Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



11049
Valerius Flaccus Gaius, Argonautica, 1.107-1.112
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

9 results
1. Homer, Odyssey, 6 (8th cent. BCE - 7th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 1.20-1.233, 1.332-1.349, 1.989-1.1011, 1.1211-1.1218, 1.1317-1.1320, 1.1347-1.1348 (3rd cent. BCE - 3rd cent. BCE)

1.20. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην 1.21. ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν 1.22. πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. 1.23. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ 1.24. Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα 1.25. Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι 1.26. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας 1.27. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. 1.28. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς 1.29. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 1.30. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ 1.31. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. 1.32. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων 1.33. Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας 1.34. δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. 1.35. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης 1.36. γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο 1.37. Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων 1.38. ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς 1.39. ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. 1.40. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν 1.41. Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων 1.42. ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο 1.43. ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη 1.44. γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. 1.45. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο 1.46. μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν 1.47. Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει 1.48. πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. 1.49. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων 1.50. μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. 1.51. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο 1.52. υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων 1.53. τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν 1.54. Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν 1.55. Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· 1.56. τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. 1.57. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος 1.58. Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. 1.59. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ 1.60. Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων 1.61. ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες 1.62. οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· 1.63. ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης 1.64. θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 1.65. ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων 1.66. Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· 1.67. ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης 1.68. Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. 1.69. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος 1.70. ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. 1.71. εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης 1.72. υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· 1.73. ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης 1.74. Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς 1.75. ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν 1.76. εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. 1.77. αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος 1.78. πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν 1.79. νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν 1.80. αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων 1.81. πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι 1.82. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν 1.83. ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο 1.84. τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο 1.85. μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. 1.86. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο 1.87. Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες 1.88. Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο 1.89. δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. 1.90. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω 1.91. οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν 1.92. Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν 1.93. ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· 1.94. Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. 1.95. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης 1.96. παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. 1.97. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους 1.98. γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. 1.99. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 1.100. πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. 1.101. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο 1.102. Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν 1.103. Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω 1.104. ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. 1.105. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον 1.106. Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι 1.107. κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας 1.108. καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. 1.109. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον 1.110. ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν. 1.111. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος 1.112. τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. 1.113. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν 1.114. ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. 1.115. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν 1.116. ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι 1.117. πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. 1.118. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος 1.119. ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ 1.120. Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν 1.121. Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. 1.122. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος 1.123. πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. 1.124. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων 1.125. νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας 1.126. τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς 1.127. φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος 1.128. τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν 1.129. δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· 1.130. αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος 1.131. ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων 1.132. πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. 1.133. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη 1.134. Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· 1.135. Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα 1.136. Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη. 1.137. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα 1.138. Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. 1.139. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον 1.140. Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν 1.141. ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. 1.142. οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς 1.143. γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν 1.144. Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν 1.145. οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι. 1.146. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη 1.147. Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων 1.148. Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο 1.149. τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν 1.150. νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. 1.151. οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας 1.152. Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ 1.153. ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο 1.154. ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον 1.155. ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι. 1.156. σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι 1.157. πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο 1.158. Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν 1.159. δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο 1.160. μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. 1.161. καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν 1.162. οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον 1.163. υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν 1.164. Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν 1.165. τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη 1.166. γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι 1.167. παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. 1.168. βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε 1.169. δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 1.170. πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ 1.171. αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. 1.172. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο 1.173. ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν 1.174. ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν 1.175. αὐτόν??τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. 1.176. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες 1.177. Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης 1.178. πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο. 1.179. Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν 1.180. τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων 1.181. Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη. 1.182. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν 1.183. οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις 1.184. ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. 1.185. καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· 1.186. ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο 1.187. νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης 1.188. παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω 1.189. ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο. 1.190. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος 1.191. ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε 1.192. Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε 1.193. μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς 1.194. ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· 1.195. ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον 1.196. ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω 1.197. νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον 1.198. αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. 1.199. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι 1.200. εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι 1.201. Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι. 1.202. σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο 1.203. Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο· 1.204. τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη 1.205. ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν 1.206. πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων. 1.207. ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο 1.208. Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν 1.209. ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων 1.210. ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. 1.211. Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο 1.212. οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια 1.213. ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε 1.214. Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν 1.215. Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. 1.216. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην 1.217. κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο 1.218. λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. 1.219. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς 1.220. σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι 1.221. χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις 1.222. κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα 1.223. κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. 1.224. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος 1.225. ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος 1.226. μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· 1.227. ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. 1.228. τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. 1.229. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 1.230. κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν 1.231. οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο 1.232. ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ 1.233. Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. 1.332. ‘ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν 1.333. --πάντα γὰρ εὖ κατὰ κόσμον--ἐπαρτέα κεῖται ἰοῦσιν. 1.334. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι 1.335. ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. 1.336. ἀλλά, φίλοι,--ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω 1.337. ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι-- 1.338. τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε 1.339. ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο 1.340. νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.’ 1.341. ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα 1.342. ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ 1.343. σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο 1.344. δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε· 1.345. ‘μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε 1.346. πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. 1.347. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.’ 1.348. ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν 1.349. Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων 1.989. Γηγενέες δʼ ἑτέρωθεν ἀπʼ οὔρεος ἀίξαντες 1.990. φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς 1.991. πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα. 1.992. ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν 1.993. Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας 1.994. τόξον ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ 1.995. πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον. 1.996. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα 1.997. Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι. 1.998. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες 1.999. πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο 1.1000. γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς 1.1001. ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας 1.1002. ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν. 1.1003. ὡς δʼ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα 1.1004. ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν 1.1005. ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· 1.1006. ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο 1.1007. ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ 1.1008. δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δʼ ὕπερθεν 1.1009. χέρσῳ τεινάμενοι· τοὶ δʼ ἔμπαλιν, αἰγιαλοῖο 1.1010. κράατα μὲν ψαμάθοισι, πόδας δʼ εἰς βένθος ἔρειδον 1.1011. ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι. 1.1211. δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν 1.1212. νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας 1.1213. δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν 1.1214. νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα. 1.1215. ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ 1.1216. Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 1.1217. βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. 1.1218. ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι 1.1317. Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι 1.1318. ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους 1.1319. ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους 1.1320. ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. 1.1347. Εἰλατίδης Πολύφημος· ὁ δʼ Εὐρυσθῆος ἀέθλους 1.1348. αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
3. Ovid, Metamorphoses, 12.210-12.535 (1st cent. BCE - 1st cent. CE)

4. Vergil, Aeneis, 1.490-1.497, 3.474-3.479, 3.485-3.486, 4.477, 7.568, 8.691-8.692, 11.778-11.782, 11.799-11.804 (1st cent. BCE - 1st cent. BCE)

1.490. with face all wondrous pale, and he laid bare 1.491. his heart with dagger pierced, disclosing so 1.492. the blood-stained altar and the infamy 1.493. that darkened now their house. His counsel was 1.494. to fly, self-banished, from her ruined land 1.495. and for her journey's aid, he whispered where 1.496. his buried treasure lay, a weight unknown 1.497. of silver and of gold. Thus onward urged 3.474. not knowing whither? Tell me of the boy 3.475. Ascanius! Still breathes he earthly air? 3.476. In Troy she bore him—is he mourning still 3.477. that mother ravished from his childhood's eyes? 3.478. what ancient valor stirs the manly soul 3.479. of thine own son, of Hector's sister's child?” 3.485. gave guidance to his house, though oft his words 3.486. fell faltering and few, with many a tear. 4.477. of marriage. Had my destiny decreed 7.568. exultant go! Assail the Phrygian chiefs 8.691. let him familiar grow, and reverence thee 8.692. with youthful love and honor. In his train 11.778. this Iove of war had ne'er seduced her mind 11.779. the Teucrians to provoke! So might she be 11.780. one of our wood-nymphs still. But haste, I pray 11.781. for bitter is her now impending doom. 11.782. Descend, dear nymph, from heaven, and explore 11.803. and all the plain burns bright with lifted steel. 11.804. Messapus and swift Latin cavalry
5. Vergil, Georgics, 1.121-1.124 (1st cent. BCE - 1st cent. BCE)

1.121. And heaved its furrowy ridges, turns once more 1.122. Cross-wise his shattering share, with stroke on stroke 1.123. The earth assails, and makes the field his thrall. 1.124. Pray for wet summers and for winters fine
6. Lucan, Pharsalia, 1.678-1.695 (1st cent. CE - 1st cent. CE)

7. Statius, Achilleis, 1.66-1.69, 1.74-1.79, 1.84-1.86, 1.89-1.91, 1.94-1.98, 1.171-1.173, 1.293-1.296, 1.467-1.513, 1.526-1.535 (1st cent. CE - 1st cent. CE)

8. Statius, Thebais, 2.483, 2.487, 2.511-2.512, 2.537, 2.656, 2.668-2.681, 2.688, 2.700, 5.335-5.498 (1st cent. CE - 1st cent. CE)

9. Valerius Flaccus Gaius, Argonautica, 1.1-1.4, 1.34-1.36, 1.91-1.95, 1.97-1.98, 1.108-1.120, 1.149-1.160, 1.164-1.173, 1.211-1.226, 1.369, 1.498-1.500, 1.563-1.567, 1.597-1.692, 2.174, 2.211-2.226, 2.365-2.369, 2.372-2.373, 3.183-3.185, 3.485-3.486, 3.549-3.551, 3.641-3.645, 3.667-3.669, 3.673-3.675, 3.679-3.682, 4.30, 4.75-4.81, 4.89 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
achilles Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212, 335
actium Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 331
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 219; Keith and Myers, Vergil and Elegy (2023) 269, 281
ajax Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
allecto Keith and Myers, Vergil and Elegy (2023) 281
allegory, allegoresis, allegorization, allegorical (exegesis, image, interpretation, reading), and valerius flaccus Konstan and Garani, The Philosophizing Muse: The Influence of Greek Philosophy on Roman Poetry (2014) 273
allegory, allegoresis, allegorization, allegorical (exegesis, image, interpretation, reading), of hercules Konstan and Garani, The Philosophizing Muse: The Influence of Greek Philosophy on Roman Poetry (2014) 273
allusion Keith and Myers, Vergil and Elegy (2023) 270
amor Keith and Myers, Vergil and Elegy (2023) 270
apollo (see also phoebus) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
arcadia Keith and Myers, Vergil and Elegy (2023) 269
argo Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 212
argonauts Keith and Myers, Vergil and Elegy (2023) 269, 270
athena (see also minerva, pallas)\u2003 Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
bacchus (see also dionysus) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
calchas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
carthage Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76
catalogue Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212, 320
centaurs Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 331
chiron Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
deidamia Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
departure Keith and Myers, Vergil and Elegy (2023) 269
diana (see also artemis) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
diomedes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
ekphrasis Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76
elegy, erotic Keith and Myers, Vergil and Elegy (2023) 281
emotions, anger/rage de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
emotions, paternal de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
epic Keith and Myers, Vergil and Elegy (2023) 269, 270, 281
etymology Keith and Myers, Vergil and Elegy (2023) 281
eurystheus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
exempla/exemplar Keith and Myers, Vergil and Elegy (2023) 269, 270
furor Keith and Myers, Vergil and Elegy (2023) 281
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
hera (see also juno) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
heracles/hercules, latin hercules de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
hercules Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 212, 219, 320, 331, 335; Keith and Myers, Vergil and Elegy (2023) 269, 270, 281; Konstan and Garani, The Philosophizing Muse: The Influence of Greek Philosophy on Roman Poetry (2014) 273
hermaphroditus Keith and Myers, Vergil and Elegy (2023) 281
hesione Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219
homer Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212; Keith and Myers, Vergil and Elegy (2023) 269, 270
hunt(ing), erotic Keith and Myers, Vergil and Elegy (2023) 281
hunt(ing) Keith and Myers, Vergil and Elegy (2023) 281
hylas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 212, 331, 335; Keith and Myers, Vergil and Elegy (2023) 269, 270, 281
idmon Keith and Myers, Vergil and Elegy (2023) 269
iulus Keith and Myers, Vergil and Elegy (2023) 270
jason Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76
juno Keith and Myers, Vergil and Elegy (2023) 269, 270, 281
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 212, 320, 335
jupiter Keith and Myers, Vergil and Elegy (2023) 270; Konstan and Garani, The Philosophizing Muse: The Influence of Greek Philosophy on Roman Poetry (2014) 273
jupiter (see also zeus) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320
lapiths Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 331
latium Keith and Myers, Vergil and Elegy (2023) 270
loss Keith and Myers, Vergil and Elegy (2023) 270
lucan Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
marcellus (son of gaius) Keith and Myers, Vergil and Elegy (2023) 270
medea Keith and Myers, Vergil and Elegy (2023) 281
meleager Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219, 335; de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
menoetius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
metalepsis de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
metapoetics de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335; Keith and Myers, Vergil and Elegy (2023) 269
narcissus Keith and Myers, Vergil and Elegy (2023) 281
nausicaa Keith and Myers, Vergil and Elegy (2023) 281
neptune (see also poseidon) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
nestor Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
odysseus Keith and Myers, Vergil and Elegy (2023) 281
odysseus (see also ulysses) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219
oileus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
orpheus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 331
ovid Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212, 331; Keith and Myers, Vergil and Elegy (2023) 281
pallas Keith and Myers, Vergil and Elegy (2023) 270
pallas (see also athena, minerva)\u2003 Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
paris Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
patroclus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212, 335
peleus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
pelias Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212, 320
philoctetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
phoebus (see also apollo) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
pio, giovan battista (johannes baptista pius)\u2003 Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76
prometheus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219, 320
propertius Keith and Myers, Vergil and Elegy (2023) 281
protesilaus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
rape Keith and Myers, Vergil and Elegy (2023) 281
salmacis Keith and Myers, Vergil and Elegy (2023) 281
seneca the younger Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 320, 335
silua Keith and Myers, Vergil and Elegy (2023) 281
simile Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
statius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 331, 335
stoicism Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219
telamon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
thetis Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
tragedy Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 219, 320
troy Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
tydeus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 212
valerius flaccus, argonautica Keith and Myers, Vergil and Elegy (2023) 269, 270
valerius flaccus de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
venus Keith and Myers, Vergil and Elegy (2023) 281
venus (see also aphrodite) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 335
virgil Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 76, 212, 320, 331; de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 595
virtue, (personified) virtue' Konstan and Garani, The Philosophizing Muse: The Influence of Greek Philosophy on Roman Poetry (2014) 273