Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



8255
New Testament, John, 7.50-7.52


λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶνNicodemus (he who came to him by night, being one of them) said to them


Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;Does our law judge a man, unless it first hears from him personally and knows what he does?


ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεταιThey answered him, "Are you also from Galilee? Search, and see that no prophet has arisen out of Galilee.


Intertexts (texts cited often on the same page as the searched text):

14 results
1. Hebrew Bible, Isaiah, 6.9-6.10 (8th cent. BCE - 5th cent. BCE)

6.9. וַיֹּאמֶר לֵךְ וְאָמַרְתָּ לָעָם הַזֶּה שִׁמְעוּ שָׁמוֹעַ וְאַל־תָּבִינוּ וּרְאוּ רָאוֹ וְאַל־תֵּדָעוּ׃ 6.9. And He said: ‘Go, and tell this people: Hear ye indeed, but understand not; and see ye indeed, but perceive not. 6.10. Make the heart of this people fat, and make their ears heavy, and shut their eyes; lest they, seeing with their eyes, and hearing with their ears, and understanding with their heart, return, and be healed.’
2. Plato, Apology of Socrates, None (5th cent. BCE - 4th cent. BCE)

40a. γὰρ ὡς φίλοις οὖσιν ἐπιδεῖξαι ἐθέλω τὸ νυνί μοι συμβεβηκὸς τί ποτε νοεῖ. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί—ὑμᾶς γὰρ δικαστὰς καλῶν ὀρθῶς ἂν καλοίην—θαυμάσιόν τι γέγονεν. ἡ γὰρ εἰωθυῖά μοι μαντικὴ ἡ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν. νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι· ἐμοὶ δὲ 40a. while there is time. I feel that you are my friends, and I wish to show you the meaning of this which has now happened to me. For, judges—and in calling you judges I give you your right name—a wonderful thing has happened to me. For hitherto the customary prophetic monitor always spoke to me very frequently and opposed me even in very small matters, if I was going to do anything I should not; but now, as you yourselves see, this thing which might be thought, and is generally considered, the greatest of evils has come upon me; but the divine sign did not oppose me
3. Plato, Phaedo, None (5th cent. BCE - 4th cent. BCE)

65d. ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’ αὑτὴν γίγνεσθαι; φαίνεται. 65d. the soul of the philosopher greatly despises the body and avoids it and strives to be alone by itself? Evidently. Now how about such things as this, Simmias? Do we think there is such a thing as absolute justice, or not? We certainly think there is. And absolute beauty and goodness. of course. Well, did you ever see anything of that kind with your eyes? Certainly not, said he. Or did you ever reach them with any of the bodily senses? I am speaking of all such things, as size, health, strength, and in short the essence
4. Philo of Alexandria, On Dreams, 1.71, 1.75 (1st cent. BCE - 1st cent. CE)

1.71. And it is with exceeding beauty and propriety that it is said, not that he came to the place, but that he met the place: for to come is voluntary, but to meet is very often involuntary; so that the divine Word appearing on a sudden, supplies an unexpected joy, greater than could have been hoped, inasmuch as it is about to travel in company with the solitary soul; for Moses also "brings forward the people to a meeting with God," well knowing that he comes invisibly towards those souls who have a longing to meet with him. XIII. 1.75. And it is easy otherwise by means of argument to perceive this, since God is the first light, "For the Lord is my light and my Saviour," is the language of the Psalms; and not only the light, but he is also the archetypal pattern of every other light, or rather he is more ancient and more sublime than even the archetypal model, though he is spoken of as the model; for the real model was his own most perfect word, the light, and he himself is like to no created thing.
5. New Testament, 1 Timothy, 1.12, 3.1, 4.9 (1st cent. CE - 1st cent. CE)

1.12. Χάριν ἔχω τῷ ἐνδύναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν 3.1. πιστὸς ὁ λόγος. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 4.9. πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος 1.12. And I thank him who enabled me, Christ Jesus our Lord, because he counted me faithful, appointing me to service; 3.1. This is a faithful saying: if a man seeks the office of an overseer, he desires a good work. 4.9. This saying is faithful and worthy of all acceptance.
6. New Testament, 2 Corinthians, 11.13-11.15 (1st cent. CE - 1st cent. CE)

11.13. οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· 11.14. καὶ οὐ θαῦμα, αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· 11.15. οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
7. New Testament, 2 Timothy, 2.11 (1st cent. CE - 1st cent. CE)

2.11. πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν· 2.11. This saying is faithful: For if we died with him, We will also live with him.
8. New Testament, Galatians, 1.6-1.9 (1st cent. CE - 1st cent. CE)

1.6. Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον 1.7. ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ. 1.8. ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται [ὑμῖν] παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 1.9. ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. 1.6. I marvel that you are so quickly deserting him who called you in the grace of Christ to a different gospel; 1.7. and there isn'tanother gospel. Only there are some who trouble you, and want topervert the gospel of Christ. 1.8. But even though we, or an angelfrom heaven, should preach to you any gospel other than that which wepreached to you, let him be cursed. 1.9. As we have said before, so Inow say again: if any man preaches to you any gospel other than thatwhich you received, let him be cursed.
9. New Testament, Romans, 12.17-12.21 (1st cent. CE - 1st cent. CE)

12.17. μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες·προνοούμενοι καλὰ ἐνώπιονπάντωνἀνθρώπων· 12.18. εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· 12.19. μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρἘμοὶ ἐκδίκησις,ἐγὼἀνταποδώσω,λέγει Κύριος. 12.20. ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 12.21. μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. 12.17. Repay no one evil for evil. Respect what is honorable in the sight of all men. 12.18. If it is possible, as much as it is up to you, be at peace with all men. 12.19. Don't seek revenge yourselves, beloved, but give place to God's wrath. For it is written, "Vengeance belongs to me; I will repay, says the Lord. 12.20. Therefore "If your enemy is hungry, feed him. If he is thirsty, give him a drink. For in doing so, you will heap coals of fire on his head. 12.21. Don't be overcome by evil, but overcome evil with good.
10. New Testament, Titus, 3.8 (1st cent. CE - 1st cent. CE)

3.8. Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. Ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 3.8. This saying is faithful, and concerning these things I desire that you affirm confidently, so that those who have believed God may be careful to maintain good works. These things are good and profitable to men;
11. New Testament, John, 1.10-1.13, 1.26, 1.50, 2.4, 2.11, 2.22-2.24, 3.1-3.21, 3.32, 3.34, 4.13-4.15, 4.29, 4.39, 5.31, 6.42, 6.44-6.46, 6.65, 6.68, 7.6, 7.16, 7.23, 7.27-7.29, 7.37-7.48, 7.51-7.52, 8.12, 8.14, 8.19, 8.39-8.59, 9.16, 9.22, 10.24-10.26, 10.31, 10.34-10.35, 10.39, 11.6-11.10, 12.23, 12.37-12.40, 12.42, 13.1, 13.19, 13.30, 14.29, 15.21, 17.1, 19.38-19.40, 20.19 (1st cent. CE - 1st cent. CE)

1.10. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 1.11. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 1.12. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ 1.13. οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν. 1.26. ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε 1.50. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. 2.4. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 2.11. Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. 2.22. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. 2.23. Ὡς δὲ ἦν ἐν τοῖς Ἰεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· 2.24. αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας 3.1. Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 3.2. οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ. 3.3. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 3.4. λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 3.5. ἀπεκρίθη [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 3.6. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 3.7. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 3.8. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. 3.9. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; 3.10. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 3.11. ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 3.12. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 3.13. καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. 3.14. καὶ καθὼς Μωυσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου 3.15. ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. 3.16. Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον. 3.17. οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. 3.18. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 3.19. αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 3.20. πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 3.21. ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστὶν εἰργασμένα. 3.32. ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 3.34. ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα. 4.13. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 4.14. ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 4.15. λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 4.29. Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός; 4.39. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα. 5.31. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 6.42. Οὐχὶ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 6.44. οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 6.45. ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες. διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ. 6.46. οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ [τοῦ] θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 6.65. καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός. 6.68. ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις 7.6. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7.16. ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 7.23. εἰ περιτομὴν λαμβάνει [ὁ] ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 7.27. ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 7.28. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων [ὁ] Ἰησοῦς καὶ λέγων Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 7.29. ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμὶ κἀκεῖνός με ἀπέστειλεν. 7.37. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς ἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 7.38. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 7.39. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη. 7.40. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον [ὅτι] Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 7.41. ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 7.42. οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυείδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυείδ, ἔρχεται ὁ χριστός; 7.43. σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ διʼ αὐτόν. 7.44. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ἔβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας. 7.45. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 7.46. ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. 7.47. ἀπεκρίθησαν οὖν [αὐτοῖς] οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 7.48. μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 7.51. Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 7.52. ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται 8.12. Πάλιν οὖν αὐτοῖς ἐλάλησεν [ὁ] Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς. 8.14. ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 8.19. ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστὶν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. 8.39. ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· 8.40. νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 8.41. ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 8.42. εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. 8.43. διὰ τί τὴν λαλιὰν τὴν ἐμήν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 8.44. ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 8.45. ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 8.46. τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 8.47. ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 8.48. ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 8.49. ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 8.50. ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 8.51. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 8.52. εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· 8.53. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; 8.54. ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστίν 8.55. καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 8.56. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 8.57. εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 8.58. εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 8.59. ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ. 9.16. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 9.22. ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 10.24. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν παρρησίᾳ. 10.25. ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 10.26. ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. 10.31. Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 10.34. ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα Θεοί ἐστε; 10.35. εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή 10.39. Ἐζήτουν [οὖν] αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. 11.6. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 11.7. ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 11.8. λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 11.9. ἀπεκρίθη Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 11.10. ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 12.23. ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 12.37. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν 12.38. ἵνα ὁ λόγος Ἠσαίου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 12.39. διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαίας 12.40. Τετύφλωκεν αὐτῶν τοῦς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοις ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς. 12.42. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται 13.1. ΠΡΟ ΔΕ ΤΗΣ ΕΟΡΤΗΣ τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. 13.19. ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 13.30. λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ. 14.29. καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 15.21. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 17.1. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν Πάτερ, ἐλήλυθεν ἡ ὥρα· 19.38. Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πειλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς [τοῦ] Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πειλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. 19.39. ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ἕλιγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 19.40. ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 20.19. Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. 1.10. He was in the world, and the world was made through him, and the world didn't recognize him. 1.11. He came to his own, and those who were his own didn't receive him. 1.12. But as many as received him, to them he gave the right to become God's children, to those who believe in his name: 1.13. who were born not of blood, nor of the will of the flesh, nor of the will of man, but of God. 1.26. John answered them, "I baptize in water, but among you stands one whom you don't know. 1.50. Jesus answered him, "Because I told you, 'I saw you underneath the fig tree,' do you believe? You will see greater things than these! 2.4. Jesus said to her, "Woman, what does that have to do with you and me? My hour has not yet come. 2.11. This beginning of his signs Jesus did in Cana of Galilee, and revealed his glory; and his disciples believed in him. 2.22. When therefore he was raised from the dead, his disciples remembered that he said this, and they believed the Scripture, and the word which Jesus had said. 2.23. Now when he was in Jerusalem at the Passover, during the feast, many believed in his name, observing his signs which he did. 2.24. But Jesus didn't trust himself to them, because he knew everyone 3.1. Now there was a man of the Pharisees named Nicodemus, a ruler of the Jews. 3.2. The same came to him by night, and said to him, "Rabbi, we know that you are a teacher come from God, for no one can do these signs that you do, unless God is with him. 3.3. Jesus answered him, "Most assuredly, I tell you, unless one is born anew, he can't see the Kingdom of God. 3.4. Nicodemus said to him, "How can a man be born when he is old? Can he enter a second time into his mother's womb, and be born? 3.5. Jesus answered, "Most assuredly I tell you, unless one is born of water and spirit, he can't enter into the Kingdom of God! 3.6. That which is born of the flesh is flesh. That which is born of the Spirit is spirit. 3.7. Don't marvel that I said to you, 'You must be born anew.' 3.8. The wind blows where it wants to, and you hear its sound, but don't know where it comes from and where it is going. So is everyone who is born of the Spirit. 3.9. Nicodemus answered him, "How can these things be? 3.10. Jesus answered him, "Are you the teacher of Israel, and don't understand these things? 3.11. Most assuredly I tell you, we speak that which we know, and testify of that which we have seen, and you don't receive our witness. 3.12. If I told you earthly things and you don't believe, how will you believe if I tell you heavenly things? 3.13. No one has ascended into heaven, but he who descended out of heaven, the Son of Man, who is in heaven. 3.14. As Moses lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up 3.15. that whoever believes in him should not perish, but have eternal life. 3.16. For God so loved the world, that he gave his one and only Son, that whoever believes in him should not perish, but have eternal life. 3.17. For God didn't send his Son into the world to judge the world, but that the world should be saved through him. 3.18. He who believes in him is not judged. He who doesn't believe has been judged already, because he has not believed in the name of the only born Son of God. 3.19. This is the judgment, that the light has come into the world, and men loved the darkness rather than the light; for their works were evil. 3.20. For everyone who does evil hates the light, and doesn't come to the light, lest his works would be exposed. 3.21. But he who does the truth comes to the light, that his works may be revealed, that they have been done in God. 3.32. What he has seen and heard, of that he testifies; and no one receives his witness. 3.34. For he whom God has sent speaks the words of God; for God gives the Spirit without measure. 4.13. Jesus answered her, "Everyone who drinks of this water will thirst again 4.14. but whoever drinks of the water that I will give him will never thirst again; but the water that I will give him will become in him a well of water springing up to eternal life. 4.15. The woman said to him, "Sir, give me this water, so that I don't get thirsty, neither come all the way here to draw. 4.29. Come, see a man who told me everything that I did. Can this be the Christ? 4.39. From that city many of the Samaritans believed in him because of the word of the woman, who testified, 'He told me everything that I did. 5.31. If I testify about myself, my witness is not valid. 6.42. They said, "Isn't this Jesus, the son of Joseph, whose father and mother we know? How then does he say, 'I have come down out of heaven?' 6.44. No one can come to me unless the Father who sent me draws him, and I will raise him up in the last day. 6.45. It is written in the prophets, 'They will all be taught by God.' Therefore everyone who hears from the Father, and has learned, comes to me. 6.46. Not that anyone has seen the Father, except he who is from God. He has seen the Father. 6.65. He said, "For this cause have I said to you that no one can come to me, unless it is given to him by my Father. 6.68. Simon Peter answered him, "Lord, to whom would we go? You have the words of eternal life. 7.6. Jesus therefore said to them, "My time has not yet come, but your time is always ready. 7.16. Jesus therefore answered them, "My teaching is not mine, but his who sent me. 7.23. If a boy receives circumcision on the Sabbath, that the law of Moses may not be broken, are you angry with me, because I made a man every bit whole on the Sabbath? 7.27. However we know where this man comes from, but when the Christ comes, no one will know where he comes from. 7.28. Jesus therefore cried out in the temple, teaching and saying, "You both know me, and know where I am from. I have not come of myself, but he who sent me is true, whom you don't know. 7.29. I know him, because I am from him, and he sent me. 7.37. Now on the last and greatest day of the feast, Jesus stood and cried out, "If anyone is thirsty, let him come to me and drink! 7.38. He who believes in me, as the Scripture has said, from within him will flow rivers of living water. 7.39. But he said this about the Spirit, which those believing in him were to receive. For the Holy Spirit was not yet given, because Jesus wasn't yet glorified. 7.40. Many of the multitude therefore, when they heard these words, said, "This is truly the prophet. 7.41. Others said, "This is the Christ." But some said, "What, does the Christ come out of Galilee? 7.42. Hasn't the Scripture said that the Christ comes of the seed of David, and from Bethlehem, the village where David was? 7.43. So there arose a division in the multitude because of him. 7.44. Some of them would have arrested him, but no one laid hands on him. 7.45. The officers therefore came to the chief priests and Pharisees, and they said to them, "Why didn't you bring him? 7.46. The officers answered, "No man ever spoke like this man! 7.47. The Pharisees therefore answered them, "You aren't also led astray, are you? 7.48. Have any of the rulers believed in him, or of the Pharisees? 7.51. Does our law judge a man, unless it first hears from him personally and knows what he does? 7.52. They answered him, "Are you also from Galilee? Search, and see that no prophet has arisen out of Galilee. 8.12. Again, therefore, Jesus spoke to them, saying, "I am the light of the world. He who follows me will not walk in the darkness, but will have the light of life. 8.14. Jesus answered them, "Even if I testify about myself, my testimony is true, for I know where I came from, and where I am going; but you don't know where I came from, or where I am going. 8.19. They said therefore to him, "Where is your Father?"Jesus answered, "You know neither me, nor my Father. If you knew me, you would know my Father also. 8.39. They answered him, "Our father is Abraham."Jesus said to them, "If you were Abraham's children, you would do the works of Abraham. 8.40. But now you seek to kill me, a man who has told you the truth, which I heard from God. Abraham didn't do this. 8.41. You do the works of your father."They said to him, "We were not born of sexual immorality. We have one Father, God. 8.42. Therefore Jesus said to them, "If God were your Father, you would love me, for I came out and have come from God. For I haven't come of myself, but he sent me. 8.43. Why don't you understand my speech? Because you can't hear my word. 8.44. You are of your Father, the devil, and you want to do the desires of your father. He was a murderer from the beginning, and doesn't stand in the truth, because there is no truth in him. When he speaks a lie, he speaks on his own; for he is a liar, and the father of it. 8.45. But because I tell the truth, you don't believe me. 8.46. Which of you convicts me of sin? If I tell the truth, why do you not believe me? 8.47. He who is of God hears the words of God. For this cause you don't hear, because you are not of God. 8.48. Then the Jews answered him, "Don't we say well that you are a Samaritan, and have a demon? 8.49. Jesus answered, "I don't have a demon, but I honor my Father, and you dishonor me. 8.50. But I don't seek my own glory. There is one who seeks and judges. 8.51. Most assuredly, I tell you, if a person keeps my word, he will never see death. 8.52. Then the Jews said to him, "Now we know that you have a demon. Abraham died, and the prophets; and you say, 'If a man keeps my word, he will never taste of death.' 8.53. Are you greater than our father, Abraham, who died? The prophets died. Who do you make yourself out to be? 8.54. Jesus answered, "If I glorify myself, my glory is nothing. It is my Father who glorifies me, of whom you say that he is our God. 8.55. You have not known him, but I know him. If I said, 'I don't know him,' I would be like you, a liar. But I know him, and keep his word. 8.56. Your father Abraham rejoiced to see my day. He saw it, and was glad. 8.57. The Jews therefore said to him, "You are not yet fifty years old, and have you seen Abraham? 8.58. Jesus said to them, "Most assuredly, I tell you, before Abraham came into existence, I AM. 8.59. Therefore they took up stones to throw at him, but Jesus was hidden, and went out of the temple, having gone through the midst of them, and so passed by. 9.16. Some therefore of the Pharisees said, "This man is not from God, because he doesn't keep the Sabbath." Others said, "How can a man who is a sinner do such signs?" There was division among them. 9.22. His parents said these things because they feared the Jews; for the Jews had already agreed that if any man would confess him as Christ, he would be put out of the synagogue. 10.24. The Jews therefore came around him and said to him, "How long will you hold us in suspense? If you are the Christ, tell us plainly. 10.25. Jesus answered them, "I told you, and you don't believe. The works that I do in my Father's name, these testify about me. 10.26. But you don't believe, because you are not of my sheep, as I told you. 10.31. Therefore Jews took up stones again to stone him. 10.34. Jesus answered them, "Isn't it written in your law, 'I said, you are gods?' 10.35. If he called them gods, to whom the word of God came (and the Scripture can't be broken) 10.39. They sought again to seize him, and he went out of their hand. 11.6. When therefore he heard that he was sick, he stayed two days in the place where he was. 11.7. Then after this he said to the disciples, "Let's go into Judea again. 11.8. The disciples told him, "Rabbi, the Jews were just trying to stone you, and are you going there again? 11.9. Jesus answered, "Aren't there twelve hours of daylight? If a man walks in the day, he doesn't stumble, because he sees the light of this world. 11.10. But if a man walks in the night, he stumbles, because the light isn't in him. 12.23. Jesus answered them, "The time has come for the Son of Man to be glorified. 12.37. But though he had done so many signs before them, yet they didn't believe in him 12.38. that the word of Isaiah the prophet might be fulfilled, which he spoke, "Lord, who has believed our report? To whom has the arm of the Lord been revealed? 12.39. For this cause they couldn't believe, for Isaiah said again 12.40. He has blinded their eyes and he hardened their heart, Lest they should see with their eyes, And perceive with their heart, And would turn, And I would heal them. 12.42. Nevertheless even of the rulers many believed in him, but because of the Pharisees they didn't confess it, so that they wouldn't be put out of the synagogue 13.1. Now before the feast of the Passover, Jesus knowing that his time had come that he would depart from this world to the Father, having loved his own who were in the world, he loved them to the end. 13.19. From now on, I tell you before it happens, that when it happens, you may believe that I AM. 13.30. Therefore, having received that morsel, he went out immediately. It was night. 14.29. Now I have told you before it happens so that, when it happens, you may believe. 15.21. But all these things will they do to you for my name's sake, because they don't know him who sent me. 17.1. Jesus said these things, and lifting up his eyes to heaven, he said, "Father, the time has come. Glorify your Son, that your Son may also glorify you; 19.38. After these things, Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked of Pilate that he might take away Jesus' body. Pilate gave him permission. He came therefore and took away his body. 19.39. Nicodemus, who at first came to Jesus by night, also came bringing a mixture of myrrh and aloes, about a hundred Roman pounds. 19.40. So they took Jesus' body, and bound it in linen cloths with the spices, as the custom of the Jews is to bury. 20.19. When therefore it was evening, on that day, the first day of the week, and when the doors were locked where the disciples were assembled, for fear of the Jews, Jesus came and stood in the midst, and said to them, "Peace be to you.
12. New Testament, Luke, 4.32, 6.27-6.35, 8.8-8.10, 10.25-10.28, 11.37-11.52, 14.35, 23.49, 23.53, 24.36-24.43 (1st cent. CE - 1st cent. CE)

4.32. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 6.27. Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς 6.28. εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 6.29. τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 6.30. παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 6.31. καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως. 6.32. καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 6.33. καὶ [γὰρ] ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 6.34. καὶ ἐὰν δανίσητε παρʼ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις [ἐστίν]; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 6.35. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 8.8. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 8.9. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή. 8.10. ὁ δὲ εἶπεν Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνίωσιν. 10.25. Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 10.26. ὁ δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 10.27. ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐν ὅλη τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 10.28. εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 11.37. Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 11.38. ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 11.39. εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔσωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 11.40. ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 11.41. πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστίν. 11.42. ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι. 11.43. οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 11.44. οὐαὶ ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. 11.45. Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 11.46. ὁ δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 11.47. οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 11.48. ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε. 11.49. διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν 11.50. ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης 11.51. ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 11.52. οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. 14.35. οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 23.49. ἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 23.53. καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. 24.36. Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν ⟦καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν⟧. 24.37. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 24.38. καὶ εἶπεν αὐτοῖς Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν; 24.39. ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 24.40. ⟦καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⟧ 24.41. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε; 24.42. οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· 24.43. καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 4.32. and they were astonished at his teaching, for his word was with authority. 6.27. But I tell you who hear: love your enemies, do good to those who hate you 6.28. bless those who curse you, and pray for those who insult you. 6.29. To him who strikes you on the cheek, offer also the other; and from him who takes away your cloak, don't withhold your coat also. 6.30. Give to everyone who asks you, and don't ask him who takes away your goods to give them back again. 6.31. As you would like people to do to you, do exactly so to them. 6.32. If you love those who love you, what credit is that to you? For even sinners love those who love them. 6.33. If you do good to those who do good to you, what credit is that to you? For even sinners do the same. 6.34. If you lend to those from whom you hope to receive, what credit is that to you? Even sinners lend to sinners, to receive back as much. 6.35. But love your enemies, and do good, and lend, expecting nothing back; and your reward will be great, and you will be sons of the Most High; for he is kind toward the unthankful and evil. 8.8. Other fell into the good ground, and grew, and brought forth fruit one hundred times." As he said these things, he called out, "He who has ears to hear, let him hear! 8.9. Then his disciples asked him, "What does this parable mean? 8.10. He said, "To you it is given to know the mysteries of the Kingdom of God, but to the rest in parables; that 'seeing they may not see, and hearing they may not understand.' 10.25. Behold, a certain lawyer stood up and tested him, saying, "Teacher, what shall I do to inherit eternal life? 10.26. He said to him, "What is written in the law? How do you read it? 10.27. He answered, "You shall love the Lord your God with all your heart, with all your soul, with all your strength, and with all your mind; and your neighbor as yourself. 10.28. He said to him, "You have answered correctly. Do this, and you will live. 11.37. Now as he spoke, a certain Pharisee asked him to dine with him. He went in, and sat at the table. 11.38. When the Pharisee saw it, he marveled that he had not first washed himself before dinner. 11.39. The Lord said to him, "Now you Pharisees cleanse the outside of the cup and of the platter, but your inward part is full of extortion and wickedness. 11.40. You foolish ones, didn't he who made the outside make the inside also? 11.41. But give for gifts to the needy those things which are within, and behold, all things will be clean to you. 11.42. But woe to you Pharisees! For you tithe mint and rue and every herb, but you bypass justice and the love of God. You ought to have done these, and not to have left the other undone. 11.43. Woe to you Pharisees! For you love the best seats in the synagogues, and the greetings in the marketplaces. 11.44. Woe to you, scribes and Pharisees, hypocrites! For you are like hidden graves, and the men who walk over them don't know it. 11.45. One of the lawyers answered him, "Teacher, in saying this you insult us also. 11.46. He said, "Woe to you lawyers also! For you load men with burdens that are difficult to carry, and you yourselves won't even lift one finger to help carry those burdens. 11.47. Woe to you! For you build the tombs of the prophets, and your fathers killed them. 11.48. So you testify and consent to the works of your fathers. For they killed them, and you build their tombs. 11.49. Therefore also the wisdom of God said, 'I will send to them prophets and apostles; and some of them they will kill and persecute 11.50. that the blood of all the prophets, which was shed from the foundation of the world, may be required of this generation; 11.51. from the blood of Abel to the blood of Zachariah, who perished between the altar and the sanctuary.' Yes, I tell you, it will be required of this generation. 11.52. Woe to you lawyers! For you took away the key of knowledge. You didn't enter in yourselves, and those who were entering in, you hindered. 14.35. It is fit neither for the soil nor for the manure pile. It is thrown out. He who has ears to hear, let him hear. 23.49. All his acquaintances, and the women who followed with him from Galilee, stood at a distance, watching these things. 23.53. He took it down, and wrapped it in a linen cloth, and laid him in a tomb that was cut in stone, where no one had ever been laid. 24.36. As they said these things, Jesus himself stood among them, and said to them, "Peace be to you. 24.37. But they were terrified and filled with fear, and supposed that they had seen a spirit. 24.38. He said to them, "Why are you troubled? Why do doubts arise in your hearts? 24.39. See my hands and my feet, that it is truly me. Touch me and see, for a spirit doesn't have flesh and bones, as you see that I have. 24.40. When he had said this, he showed them his hands and his feet. 24.41. While they still didn't believe for joy, and wondered, he said to them, "Do you have anything here to eat? 24.42. They gave him a piece of a broiled fish and some honeycomb. 24.43. He took it, and ate in front of them.
13. New Testament, Mark, 1.21, 4.9-4.12, 4.23, 12.28-12.34, 14.3-14.9 (1st cent. CE - 1st cent. CE)

1.21. Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. 4.9. Καὶ ἔλεγεν Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω. 4.10. Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. 4.11. καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται 4.12. ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνίωσιν, μή ποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς. 4.23. Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 12.28. Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συνζητούντων, εἰδὼς ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων; 12.29. ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν Ἄκουε, Ἰσραήλ, Κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστίν 12.30. καὶ ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 12.31. δευτέρα αὕτη Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 12.32. Εἶπεν αὐτῷ ὁ γραμματεύς Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστὶν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 12.33. καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 12.34. καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ Οὐ μακρὰν [εἶ] ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 14.3. Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 14.4. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 14.5. ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 14.6. ὁ δὲ Ἰησοῦς εἶπεν Ἅφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· 14.7. πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς [πάντοτε] εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 14.8. ὃ ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 14.9. ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. 1.21. They went into Capernaum, and immediately on the Sabbath day he entered into the synagogue and taught. 4.9. He said, "Whoever has ears to hear, let him hear. 4.10. When he was alone, those who were around him with the twelve asked him about the parables. 4.11. He said to them, "To you is given the mystery of the Kingdom of God, but to those who are outside, all things are done in parables 4.12. that 'seeing they may see, and not perceive; and hearing they may hear, and not understand; lest perhaps they should turn again, and their sins should be forgiven them.' 4.23. If any man has ears to hear, let him hear. 12.28. One of the scribes came, and heard them questioning together. Knowing that he had answered them well, asked him, "Which commandment is the greatest of all? 12.29. Jesus answered, "The greatest is, 'Hear, Israel, the Lord our God, the Lord is one: 12.30. you shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind, and with all your strength.' This is the first commandment. 12.31. The second is like this, 'You shall love your neighbor as yourself.' There is no other commandment greater than these. 12.32. The scribe said to him, "Truly, teacher, you have said well that he is one, and there is none other but he 12.33. and to love him with all the heart, and with all the understanding, with all the soul, and with all the strength, and to love his neighbor as himself, is more important than all whole burnt offerings and sacrifices. 12.34. When Jesus saw that he answered wisely, he said to him, "You are not far from the Kingdom of God."No one dared ask him any question after that. 14.3. While he was at Bethany, in the house of Simon the leper, as he sat at the table, a woman came having an alabaster jar of ointment of pure nard -- very costly. She broke the jar, and poured it over his head. 14.4. But there were some who were indigt among themselves, saying, "Why has this ointment been wasted? 14.5. For this might have been sold for more than three hundred denarii, and given to the poor." They grumbled against her. 14.6. But Jesus said, "Leave her alone. Why do you trouble her? She has done a good work for me. 14.7. For you always have the poor with you, and whenever you want to, you can do them good; but you will not always have me. 14.8. She has done what she could. She has anointed my body beforehand for the burying. 14.9. Most assuredly I tell you, wherever this gospel may be preached throughout the whole world, that which this woman has done will also be spoken of for a memorial of her.
14. New Testament, Matthew, 5.38-5.48, 7.28, 11.15, 13.9-13.17, 13.43, 19.16-19.19, 22.34, 23.1-23.36 (1st cent. CE - 1st cent. CE)

5.38. Ἠκούσατε ὅτι ἐρρέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 5.39. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλʼ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα [σου], στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 5.40. καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 5.41. καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετʼ αὐτοῦ δύο. 5.42. τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς. 5.43. Ἠκούσατε ὅτι ἐρρέθη Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 5.44. Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς· 5.45. ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 5.46. ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 5.47. καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; 5.48. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. 7.28. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 11.15. Ὁ ἔχων ὦτα ἀκουέτω. 13.9. Ὁ ἔχων ὦτα ἀκουέτω. 13.10. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 13.11. ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 13.12. ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. 13.13. διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· 13.14. καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαίου ἡ λέγουσα Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 13.15. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 13.16. ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα [ὑμῶν] ὅτι ἀκούουσιν. 13.17. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 13.43. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκουέτω. 19.16. Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; 19.17. ὁ δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστὶν ὁ ἀγαθός· εἰ δὲ θέλέις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς. 19.18. λέγει αὐτῷ Ποίας; ὁ δὲ Ἰησοῦς ἔφη Τό Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις 19.19. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 22.34. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 23.1. Τότε [ὁ] Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων 23.2. Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 23.3. πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 23.4. δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 23.5. πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα 23.6. φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 23.7. καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββεί. 23.8. ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββεί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· 23.9. καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος· 23.10. μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστὶν εἷς ὁ χριστός· 23.11. ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 23.12. Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. 23.14. Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. 23.15. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. 23.16. Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει· 23.17. μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν; 23.18. καί Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει· 23.19. τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 23.20. ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 23.21. καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν· 23.22. καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. 23.23. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφεῖναι. 23.24. ὁδηγοὶ τυφλοί, διυλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες. 23.25. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. 23.26. Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἔντος τοῦ ποτηρίου [καὶ τῆς παροψίδος], ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. 23.27. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 23.28. οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας. 23.29. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων 23.30. καὶ λέγετε Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 23.31. ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 23.32. καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 23.33. ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 23.34. διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 23.35. ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἱμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 23.36. ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. 5.38. You have heard that it was said, 'An eye for an eye, and a tooth for a tooth.' 5.39. But I tell you, don't resist him who is evil; but whoever strikes you on your right cheek, turn to him the other also. 5.40. If anyone sues you to take away your coat, let him have your cloak also. 5.41. Whoever compels you to go one mile, go with him two. 5.42. Give to him who asks you, and don't turn away him who desires to borrow from you. 5.43. You have heard that it was said, 'You shall love your neighbor, and hate your enemy.' 5.44. But I tell you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who mistreat you and persecute you 5.45. that you may be sons of your Father who is in heaven. For he makes his sun to rise on the evil and the good, and sends rain on the just and the unjust. 5.46. For if you love those who love you, what reward do you have? Don't even the tax collectors do the same? 5.47. If you only greet your friends, what more do you do than others? Don't even the tax collectors do the same? 5.48. Therefore you shall be perfect, just as your Father in heaven is perfect. 7.28. It happened, when Jesus had finished saying these things, that the multitudes were astonished at his teaching 11.15. He who has ears to hear, let him hear. 13.9. He who has ears to hear, let him hear. 13.10. The disciples came, and said to him, "Why do you speak to them in parables? 13.11. He answered them, "To you it is given to know the mysteries of the Kingdom of Heaven, but it is not given to them. 13.12. For whoever has, to him will be given, and he will have abundance, but whoever doesn't have, from him will be taken away even that which he has. 13.13. Therefore I speak to them in parables, because seeing they don't see, and hearing, they don't hear, neither do they understand. 13.14. In them the prophecy of Isaiah is fulfilled, which says, 'By hearing you will hear, And will in no way understand; Seeing you will see, And will in no way perceive: 13.15. For this people's heart has grown callous, Their ears are dull of hearing, They have closed their eyes; Or else perhaps they might perceive with their eyes, Hear with their ears, Understand with their heart, And should turn again; And I would heal them.' 13.16. But blessed are your eyes, for they see; and your ears, for they hear. 13.17. For most assuredly I tell you that many prophets and righteous men desired to see the things which you see, and didn't see them; and to hear the things which you hear, and didn't hear them. 13.43. Then the righteous will shine forth like the sun in the kingdom of their Father. He who has ears to hear, let him hear. 19.16. Behold, one came to him and said, "Good teacher, what good thing shall I do, that I may have eternal life? 19.17. He said to him, "Why do you call me good? No one is good but one, that is, God. But if you want to enter into life, keep the commandments. 19.18. He said to him, "Which ones?"Jesus said, "'You shall not murder.' 'You shall not commit adultery.' 'You shall not steal.' 'You shall not offer false testimony.' 19.19. 'Honor your father and mother.' And, 'You shall love your neighbor as yourself.' 22.34. But the Pharisees, when they heard that he had put the Sadducees to silence, gathered themselves together. 23.1. Then Jesus spoke to the multitudes and to his disciples 23.2. saying, "The scribes and the Pharisees sat on Moses' seat. 23.3. All things therefore whatever they tell you to observe, observe and do, but don't do their works; for they say, and don't do. 23.4. For they bind heavy burdens that are grievous to be borne, and lay them on men's shoulders; but they themselves will not lift a finger to help them. 23.5. But all their works they do to be seen by men. They make their phylacteries broad, enlarge the fringes of their garments 23.6. and love the place of honor at feasts, the best seats in the synagogues 23.7. the salutations in the marketplaces, and to be called 'Rabbi, Rabbi' by men. 23.8. But don't you be called 'Rabbi,' for one is your teacher, the Christ, and all of you are brothers. 23.9. Call no man on the earth your father, for one is your Father, he who is in heaven. 23.10. Neither be called masters, for one is your master, the Christ. 23.11. But he who is greatest among you will be your servant. 23.12. Whoever will exalt himself will be humbled, and whoever will humble himself will be exalted. 23.13. Woe to you, scribes and Pharisees, hypocrites! For you devour widows' houses, and as a pretense you make long prayers. Therefore you will receive greater condemnation. 23.14. But woe to you, scribes and Pharisees, hypocrites! Because you shut up the Kingdom of Heaven against men; for you don't enter in yourselves, neither do you allow those who are entering in to enter. 23.15. Woe to you, scribes and Pharisees, hypocrites! For you travel around by sea and land to make one proselyte; and when he becomes one, you make him twice as much of a son of Gehenna as yourselves. 23.16. Woe to you, you blind guides, who say, 'Whoever swears by the temple, it is nothing; but whoever swears by the gold of the temple, he is obligated.' 23.17. You blind fools! For which is greater, the gold, or the temple that sanctifies the gold? 23.18. 'Whoever swears by the altar, it is nothing; but whoever swears by the gift that is on it, he is a obligated.' 23.19. You blind fools! For which is greater, the gift, or the altar that sanctifies the gift? 23.20. He therefore who swears by the altar, swears by it, and by everything on it. 23.21. He who swears by the temple, swears by it, and by him who is living in it. 23.22. He who swears by heaven, swears by the throne of God, and by him who sits on it. 23.23. Woe to you, scribes and Pharisees, hypocrites! For you tithe mint, dill, and cumin, and have left undone the weightier matters of the law: justice, mercy, and faith. But you ought to have done these, and not to have left the other undone. 23.24. You blind guides, who strain out a gnat, and swallow a camel! 23.25. Woe to you, scribes and Pharisees, hypocrites! For you clean the outside of the cup and of the platter, but within they are full of extortion and unrighteousness. 23.26. You blind Pharisee, first clean the inside of the cup and of the platter, that the outside of it may become clean also. 23.27. Woe to you, scribes and Pharisees, hypocrites! For you are like whitened tombs, which outwardly appear beautiful, but inwardly are full of dead men's bones, and of all uncleanness. 23.28. Even so you also outwardly appear righteous to men, but inwardly you are full of hypocrisy and iniquity. 23.29. Woe to you, scribes and Pharisees, hypocrites! For you build the tombs of the prophets, and decorate the tombs of the righteous 23.30. and say, 'If we had lived in the days of our fathers, we wouldn't have been partakers with them in the blood of the prophets.' 23.31. Therefore you testify to yourselves that you are sons of those who killed the prophets. 23.32. Fill up, then, the measure of your fathers. 23.33. You serpents, you offspring of vipers, how will you escape the judgment of Gehenna? 23.34. Therefore, behold, I send to you prophets, wise men, and scribes. Some of them you will kill and crucify; and some of them you will scourge in your synagogues, and persecute from city to city; 23.35. that on you may come all the righteous blood shed on the earth, from the blood of righteous Abel to the blood of Zachariah son of Barachiah, whom you killed between the sanctuary and the altar. 23.36. Most assuredly I tell you, all these things will come upon this generation.


Subjects of this text:

subject book bibliographic info
appearances Seim and Okland, Metamorphoses: Resurrection, Body and Transformative Practices in Early Christianity (2009) 20
behavioural sciences Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
body (as detached from the soul) Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
collegium/thiasos Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, experience Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, narrative Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, psychological aspects Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, rhetoric/language/linguistic aspects Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, social/sociological aspects Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
conversion, theology Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
david DeJong, A Prophet like Moses (Deut 18:15, 18): The Origin, History, and Influence of the Mosaic Prophetic Succession (2022) 304
dialogues of plato Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
disciple, of jesus Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
divine Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
ecclesiology/church Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
epistemology\u2002 Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
evil Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 256
faith and knowledge Bull, Lied and Turner, Mystery and Secrecy in the Nag Hammadi Collection and Other Ancient Literature: Ideas and Practices: Studies for Einar Thomassen at Sixty (2011) 230
fear (negatively marked) Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 256, 257
gift Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
gospel/gospels Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
gospel of john, johannine epistemology Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
gospel of john, johannine spirituality Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
gospel of john, johannine travel Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
grace Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 209, 210, 256, 257
graeco-roman, literature Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
greeks (ancient) Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
hope Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 257
jerusalem Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
jerusalem\u2002 Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
jesus, as prophet like moses DeJong, A Prophet like Moses (Deut 18:15, 18): The Origin, History, and Influence of the Mosaic Prophetic Succession (2022) 304
jesus christ, trial of Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
jesus christ Geljon and Vos, Violence in Ancient Christianity: Victims and Perpetrators (2014) 198
john, knowledge of platos dialogues Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
journey, spiritual journey Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
judaea Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
knowledge, divine Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 209, 210
knowledge\u2002 Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
last symposium Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
laws, mosaic Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
laws Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
logos theology, royal messianism DeJong, A Prophet like Moses (Deut 18:15, 18): The Origin, History, and Influence of the Mosaic Prophetic Succession (2022) 304
love Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
loyalty Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
name Bull, Lied and Turner, Mystery and Secrecy in the Nag Hammadi Collection and Other Ancient Literature: Ideas and Practices: Studies for Einar Thomassen at Sixty (2011) 230
nicodemus Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
nurture Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
patron-client relationship Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
paul, apostle Geljon and Vos, Violence in Ancient Christianity: Victims and Perpetrators (2014) 198
perseverance Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 256, 257
philosophical, life Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
pistos ho logos (the saying is trustworthy) Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 210
pre-election Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 257
prison Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
prophecy, of jesus, relation to pistis Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 210
psychological Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
rebirth Bull, Lied and Turner, Mystery and Secrecy in the Nag Hammadi Collection and Other Ancient Literature: Ideas and Practices: Studies for Einar Thomassen at Sixty (2011) 230
reliability Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 210
religion, religious Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
resurrection of the body' Seim and Okland, Metamorphoses: Resurrection, Body and Transformative Practices in Early Christianity (2009) 20
rhetoric and trust Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 210
scepticism Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 257
scriptures, interpretation of, as basis for pistis Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 209, 210
secret Bull, Lied and Turner, Mystery and Secrecy in the Nag Hammadi Collection and Other Ancient Literature: Ideas and Practices: Studies for Einar Thomassen at Sixty (2011) 230
self-report/narrative/reflection Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
sermon on the mount Geljon and Vos, Violence in Ancient Christianity: Victims and Perpetrators (2014) 198
social consequences Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
social identity theory Despotis and Lohr, Religious and Philosophical Conversion in the Ancient Mediterranean Traditions (2022) 46
socrates, trial of Petersen and van Kooten, Religio-Philosophical Discourses in the Mediterranean World: From Plato, through Jesus, to Late Antiquity (2017) 240
teacher\u2002 Luther Hartog and Wilde, Jewish, Christian, and Muslim Travel Experiences: 3rd century BCE – 8th century CE (2024) 154
teaching, relation to trust Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 209, 210
trust, growth in Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 209
witness, as basis of belief or trust Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 256
words, as basis of trust Morgan, The New Testament and the Theology of Trust: 'This Rich Trust' (2022) 210