Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



11049
Valerius Flaccus Gaius, Argonautica, 1.348-1.349
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

2 results
1. Apollonius of Rhodes, Argonautica, 1.20-1.233, 1.278-1.282, 4.1458-4.1484 (3rd cent. BCE - 3rd cent. BCE)

1.20. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην 1.21. ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν 1.22. πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. 1.23. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ 1.24. Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα 1.25. Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι 1.26. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας 1.27. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. 1.28. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς 1.29. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 1.30. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ 1.31. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. 1.32. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων 1.33. Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας 1.34. δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. 1.35. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης 1.36. γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο 1.37. Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων 1.38. ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς 1.39. ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. 1.40. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν 1.41. Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων 1.42. ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο 1.43. ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη 1.44. γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. 1.45. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο 1.46. μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν 1.47. Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει 1.48. πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. 1.49. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων 1.50. μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. 1.51. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο 1.52. υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων 1.53. τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν 1.54. Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν 1.55. Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· 1.56. τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. 1.57. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος 1.58. Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. 1.59. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ 1.60. Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων 1.61. ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες 1.62. οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· 1.63. ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης 1.64. θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 1.65. ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων 1.66. Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· 1.67. ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης 1.68. Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. 1.69. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος 1.70. ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. 1.71. εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης 1.72. υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· 1.73. ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης 1.74. Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς 1.75. ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν 1.76. εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. 1.77. αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος 1.78. πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν 1.79. νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν 1.80. αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων 1.81. πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι 1.82. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν 1.83. ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο 1.84. τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο 1.85. μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. 1.86. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο 1.87. Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες 1.88. Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο 1.89. δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. 1.90. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω 1.91. οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν 1.92. Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν 1.93. ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· 1.94. Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. 1.95. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης 1.96. παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. 1.97. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους 1.98. γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. 1.99. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 1.100. πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. 1.101. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο 1.102. Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν 1.103. Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω 1.104. ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. 1.105. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον 1.106. Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι 1.107. κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας 1.108. καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. 1.109. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον 1.110. ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν. 1.111. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος 1.112. τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. 1.113. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν 1.114. ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. 1.115. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν 1.116. ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι 1.117. πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. 1.118. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος 1.119. ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ 1.120. Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν 1.121. Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. 1.122. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος 1.123. πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. 1.124. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων 1.125. νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας 1.126. τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς 1.127. φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος 1.128. τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν 1.129. δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· 1.130. αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος 1.131. ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων 1.132. πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. 1.133. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη 1.134. Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· 1.135. Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα 1.136. Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη. 1.137. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα 1.138. Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. 1.139. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον 1.140. Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν 1.141. ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. 1.142. οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς 1.143. γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν 1.144. Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν 1.145. οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι. 1.146. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη 1.147. Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων 1.148. Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο 1.149. τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν 1.150. νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. 1.151. οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας 1.152. Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ 1.153. ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο 1.154. ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον 1.155. ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι. 1.156. σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι 1.157. πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο 1.158. Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν 1.159. δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο 1.160. μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. 1.161. καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν 1.162. οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον 1.163. υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν 1.164. Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν 1.165. τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη 1.166. γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι 1.167. παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. 1.168. βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε 1.169. δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 1.170. πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ 1.171. αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. 1.172. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο 1.173. ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν 1.174. ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν 1.175. αὐτόν??τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. 1.176. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες 1.177. Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης 1.178. πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο. 1.179. Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν 1.180. τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων 1.181. Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη. 1.182. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν 1.183. οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις 1.184. ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. 1.185. καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· 1.186. ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο 1.187. νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης 1.188. παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω 1.189. ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο. 1.190. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος 1.191. ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε 1.192. Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε 1.193. μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς 1.194. ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· 1.195. ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον 1.196. ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω 1.197. νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον 1.198. αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. 1.199. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι 1.200. εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι 1.201. Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι. 1.202. σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο 1.203. Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο· 1.204. τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη 1.205. ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν 1.206. πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων. 1.207. ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο 1.208. Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν 1.209. ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων 1.210. ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. 1.211. Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο 1.212. οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια 1.213. ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε 1.214. Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν 1.215. Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. 1.216. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην 1.217. κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο 1.218. λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. 1.219. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς 1.220. σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι 1.221. χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις 1.222. κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα 1.223. κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. 1.224. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος 1.225. ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος 1.226. μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· 1.227. ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. 1.228. τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. 1.229. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 1.230. κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν 1.231. οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο 1.232. ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ 1.233. Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. 1.278. ‘αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσα 1.279. δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν 1.280. αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι 1.281. ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν 1.282. τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ 4.1463. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισιν 4.1477. τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γʼ Ἡρακλῆα 4.1478. μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς 4.1479. τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην 4.1480. ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.
2. Valerius Flaccus Gaius, Argonautica, 1.188-1.249, 1.252-1.253, 1.255-1.270, 1.277-1.293, 1.302-1.310, 1.320-1.322, 1.342-1.347, 1.349, 1.369, 1.436-1.440, 1.763-1.766, 1.788-1.822 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
aeson Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
alcimede Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
apollonius rhodius, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
apollonius rhodius, male and female Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
apollonius rhodius, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
calais Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
canthus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
castor Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
catalogue Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
civil war' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
colchis Augoustakis, Flavian Poetry and its Greek Past (2014) 76; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
echion Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
euphemus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
evander Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
hercules Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
homer Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
idmon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
jason Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
lynceus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
nestor Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
orpheus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
pallas, son of evander Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
philoctetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
phrixus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75
pollux Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
polyphemus (argonaut) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
silence Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
speech, collective Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
tiphys Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
tydeus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213
valerius flaccus, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
valerius flaccus, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 75, 76
zetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 213