Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



11049
Valerius Flaccus Gaius, Argonautica, 7.26-7.27
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

6 results
1. Homer, Odyssey, 19.508-19.517 (8th cent. BCE - 7th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 3.304-3.448, 3.744-3.760, 3.915-3.946, 3.1194-3.1224, 3.1248-3.1255, 3.1268-3.1277, 3.1347-3.1348, 4.75-4.81, 4.338-4.349, 4.1058-4.1072 (3rd cent. BCE - 3rd cent. BCE)

3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.744. νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ 3.745. ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος 3.746. ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης 3.751. ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. 3.752. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν 3.753. δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν 3.754. φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. 3.755. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν 3.756. ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη 3.757. ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι 3.758. ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα 3.759. ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα· 3.760. ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. 3.915. ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν 3.916. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος 3.917. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν 3.918. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. 3.919. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν 3.920. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων 3.921. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν 3.922. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ 3.923. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. 3.924. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι 3.925. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 3.926. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. 3.927. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ 3.928. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα 3.929. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. 3.930. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 3.931. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· 3.932. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν 3.933. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν 3.934. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο 3.935. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 3.936. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις 3.937. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’ 3.938. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας 3.939. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· 3.940. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 3.941. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις 3.942. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων 3.943. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. 3.944. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι 3.945. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς 3.946. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’ 3.1194. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 3.1195. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 3.1196. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ 3.1197. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ 3.1198. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα 3.1199. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 3.1200. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 3.1201. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν 3.1202. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν 3.1203. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο 3.1204. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 3.1205. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 3.1206. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. 3.1207. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας 3.1208. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν 3.1209. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους 3.1210. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς 3.1211. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. 3.1212. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα 3.1213. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν 3.1214. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 3.1215. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. 3.1216. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε 3.1217. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. 3.1218. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν 3.1219. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 3.1220. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 3.1221. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς 3.1222. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν 3.1223. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν 3.1224. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. 3.1248. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι 3.1249. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 3.1250. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 3.1251. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. 3.1252. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας 3.1253. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ 3.1254. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 3.1255. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 3.1268. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων 3.1269. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 3.1270. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 3.1271. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν 3.1272. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα 3.1273. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος 3.1274. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 3.1275. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων 3.1276. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν 3.1277. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. 3.1347. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι 3.1348. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. 4.1058. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα 4.1059. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 4.1060. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος 4.1061. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. 4.1062. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει 4.1063. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα 4.1064. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 4.1065. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 4.1066. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ 4.1067. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. 4.1068. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν 4.1069. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 4.1070. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 4.1071. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην 4.1072. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
3. Silius Italicus, Punica, 8.209 (1st cent. CE - 2nd cent. CE)

4. Statius, Siluae, 1.6.93-1.6.97, 3.5.1-3.5.2, 3.5.31-3.5.35, 5.4 (1st cent. CE - 1st cent. CE)

5. Statius, Thebais, 12.222-12.446 (1st cent. CE - 1st cent. CE)

6. Valerius Flaccus Gaius, Argonautica, 3.517-3.525, 3.545-3.564, 3.567, 6.752-6.760, 7.1-7.25, 7.27, 7.32-7.100, 7.128-7.140, 7.143-7.144, 7.198-7.209, 7.257-7.287, 7.593, 7.614-7.615, 8.385-8.404 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
aeetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183, 227
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183, 227
antigone Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
apollonius rhodius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
argia Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
argus (argonaut) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
circe Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
civil war Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
claudia, wife of statius Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
dido Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183, 227
hera (see also juno) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
insomnia, and festivities Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
insomnia, and poetics Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
insomnia, autobiographical Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
insomnia, in silius italicus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
insomnia, in statius Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
insomnia, in valerius flaccus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
lucan Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
medea Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183, 227
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
nausicaa Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
penelope Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
perses Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
pharsalus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
pompey Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
sleep / sleep, and poetics Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
suicide' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
telamon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
thetis Augoustakis, Flavian Poetry and its Greek Past (2014) 26
turnus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
venus (see also aphrodite) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183
virgil Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 183