.65. for taken in the dawning of his day 7.66. his only son had been; and now his home 7.67. and spacious palace one sole daughter kept 7.68. who was grown ripe to wed and of full age 7.69. to take a husband. Many suitors tried 7.70. from all Ausonia and Latium 's bounds; 7.71. but comeliest in all their princely throng 7.72. came Turnus, of a line of mighty sires. 7.73. Him the queen mother chiefly loved, and yearned 7.74. to call him soon her son. But omens dire 7.75. and menaces from Heaven withstood her will. 7.76. A laurel-tree grew in the royal close 7.77. of sacred leaf and venerated age 7.78. which, when he builded there his wall and tower 7.79. Father Latinus found, and hallowed it 7.80. to Phoebus' grace and power, wherefrom the name 7.81. Laurentian, which his realm and people bear. 7.82. Unto this tree-top, wonderful to tell 7.83. came hosts of bees, with audible acclaim 7.84. voyaging the stream of air, and seized a place 7.85. on the proud, pointing crest, where the swift swarm 7.86. with interlacement of close-clinging feet 7.87. wung from the leafy bough. “Behold, there comes,” 7.88. the prophet cried, “a husband from afar! 7.89. To the same region by the self-same path 7.90. behold an arm'd host taking lordly sway 7.91. upon our city's crown!” Soon after this 7.92. when, coming to the shrine with torches pure 7.93. Lavinia kindled at her father's side 7.94. the sacrifice, swift seemed the flame to burn 7.95. along her flowing hair—O sight of woe! 7.96. Over her broidered snood it sparkling flew 7.97. lighting her queenly tresses and her crown 7.98. of jewels rare: then, wrapt in flaming cloud 7.99. from hall to hall the fire-god's gift she flung. 7.100. This omen dread and wonder terrible 7.101. was rumored far: for prophet-voices told 7.102. bright honors on the virgin's head to fall 7.104. The King, sore troubled by these portents, sought 7.105. oracular wisdom of his sacred sire 7.106. Faunus, the fate-revealer, where the groves 7.107. tretch under high Albunea, and her stream 7.108. roars from its haunted well, exhaling through 7.109. vast, gloomful woods its pestilential air. 7.110. Here all Oenotria's tribes ask oracles 7.111. in dark and doubtful days: here, when the priest 7.112. has brought his gifts, and in the night so still 7.113. couched on spread fleeces of the offered flock 7.114. awaiting slumber lies, then wondrously 7.115. a host of flitting shapes he sees, and hears 7.116. voices that come and go: with gods he holds 7.117. high converse, or in deep Avernian gloom 7.118. parleys with Acheron. Thither drew near 7.119. Father Latinus, seeking truth divine. 7.120. Obedient to the olden rite, he slew 7.121. a hundred fleecy sheep, and pillowed lay 7.123. out of the lofty forest met his prayer. 7.124. “Seek not in wedlock with a Latin lord 7.125. to join thy daughter, O my son and seed! 7.126. Beware this purposed marriage! There shall come 7.127. ons from afar, whose blood shall bear our name 7.128. tarward; the children of their mighty loins 7.129. as far as eve and morn enfold the seas 7.130. hall see a subject world beneath their feet 7.131. ubmissive lie.” This admonition given 7.132. Latinus hid not. But on restless wing 7.133. rumor had spread it, when the men of Troy 7.134. along the river-bank of mounded green 7.135. their fleet made fast. Aeneas and his chiefs 7.136. with fair Iulus, under spreading boughs 7.137. of one great tree made resting-place, and set 7.138. the banquet on. Thin loaves of altar-bread 7.139. along the sward to bear their meats were laid 7.140. (such was the will of Jove), and wilding fruits 7.141. rose heaping high, with Ceres' gift below. 7.142. Soon, all things else devoured, their hunger turned 7.143. to taste the scanty bread, which they attacked 7.144. with tooth and nail audacious, and consumed 7.145. both round and square of that predestined leaven. 7.146. “Look, how we eat our tables even!” cried 7.147. Iulus, in a jest. Such was the word 7.148. which bade their burdens fall. From his boy's lip 7.149. the father caught this utterance of Fate 7.150. ilent with wonder at the ways of Heaven; 7.151. then swift he spoke: “Hail! O my destined shore 7.152. protecting deities of Ilium, hail! 7.153. Here is our home, our country here! This day 7.154. I publish the mysterious prophecy 7.155. by Sire Anchises given: ‘My son,’ said he 7.156. ‘When hunger in strange lands shall bid devour 7.157. the tables of thy banquet gone, then hope 7.158. for home, though weary, and take thought to build 7.159. a dwelling and a battlement.’ Behold! 7.160. This was our fated hunger! This last proof 7.161. will end our evil days. Up, then! For now 7.170. eldest of names divine; the Nymphs he called 7.171. and river-gods unknown; his voice invoked 7.172. the night, the omen-stars through night that roll. 7.173. Jove, Ida's child, and Phrygia 's fertile Queen: 7.174. he called his mother from Olympian skies 7.175. and sire from Erebus. Lo, o'er his head 7.176. three times unclouded Jove omnipotent 7.177. in thunder spoke, and, with effulgent ray 7.178. from his ethereal tract outreaching far 7.179. hook visibly the golden-gleaming air. 7.180. Swift, through the concourse of the Trojans, spread 7.181. news of the day at hand when they should build 7.182. their destined walls. So, with rejoicing heart 7.183. at such vast omen, they set forth a feast 7.184. with zealous emulation, ranging well 7.186. Soon as the morrow with the lamp of dawn 7.187. looked o'er the world, they took their separate ways 7.188. exploring shore and towns; here spread the pools 7.189. and fountain of Numicius; here they see 7.190. the river Tiber, where bold Latins dwell. 7.191. Anchises' son chose out from his brave band 7.204. fair youths and striplings in life's early bloom 7.205. course with swift steeds, or steer through dusty cloud 7.206. the whirling chariot, or stretch stout bows 7.207. or hurl the seasoned javelin, or strive 7.208. in boxing-bout and foot-race: one of these 7.209. made haste on horseback to the aged King 7.210. with tidings of a stranger company 7.211. in foreign garb approaching. The good King 7.219. Here kings took sceptre and the fasces proud 7.220. with omens fair; the selfsame sacred place 7.221. was senate-house and temple; here was found 7.234. along the columns: chariots of war 7.235. from foeman taken, axes of round blade 7.237. from city-gates, shields, spears, and beaks of bronze 7.240. girt in scant shift, and bearing on his left 7.241. the sacred oval shield, appeared enthroned 7.242. Picus, breaker of horses, whom his bride 7.249. with brow serene gave greeting as they came: 7.250. “O sons of Dardanus, think not unknown 7.251. your lineage and city! Rumored far 7.252. your venturous voyage has been. What seek ye here? 7.253. What cause, what quest, has brought your barks and you 7.254. o'er the blue waters to Ausonia's hills? 7.255. What way uncharted, or wild stress of storm 7.256. or what that sailors suffer in mid-sea 7.257. unto this river bank and haven bore? 7.258. Doubt not our welcome! We of Latin land 7.266. Once out of Tuscan Corythus he fared; 7.267. but now in golden house among the stars 7.268. he has a throne, and by his altars blest 7.280. boast Jove to be their sire, and our true King 7.281. is of Olympian seed. To thine abode 7.286. that lone wight hears whom earth's remotest isle 7.287. has banished to the Ocean's rim, or he 7.288. whose dwelling is the ample zone that burns 7.289. betwixt the changeful sun-god's milder realms 7.290. far severed from the world. We are the men 7.291. from war's destroying deluge safely borne 7.292. over the waters wide. We only ask 7.293. ome low-roofed dwelling for our fathers' gods 7.294. ome friendly shore, and, what to all is free 7.295. water and air. We bring no evil name 7.296. upon thy people; thy renown will be 7.297. but wider spread; nor of a deed so fair 7.298. can grateful memory die. Ye ne'er will rue 7.299. that to Ausonia's breast ye gathered Troy . 7.300. I swear thee by the favored destinies 7.301. of great Aeneas, by his strength of arm 7.302. in friendship or in war, that many a tribe 7.303. (O, scorn us not, that, bearing olive green 7.304. with suppliant words we come), that many a throne 7.305. has sued us to be friends. But Fate's decree 7.306. to this thy realm did guide. Here Dardanus 7.307. was born; and with reiterate command 7.308. this way Apollo pointed to the stream 7.309. of Tiber and Numicius' haunted spring. 7.310. Lo, these poor tributes from his greatness gone 7.311. Aeneas sends, these relics snatched away 7.312. from Ilium burning: with this golden bowl 7.313. Anchises poured libation when he prayed; 7.314. and these were Priam's splendor, when he gave 7.315. laws to his gathered states; this sceptre his 7.316. this diadem revered, and beauteous pall 7.317. handwork of Asia 's queens.” So ceased to speak 7.318. Ilioneus. But King Latinus gazed 7.319. uswering on the ground, all motionless 7.320. ave for his musing eyes. The broidered pall 7.321. of purple, and the sceptre Priam bore 7.322. moved little on his kingly heart, which now 7.323. pondered of giving to the bridal bed 7.324. his daughter dear. He argues in his mind 7.325. the oracle of Faunus:—might this be 7.326. that destined bridegroom from an alien land 7.327. to share his throne, to get a progeny 7.328. of glorious valor, which by mighty deeds 7.329. hould win the world for kingdom? So at last 7.330. with joyful brow he spoke: “Now let the gods 7.331. our purpose and their own fair promise bless! 7.332. Thou hast, O Trojan, thy desire. Thy gifts 7.333. I have not scorned; nor while Latinus reigns 7.334. hall ye lack riches in my plenteous land 7.335. not less than Trojan store. But where is he 7.336. Aeneas' self? If he our royal love 7.337. o much desire, and have such urgent mind 7.338. to be our guest and friend, let him draw near 7.339. nor turn him from well-wishing looks away! 7.340. My offering and pledge of peace shall be 7.341. to clasp your monarch's hand. Bear back, I pray 7.342. this answer to your King: my dwelling holds 7.343. a daughter, whom with husband of her blood 7.344. great signs in heaven and from my father's tomb 7.345. forbid to wed. A son from alien shores 7.346. they prophesy for Latium 's heir, whose seed 7.347. hall lift our glory to the stars divine. 7.348. I am persuaded this is none but he 7.349. that man of destiny; and if my heart 7.350. be no false prophet, I desire it so.” 7.351. Thus having said, the sire took chosen steeds 7.352. from his full herd, whereof, well-groomed and fair 7.353. three hundred stood within his ample pale. 7.354. of these to every Teucrian guest he gave 7.355. a courser swift and strong, in purple clad 7.356. and broidered housings gay; on every breast 7.357. hung chains of gold; in golden robes arrayed 7.358. they champed the red gold curb their teeth between. 7.359. For offering to Aeneas, he bade send 7.360. a chariot, with chargers twain of seed 7.361. ethereal, their nostrils breathing fire: 7.362. the famous kind which guileful Circe bred 7.363. cheating her sire, and mixed the sun-god's team 7.364. with brood-mares earthly born. The sons of Troy 7.365. uch gifts and greetings from Latinus bearing 7.367. But lo! from Argos on her voyage of air 7.368. rides the dread spouse of Jove. She, sky-enthroned 7.369. above the far Sicilian promontory 7.370. pachynus, sees Dardania's rescued fleet 7.371. and all Aeneas' joy. The prospect shows 7.372. houses a-building, lands of safe abode 7.373. and the abandoned ships. With bitter grief 7.374. he stands at gaze: then with storm-shaken brows 7.375. thus from her heart lets loose the wrathful word: 7.376. “O hated race! O Phrygian destinies — 7.377. to mine forevermore (unhappy me!) 7.378. a scandal and offense! Did no one die 7.379. on Troy 's embattled plain? Could captured slaves 7.380. not be enslaved again? Was Ilium's flame 7.381. no warrior's funeral pyre? Did they walk safe 7.382. through serried swords and congregated fires? 7.383. At last, methought, my godhead might repose 7.384. and my full-fed revenge in slumber lie. 7.385. But nay! Though flung forth from their native land 7.386. I o'er the waves, with enmity unstayed 7.387. dared give them chase, and on that exiled few 7.388. hurled the whole sea. I smote the sons of Troy 7.389. with ocean's power and heaven's. But what availed 7.390. Syrtes, or Scylla, or Charybdis' waves? 7.391. The Trojans are in Tiber ; and abide 7.392. within their prayed-for land delectable 7.393. afe from the seas and me! Mars once had power 7.394. the monstrous Lapithae to slay; and Jove 7.395. to Dian's honor and revenge gave o'er 7.396. the land of Calydon. What crime so foul 7.397. was wrought by Lapithae or Calydon? 7.398. But I, Jove's wife and Queen, who in my woes 7.399. have ventured each bold stroke my power could find 7.400. and every shift essayed,—behold me now 7.401. outdone by this Aeneas! If so weak 7.402. my own prerogative of godhead be 7.403. let me seek strength in war, come whence it will! 7.404. If Heaven I may not move, on Hell I call. 7.405. To bar him from his Latin throne exceeds 7.406. my fated power. So be it! Fate has given 7.407. Lavinia for his bride. But long delays 7.408. I still can plot, and to the high event 7.409. deferment and obstruction. I can smite 7.410. the subjects of both kings. Let sire and son 7.411. buy with their people's blood this marriage-bond! 7.412. Let Teucrian and Rutulian slaughter be 7.413. thy virgin dower, and Bellona's blaze 7.414. light thee the bridal bed! Not only teemed 8.36. all shapes of beast or bird, the wide world o'er 8.37. lay deep in slumber. So beneath the arch 8.41. his body to its Iong-delayed repose. 8.42. There, 'twixt the poplars by the gentle stream 8.43. the River-Father, genius of that place 8.44. old Tiberinus visibly uprose; 8.45. a cloak of gray-green lawn he wore, his hair 8.46. o'erhung with wreath of reeds. In soothing words 8.48. “Seed of the gods! who bringest to my shore 10.2. threw wide its portals, and in conclave fair 10.3. the Sire of gods and King of all mankind 11.234. can bid me live. Then let thy sword repay 11.235. its debt to sire and son by Turnus slain! 12.931. o through the scattered legions Turnus ran 12.932. traight to the city walls, where all the ground 12.933. was drenched with blood, and every passing air 12.934. hrieked with the noise of spears. His lifted hand 12.935. made sign of silence as he loudly called: 12.936. “Refrain, Rutulians! O ye Latins all 12.937. your spears withhold! The issue of the fray 12.938. is all my own. I only can repair 12.947. or sovereign Apennine that lifts in air 12.948. his forehead of triumphant snow. All eyes 12.949. of Troy, Rutulia, and Italy


Subjects of this text:

subject book bibliographic info
achilles Keith and Myers, Vergil and Elegy (2023) 86
aeneas, italianisation of Cairns, Virgil's Augustan Epic (1989) 119
aeneas, kingship of Cairns, Virgil's Augustan Epic (1989) 58
aeneas, reader Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
aeneas Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244; Keith and Myers, Vergil and Elegy (2023) 86; Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
alcinous Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
ambassadors Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
anchises, confused with celaeno Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
anchises Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244; Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
apollonius of rhodes, argonautica Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
arete, queen of scheria Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
ascanius Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
athena Keith and Myers, Vergil and Elegy (2023) 86
augury Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
augustus Cairns, Virgil's Augustan Epic (1989) 58
carthage Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
celaeno Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244; Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
choice Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
colonization Keith and Myers, Vergil and Elegy (2023) 86
councils Cairns, Virgil's Augustan Epic (1989) 58
creusa Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
dido Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244
elegy, erotic Keith and Myers, Vergil and Elegy (2023) 86
emotions, confidence Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
emotions Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
epic Keith and Myers, Vergil and Elegy (2023) 86
faunus Cairns, Virgil's Augustan Epic (1989) 119
games Cairns, Virgil's Augustan Epic (1989) 58
gods Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
hector Keith and Myers, Vergil and Elegy (2023) 86
helenus Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
home Keith and Myers, Vergil and Elegy (2023) 86
homecoming Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
homer, iliad Keith and Myers, Vergil and Elegy (2023) 86
homer, odyssey Keith and Myers, Vergil and Elegy (2023) 86
hypsipyle Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
intertextuality, imitation Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
intertextuality, interruption Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
intertextuality, window reference (two-tier allusion) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
intertextuality Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
italy Cairns, Virgil's Augustan Epic (1989) 58; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
ithaca Keith and Myers, Vergil and Elegy (2023) 86
iulus Keith and Myers, Vergil and Elegy (2023) 86
juno Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
jupiter, in the aeneid Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
kings Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244
latinus Cairns, Virgil's Augustan Epic (1989) 119; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
latium Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244; Keith and Myers, Vergil and Elegy (2023) 86
lavinia Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244; Keith and Myers, Vergil and Elegy (2023) 86; Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
marriage Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141, 244
medea Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
memory, remembering, etc. Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
migration Keith and Myers, Vergil and Elegy (2023) 86
monstrum Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
narrative structure of aeneid Cairns, Virgil's Augustan Epic (1989) 58
nausicaa Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
nostos Keith and Myers, Vergil and Elegy (2023) 86
odysseus Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141; Keith and Myers, Vergil and Elegy (2023) 86
patria Keith and Myers, Vergil and Elegy (2023) 86
phaeacians Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
plots, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
plots, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
portents Cairns, Virgil's Augustan Epic (1989) 119
prodigy, in virgil Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
prophecy Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
queen (regina, potnia) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
return Keith and Myers, Vergil and Elegy (2023) 86
romans Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
scheria Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
seafaring Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
sicily Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
sidus julium Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
signs Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
souls Keith and Myers, Vergil and Elegy (2023) 86
storm Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
structure, iliadic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
structure, iterative Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
structure, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
structure, symmetical Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
structure Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
suitors Keith and Myers, Vergil and Elegy (2023) 86
tellus Fantham, Latin Poets and Italian Gods (2009) 51
third ways Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
tiber Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244
tiberinus Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
trojans Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 244; Keith and Myers, Vergil and Elegy (2023) 86; Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
troy Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
turnus Cairns, Virgil's Augustan Epic (1989) 119; Keith and Myers, Vergil and Elegy (2023) 86
uates' Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
underworld Keith and Myers, Vergil and Elegy (2023) 86
vergil, aeneid, intertextual identity, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
vergil, aeneid, intertextual identity, homeric Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 141
vergil, aeneid Keith and Myers, Vergil and Elegy (2023) 86
virgil Santangelo, Roman Frugality: Modes of Moderation from the Archaic Age to the Early Empire and Beyond (2013) 232
women, in antiquity, viewpoints Cairns, Virgil's Augustan Epic (1989) 119