Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



8243
New Testament, Acts, 27.2


ἐπιβάντες δὲ πλοίῳ Ἁδραμυντηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως·Embarking in a ship of Adramyttium, which was about to sail to places on the coast of Asia, we put to sea; Aristarchus, a Macedonian of Thessalonica, being with us.


Intertexts (texts cited often on the same page as the searched text):

6 results
1. New Testament, 1 Corinthians, 1.15-1.16, 2.13, 7.5, 8.1-8.5, 9.1-9.7, 16.5-16.9 (1st cent. CE - 1st cent. CE)

1.15. ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε· ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· 1.16. λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 2.13. ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες. 7.5. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι [ἂν] ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν [ὑμῶν]. 8.1. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. 8.2. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 8.3. εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ. 8.4. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. 8.5. καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί 9.1. Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ; 9.2. εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστὲ ἐν κυρίῳ. 9.3. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη. 9.4. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν; 9.5. μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; 9.6. ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι; 9.7. τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; [ἢ] τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 16.5. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι 16.6. πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 16.7. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 16.8. ἐπιμένω δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· 16.9. θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 1.15. o that no oneshould say that I had baptized you into my own name. 1.16. (I alsobaptized the household of Stephanas; besides them, I don't know whetherI baptized any other.) 2.13. Which things also we speak, not inwords which man's wisdom teaches, but which the Holy Spirit teaches,comparing spiritual things with spiritual things. 7.5. Don't deprive one another, unless it is by consent for aseason, that you may give yourselves to fasting and prayer, and may betogether again, that Satan doesn't tempt you because of your lack ofself-control. 8.1. Now concerning things sacrificed to idols: We know that we allhave knowledge. Knowledge puffs up, but love builds up. 8.2. But ifanyone thinks that he knows anything, he doesn't yet know as he oughtto know. 8.3. But if anyone loves God, the same is known by him. 8.4. Therefore concerning the eating of things sacrificed to idols, we knowthat no idol is anything in the world, and that there is no other Godbut one. 8.5. For though there are things that are called "gods,"whether in the heavens or on earth; as there are many "gods" and many"lords; 9.1. Am I not free? Am I not an apostle? Haven't I seen JesusChrist, our Lord? Aren't you my work in the Lord? 9.2. If to others Iam not an apostle, yet at least I am to you; for you are the seal of myapostleship in the Lord. 9.3. My defense to those who examine me isthis. 9.4. Have we no right to eat and to drink? 9.5. Have we noright to take along a wife who is a believer, even as the rest of theapostles, and the brothers of the Lord, and Cephas? 9.6. Or have onlyBarnabas and I no right to not work? 9.7. What soldier ever serves athis own expense? Who plants a vineyard, and doesn't eat of its fruit?Or who feeds a flock, and doesn't drink from the flock's milk? 16.5. But I will come to you when I have passed throughMacedonia, for I am passing through Macedonia. 16.6. But with you itmay be that I will stay, or even winter, that you may send me on myjourney wherever I go. 16.7. For I do not wish to see you now inpassing, but I hope to stay a while with you, if the Lord permits. 16.8. But I will stay at Ephesus until Pentecost 16.9. for a greatand effective door has opened to me, and there are many adversaries.
2. New Testament, 2 Corinthians, 11.23 (1st cent. CE - 1st cent. CE)

11.23. παραφρονῶν λαλῶ, ὕπερ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις·
3. New Testament, Acts, 1.1, 16.10-16.17, 19.21-19.22, 20.2-20.15, 21.1-21.18, 27.1, 27.3, 27.6-27.13, 27.18-27.28 (1st cent. CE - 2nd cent. CE)

1.1. τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 16.10. ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συνβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς. 16.11. Ἀναχθέντες οὖν ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν 16.12. κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 16.13. τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 16.14. καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ Παύλου. 16.15. ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς. 16.16. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις 16.17. αὐτῆς μαντευομένη· αὕτη κατακολουθοῦσα [τῷ] Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. 19.21. ΩΣ ΔΕ ΕΠΛΗΡΩΘΗ ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν πορεύεσθαι εἰς Ἰεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. 19.22. ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 20.2. διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἢλθεν εἰς τὴν Ἑλλάδα 20.3. ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 20.4. συνεί πετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σέκουνδος καὶ Γαῖος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τύχικος καὶ Τρόφιμος· 20.5. οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· 20.6. ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. 20.7. Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 20.8. ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· 20.9. καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 20.10. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συνπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστίν. 20.11. ἀναβὰς δὲ [καὶ] κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. 20.12. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. 20.13. Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. 20.14. ὡς δὲ συνέβαλλεν ἡμ̀ῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην 20.15. κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 21.1. Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα . 21.2. καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. 21.3. ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. 21.4. ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἰεροσόλυμα. 21.5. ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι 21.6. ἀπησπασάμεθα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 21.7. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. 21.8. τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθαμεν εἰς Καισαρίαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. 21.9. τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. 21.10. Ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος 21.11. καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστὶν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 21.12. ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. 21.13. τότε ἀπεκρίθη [ὁ] Παῦλος Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. 21.14. μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες Τοῦ κυρίου τὸ θέλημα γινέσθω. 21.15. Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἰεροσόλυμα· 21.16. συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρίας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 21.17. Γενομένων δὲ ἡμῶν εἰς Ἰεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 21.18. τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 27.1. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. 27.3. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. 1.1. The first book I wrote, Theophilus, concerned all that Jesus began both to do and to teach 16.10. When he had seen the vision, immediately we sought to go out to Macedonia, concluding that the Lord had called us to preach the gospel to them. 16.11. Setting sail therefore from Troas, we made a straight course to Samothrace, and the day following to Neapolis; 16.12. and from there to Philippi, which is a city of Macedonia, the first of the district, a Roman colony. We were staying some days in this city. 16.13. On the Sabbath day we went forth outside of the city by a riverside, where we supposed there was a place of prayer, and we sat down, and spoke to the women who had come together. 16.14. A certain woman named Lydia, a seller of purple, of the city of Thyatira, one who worshiped God, heard us; whose heart the Lord opened to listen to the things which were spoken by Paul. 16.15. When she and her household were baptized, she begged us, saying, "If you have judged me to be faithful to the Lord, come into my house, and stay." She urged us. 16.16. It happened, as we were going to prayer, that a certain girl having a spirit of divination met us, who brought her masters much gain by fortune telling. 16.17. The same, following after Paul and us, cried out, "These men are servants of the Most High God, who proclaim to us the way of salvation! 19.21. Now after these things had ended, Paul determined in the spirit, when he had passed through Macedonia and Achaia, to go to Jerusalem, saying, "After I have been there, I must also see Rome. 19.22. Having sent into Macedonia two of those who ministered to him, Timothy and Erastus, he himself stayed in Asia for a while. 20.2. When he had gone through those parts, and had encouraged them with many words, he came into Greece. 20.3. When he had spent three months there, and a plot was made against him by Jews as he was about to set sail for Syria, he determined to return through Macedonia. 20.4. These accompanied him as far as Asia: Sopater of Beroea; Aristarchus and Secundus of the Thessalonians; Gaius of Derbe; Timothy; and Tychicus and Trophimus of Asia. 20.5. But these had gone ahead, and were waiting for us at Troas. 20.6. We sailed away from Philippi after the days of Unleavened Bread, and came to them at Troas in five days, where we stayed seven days. 20.7. On the first day of the week, when the disciples were gathered together to break bread, Paul talked with them, intending to depart on the next day, and continued his speech until midnight. 20.8. There were many lights in the upper chamber where we were gathered together. 20.9. A certain young man named Eutychus sat in the window, weighed down with deep sleep. As Paul spoke still longer, being weighed down by his sleep, he fell down from the third story, and was taken up dead. 20.10. Paul went down, and fell on him, and embracing him said, "Don't be troubled, for his life is in him. 20.11. When he had gone up, and had broken bread, and eaten, and had talked with them a long while, even until break of day, he departed. 20.12. They brought the boy alive, and were not a little comforted. 20.13. But we who went ahead to the ship set sail for Assos, there intending to take in Paul, for he had so arranged, intending himself to go by land. 20.14. When he met us at Assos, we took him in, and came to Mitylene. 20.15. Sailing from there, we came the following day opposite Chios. The next day we touched at Samos and stayed at Trogyllium, and the day after we came to Miletus. 21.1. When it happened that we had parted from them and had set sail, we came with a straight course to Cos, and the next day to Rhodes, and from there to Patara. 21.2. Having found a ship crossing over to Phoenicia, we went aboard, and set sail. 21.3. When we had come in sight of Cyprus, leaving it on the left hand, we sailed to Syria, and landed at Tyre, for there the ship was to unload her cargo. 21.4. Having found disciples, we stayed there seven days. These said to Paul through the Spirit, that he should not go up to Jerusalem. 21.5. When it happened that we had accomplished the days, we departed and went on our journey. They all, with wives and children, brought us on our way until we were out of the city. Kneeling down on the beach, we prayed. 21.6. After saying goodbye to each other, we went on board the ship, and they returned home again. 21.7. When we had finished the voyage from Tyre, we arrived at Ptolemais. We greeted the brothers, and stayed with them one day. 21.8. On the next day, we, who were Paul's companions, departed, and came to Caesarea. We entered into the house of Philip the evangelist, who was one of the seven, and stayed with him. 21.9. Now this man had four virgin daughters who prophesied. 21.10. As we stayed there some days, a certain prophet named Agabus came down from Judea. 21.11. Coming to us, and taking Paul's belt, he bound his own feet and hands, and said, "Thus says the Holy Spirit: 'So will the Jews at Jerusalem bind the man who owns this belt, and will deliver him into the hands of the Gentiles.' 21.12. When we heard these things, both we and they of that place begged him not to go up to Jerusalem. 21.13. Then Paul answered, "What are you doing, weeping and breaking my heart? For I am ready not only to be bound, but also to die at Jerusalem for the name of the Lord Jesus. 21.14. When he would not be persuaded, we ceased, saying, "The Lord's will be done. 21.15. After these days we took up our baggage and went up to Jerusalem. 21.16. Some of the disciples from Caesarea also went with us, bringing one Mnason of Cyprus, an early disciple, with whom we would stay. 21.17. When we had come to Jerusalem, the brothers received us gladly. 21.18. The day following, Paul went in with us to James; and all the elders were present. 27.1. When it was determined that we should sail for Italy, they delivered Paul and certain other prisoners to a centurion named Julius, of the Augustan band. 27.3. The next day, we touched at Sidon. Julius treated Paul kindly, and gave him permission to go to his friends and refresh himself. 27.6. There the centurion found a ship of Alexandria sailing for Italy, and he put us on board. 27.7. When we had sailed slowly many days, and had come with difficulty opposite Cnidus, the wind not allowing us further, we sailed under the lee of Crete, opposite Salmone. 27.8. With difficulty sailing along it we came to a certain place called Fair Havens, near the city of Lasea. 27.9. When much time was spent, and the voyage was now dangerous, because the Fast had now already gone by, Paul admonished them 27.10. and said to them, "Sirs, I perceive that the voyage will be with injury and much loss, not only of the cargo and the ship, but also of our lives. 27.11. But the centurion gave more heed to the master and to the owner of the ship than to those things which were spoken by Paul. 27.12. Because the haven was not suitable to winter in, the majority advised to put to sea from there, if by any means they could reach Phoenix, and winter there, which is a port of Crete, looking northeast and southeast. 27.13. When the south wind blew softly, supposing that they had obtained their purpose, they weighed anchor and sailed along Crete, close to shore. 27.18. As we labored exceedingly with the storm, the next day they began to throw things overboard. 27.19. On the third day, they threw out the ship's tackle with their own hands. 27.20. When neither sun nor stars shone on us for many days, and no small tempest pressed on us, all hope that we would be saved was now taken away. 27.21. When they had been long without food, Paul stood up in the midst of them, and said, "Sirs, you should have listened to me, and not have set sail from Crete, and have gotten this injury and loss. 27.22. Now I exhort you to cheer up, for there will be no loss of life among you, but only of the ship. 27.23. For there stood by me this night an angel, belonging to the God whose I am and whom I serve 27.24. saying, 'Don't be afraid, Paul. You must stand before Caesar. Behold, God has granted you all those who sail with you.' 27.25. Therefore, sirs, cheer up! For I believe God, that it will be just as it has been spoken to me. 27.26. But we must run aground on a certain island. 27.27. But when the fourteenth night had come, as we were driven back and forth in the Adriatic Sea, about midnight the sailors surmised that they were drawing near to some land. 27.28. They took soundings, and found twenty fathoms. After a little while, they took soundings again, and found fifteen fathoms.
4. New Testament, Colossians, 4.7-4.10, 4.16 (1st cent. CE - 1st cent. CE)

4.7. Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ 4.8. ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν 4.9. σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. 4.10. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα,?̔περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν?̓ 4.16. καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικίας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 4.7. All my affairs will be made known to you by Tychicus, the beloved brother, faithful servant, and fellow bondservant in the Lord. 4.8. I am sending him to you for this very purpose, that he may know your circumstances and comfort your hearts 4.9. together with Onesimus, the faithful and beloved brother, who is one of you. They will make known to you everything that is going on here. 4.10. Aristarchus, my fellow prisoner greets you, and Mark, the cousin of Barnabas (concerning whom you received commandments, "if he comes to you, receive him") 4.16. When this letter has been read among you, cause it to be read also in the assembly of the Laodiceans; and that you also read the letter from Laodicea.
5. New Testament, Ephesians, 3.1, 6.20-6.22 (1st cent. CE - 1st cent. CE)

3.1. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,— 6.20. ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι. 6.21. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ 6.22. ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. 3.1. For this cause I, Paul, am the prisoner of Christ Jesus on behalf of you Gentiles 6.20. for which I am an ambassador in chains; that in it I may speak boldly, as I ought to speak. 6.21. But that you also may know my affairs, how I am doing, Tychicus, the beloved brother and faithful servant in the Lord, will make known to you all things; 6.22. whom I have sent to you for this very purpose, that you may know our state, and that he may comfort your hearts.
6. New Testament, Luke, 1.1-1.4, 14.16-14.24 (1st cent. CE - 1st cent. CE)

1.1. ΕΠΕΙΔΗΠΕΡ ΠΟΛΛΟΙ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων 1.2. καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου 1.3. ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε 1.4. ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. 14.16. ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς 14.17. καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις Ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν. 14.18. καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 14.19. καὶ ἕτερος εἶπεν Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 14.20. καὶ ἕτερος εἶπεν Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 14.21. καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 14.22. καὶ εἶπεν ὁ δοῦλος Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 14.23. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος· 14.24. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. 1.1. Since many have undertaken to set in order a narrative concerning those matters which have been fulfilled among us 1.2. even as those who from the beginning were eyewitnesses and ministers of the word delivered them to us 1.3. it seemed good to me also, having traced the course of all things accurately from the first, to write to you in order, most excellent Theophilus; 1.4. that you might know the certainty concerning the things in which you were instructed. 14.16. But he said to him, "A certain man made a great supper, and he invited many people. 14.17. He sent out his servant at supper time to tell those who were invited, 'Come, for everything is ready now.' 14.18. They all as one began to make excuses. "The first said to him, 'I have bought a field, and I must go and see it. Please have me excused.' 14.19. Another said, 'I have bought five yoke of oxen, and I must go try them out. Please have me excused.' 14.20. Another said, 'I have married a wife, and therefore I can't come.' 14.21. That servant came, and told his lord these things. Then the master of the house, being angry, said to his servant, 'Go out quickly into the streets and lanes of the city, and bring in the poor, maimed, blind, and lame.' 14.22. The servant said, 'Lord, it is done as you commanded, and there is still room.' 14.23. The lord said to the servant, 'Go out into the highways and hedges, and compel them to come in, that my house may be filled. 14.24. For I tell you that none of those men who were invited will taste of my supper.'


Subjects of this text:

subject book bibliographic info
acts, canonical Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
authority Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
authors relationship with audience deSilva, Ephesians (2022) 37
beroea, city Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
blending of narrative voices/worlds Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
colossae deSilva, Ephesians (2022) 37
dium, city Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
education (educated) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
eyewitness Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
genre Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
jesus christ, in nt Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
laodicea deSilva, Ephesians (2022) 37
luke-acts Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
mark, gospel of Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
metalepsis (metaleptic) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
narration, first person Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
narrative metalepsis Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
narrator (narrative voice) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
occasion and purpose deSilva, Ephesians (2022) 37
parable Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
paradox/paradoxical(ly) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
paul, in canonical acts Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95, 96
paul, situation of deSilva, Ephesians (2022) 37
paul (apostle) Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
plot Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
poetics Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
pydna Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
rhetoric(al) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
simultaneity Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
source-critical Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
sources (ancient, historical, literary) Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
thessalia Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
timothy Ogereau, Early Christianity in Macedonia: From Paul to the Late Sixth Century (2023) 77
top down Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 95
travels, of paul' Johnson Dupertuis and Shea, Reading and Teaching Ancient Fiction: Jewish, Christian, and Greco-Roman Narratives (2018) 96
tychicus deSilva, Ephesians (2022) 37