Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



7463
Longinus, On The Sublime, 33.5
NaN


Intertexts (texts cited often on the same page as the searched text):

10 results
1. Aristophanes, Peace, 835 (5th cent. BCE - 4th cent. BCE)

835. ̓́Ιων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι
2. Isocrates, Antidosis, 268 (5th cent. BCE - 4th cent. BCE)

3. Demosthenes, On The Crown, 180 (4th cent. BCE - 4th cent. BCE)

4. Demosthenes, On The False Embassy, 247 (4th cent. BCE - 4th cent. BCE)

5. Apollonius of Rhodes, Argonautica, 1.1310-1.1328, 2.284-2.294, 3.1, 3.117-3.127, 3.141-3.142, 4.139-4.166, 4.222-4.223 (3rd cent. BCE - 3rd cent. BCE)

1.1310. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη 1.1311. Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· 1.1312. ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας 1.1313. νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ 1.1314. νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· 1.1315. ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν 1.1316. Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; 1.1317. Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι 1.1318. ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους 1.1319. ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους 1.1320. ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. 1.1321. αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο 1.1322. πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα 1.1323. μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. 1.1324. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη 1.1325. ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.’ 1.1326. ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας· 1.1327. ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ 1.1328. πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. 2.284. καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο 2.285. πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες 2.286. εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο 2.287. οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν· 2.288. ‘οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι 2.289. Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ 2.290. δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.’ 2.291. ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν 2.292. ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται 2.293. μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι 2.294. εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. 3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.117. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε 3.118. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 3.119. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 3.120. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν 3.121. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς 3.122. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο 3.123. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως 3.124. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 3.125. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 3.126. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν 3.127. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός 3.141. ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. 3.142. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο 4.139. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι 4.140. καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται 4.141. ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ 4.142. νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· 4.143. ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν 4.144. ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 4.145. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη 4.146. ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα 4.147. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν 4.148. νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. 4.149. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη 4.150. οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν 4.151. γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα 4.152. οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν 4.153. κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης 4.154. ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 4.155. ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. 4.156. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ 4.157. βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς 4.158. ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ 4.159. φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ 4.160. θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω 4.161. κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. 4.162. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας 4.163. κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα 4.164. φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 4.165. αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων 4.166. ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. 4.222. σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων 4.223. τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος
6. Apollodorus, Bibliotheca, 1.9.16-1.9.27 (1st cent. CE - 2nd cent. CE)

1.9.16. Αἴσονος δὲ τοῦ Κρηθέως καὶ Πολυμήδης τῆς Αὐτολύκου Ἰάσων. οὗτος ᾤκει ἐν Ἰωλκῷ, τῆς δὲ Ἰωλκοῦ Πελίας ἐβασίλευσε μετὰ Κρηθέα, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι. τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμόν, αὖθις δὲ ὕστερον αὐτὸν ἔγνω. τελῶν γὰρ ἐπὶ τῇ θαλάσσῃ Ποσειδῶνι θυσίαν 1 -- ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. ὁ δὲ πόθῳ γεωργίας ἐν τοῖς χωρίοις διατελῶν ἔσπευσεν ἐπὶ τὴν θυσίαν· διαβαίνων δὲ ποταμὸν Ἄναυρον ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ῥείθρῳ πέδιλον. θεασάμενος δὲ Πελίας αὐτὸν καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προσελθών, τί 2 -- ἂν ἐποίησεν ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν αὐτῷ πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν. ὁ δέ, εἴτε ἐπελθὸν ἄλλως, εἴτε διὰ μῆνιν Ἥρας, ἵνʼ ἔλθοι κακὸν Μήδεια Πελίᾳ (τὴν γὰρ Ἥραν οὐκ ἐτίμα), τὸ χρυσόμαλλον δέρας ἔφη προσέταττον ἂν φέρειν αὐτῷ. τοῦτο Πελίας ἀκούσας εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν 3 -- ἐκέλευσεν αὐτόν. τοῦτο δὲ ἐν Κόλχοις ἦν ἐν Ἄρεος ἄλσει κρεμάμενον ἐκ δρυός, ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀύπνου. ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων Ἄργον παρεκάλεσε τὸν Φρίξου, κἀκεῖνος Ἀθηνᾶς ὑποθεμένης πεντηκόντορον ναῦν κατεσκεύασε τὴν προσαγορευθεῖσαν ἀπὸ τοῦ κατασκευάσαντος Ἀργώ· κατὰ δὲ τὴν πρῷραν ἐνήρμοσεν Ἀθηνᾶ φωνῆεν 1 -- φηγοῦ τῆς Δωδωνίδος ξύλον. ὡς δὲ ἡ ναῦς κατεσκευάσθη, χρωμένῳ ὁ θεὸς αὐτῷ πλεῖν ἐπέτρεψε συναθροίσαντι τοὺς ἀρίστους τῆς Ἑλλάδος. οἱ δὲ συναθροισθέντες εἰσὶν οἵδε· Τῖφυς Ἁγνίου, 2 -- ὃς ἐκυβέρνα τὴν ναῦν, Ὀρφεὺς Οἰάγρου, Ζήτης καὶ Κάλαϊς Βορέου, Κάστωρ καὶ Πολυδεύκης Διός, Τελαμὼν καὶ Πηλεὺς Αἰακοῦ, Ἡρακλῆς Διός, Θησεὺς Αἰγέως, 3 -- Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως, Ἀμφιάραος Ὀικλέους, 4 -- Καινεὺς Κορώνου 5 -- Παλαίμων Ἡφαίστου ἢ Αἰτωλοῦ, Κηφεὺς Ἀλεοῦ, Λαέρτης Ἀρκεισίου, Αὐτόλυκος Ἑρμοῦ, Ἀταλάντη Σχοινέως, Μενοίτιος Ἄκτορος, Ἄκτωρ Ἱππάσου, Ἄδμητος Φέρητος, Ἄκαστος Πελίου, Εὔρυτος Ἑρμοῦ, Μελέαγρος Οἰνέως, Ἀγκαῖος Λυκούργου, Εὔφημος Ποσειδῶνος, Ποίας Θαυμάκου, Βούτης Τελέοντος, Φᾶνος καὶ Στάφυλος Διονύσου, Ἐργῖνος Ποσειδῶνος, Περικλύμενος Νηλέως, Αὐγέας Ἡλίου, Ἴφικλος Θεστίου, Ἄργος Φρίξου, Εὐρύαλος Μηκιστέως, Πηνέλεως Ἱππάλμου, 6 -- Λήιτος Ἀλέκτορος, 7 -- Ἴφιτος Ναυβόλου, Ἀσκάλαφος καὶ Ἰάλμενος 1 -- Ἄρεος, Ἀστέριος Κομήτου, Πολύφημος Ἐλάτου. 1.9.17. οὗτοι ναυαρχοῦντος Ἰάσονος ἀναχθέντες προσίσχουσι Λήμνῳ. ἔτυχε δὲ ἡ Λῆμνος ἀνδρῶν τότε οὖσα ἔρημος, βασιλευομένη δὲ ὑπὸ Ὑψιπύλης τῆς Θόαντος διʼ αἰτίαν τήνδε. αἱ Λήμνιαι τὴν Ἀφροδίτην οὐκ ἐτίμων· ἡ δὲ αὐταῖς ἐμβάλλει δυσοσμίαν, καὶ διὰ τοῦτο οἱ γήμαντες αὐτὰς ἐκ τῆς πλησίον Θρᾴκης λαβόντες αἰχμαλωτίδας συνευνάζοντο αὐταῖς. ἀτιμαζόμεναι δὲ αἱ Λήμνιαι τούς τε πατέρας καὶ τοὺς ἄνδρας φονεύουσι· μόνη δὲ ἔσωσεν Ὑψιπύλη τὸν ἑαυτῆς πατέρα κρύψασα Θόαντα. προσσχόντες οὖν τότε γυναικοκρατουμένῃ τῇ Λήμνῳ μίσγονται ταῖς γυναιξίν. Ὑψιπύλη δὲ Ἰάσονι συνευνάζεται, καὶ γεννᾷ παῖδας Εὔνηον καὶ Νεβροφόνον. 1.9.18. ἀπὸ Λήμνου δὲ προσίσχουσι Δολίοσιν, 2 -- ὧν ἐβασίλευε Κύζικος. οὗτος αὐτοὺς ὑπεδέξατο φιλοφρόνως. νυκτὸς δὲ ἀναχθέντες ἐντεῦθεν καὶ περιπεσόντες ἀντιπνοίαις, ἀγνοοῦντες πάλιν τοῖς Δολίοσι προσίσχουσιν. οἱ δὲ νομίζοντες Πελασγικὸν εἶναι στρατόν (ἔτυχον γὰρ ὑπὸ Πελασγῶν συνεχῶς πολεμούμενοι) μάχην τῆς νυκτὸς συνάπτουσιν ἀγνοοῦντες πρὸς ἀγνοοῦντας. κτείναντες δὲ πολλοὺς οἱ Ἀργοναῦται, μεθʼ ὧν καὶ Κύζικον, μεθʼ ἡμέραν, ὡς ἔγνωσαν, ἀποδυράμενοι τάς τε κόμας ἐκείραντο καὶ τὸν Κύζικον πολυτελῶς ἔθαψαν. καὶ μετὰ τὴν ταφὴν πλεύσαντες Μυσίᾳ προσίσχουσιν. 1.9.19. ἐνταῦθα δὲ Ἡρακλέα καὶ Πολύφημον κατέλιπον. Ὕλας γὰρ ὁ Θειοδάμαντος παῖς, Ἡρακλέους δὲ ἐρώμενος, ἀποσταλεὶς ὑδρεύσασθαι διὰ κάλλος ὑπὸ νυμφῶν ἡρπάγη. Πολύφημος δὲ ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, 1 -- ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων. καὶ δηλοῖ συντυχόντι Ἡρακλεῖ. ζητούντων δὲ ἀμφοτέρων τὸν Ὕλαν ἡ ναῦς ἀνήχθη, καὶ Πολύφημος μὲν ἐν Μυσίᾳ κτίσας πόλιν Κίον 2 -- ἐβασίλευσεν, Ἡρακλῆς δὲ ὑπέστρεψεν εἰς Ἄργος. Ἡρόδωρος 3 -- δὲ αὐτὸν οὐδὲ τὴν ἀρχήν φησι πλεῦσαι τότε, ἀλλὰ παρʼ Ὀμφάλῃ δουλεύειν. Φερεκύδης δὲ αὐτὸν ἐν Ἀφεταῖς τῆς Θεσσαλίας ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθεγξαμένης μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. Δημάρατος δὲ αὐτὸν εἰς Κόλχους πεπλευκότα παρέδωκε· Διονύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα φησὶ τῶν Ἀργοναυτῶν γενέσθαι. 1.9.20. ἀπὸ δὲ Μυσίας ἀπῆλθον εἰς τὴν Βεβρύκων γῆν, ἧς ἐβασίλευεν Ἄμυκος Ποσειδῶνος παῖς καὶ νύμφης 1 -- Βιθυνίδος. γενναῖος δὲ ὢν οὗτος τοὺς προσσχόντας ξένους ἠνάγκαζε πυκτεύειν καὶ τοῦτον τὸν τρόπον ἀνῄρει. παραγενόμενος οὖν καὶ τότε ἐπὶ τὴν Ἀργὼ τὸν ἄριστον αὐτῶν εἰς πυγμὴν προεκαλεῖτο. 2 -- Πολυδεύκης δὲ ὑποσχόμενος πυκτεύσειν πρὸς αὐτόν, πλήξας κατὰ τὸν ἀγκῶνα ἀπέκτεινε. τῶν δὲ Βεβρύκων ὁρμησάντων πρὸς αὐτόν, ἁρπάσαντες οἱ ἀριστεῖς τὰ ὅπλα πολλοὺς φεύγοντας φονεύουσιν αὐτῶν. 1.9.21. ἐντεῦθεν ἀναχθέντες καταντῶσιν εἰς τὴν τῆς Θρᾴκης Σαλμυδησσόν, ἔνθα ᾤκει Φινεὺς μάντις τὰς ὄψεις πεπηρωμένος. τοῦτον οἱ μὲν Ἀγήνορος εἶναι λέγουσιν, οἱ δὲ Ποσειδῶνος υἱόν· καὶ πηρωθῆναί φασιν αὐτὸν οἱ μὲν ὑπὸ θεῶν, ὅτι προέλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα, οἱ δὲ ὑπὸ Βορέου καὶ τῶν Ἀργοναυτῶν, ὅτι πεισθεὶς μητρυιᾷ τοὺς ἰδίους ἐτύφλωσε παῖδας, τινὲς δὲ ὑπὸ Ποσειδῶνος, ὅτι τοῖς Φρίξου παισὶ τὸν ἐκ Κόλχων εἰς τὴν Ἑλλάδα πλοῦν ἐμήνυσεν. ἔπεμψαν δὲ αὐτῷ καὶ τὰς ἁρπυίας οἱ θεοί· πτερωταὶ δὲ ἦσαν αὗται, καὶ ἐπειδὴ 1 -- τῷ Φινεῖ παρετίθετο τράπεζα, ἐξ οὐρανοῦ καθιπτάμεναι τὰ μὲν πλείονα ἀνήρπαζον, ὀλίγα δὲ ὅσα ὀσμῆς ἀνάπλεα κατέλειπον, ὥστε μὴ δύνασθαι προσενέγκασθαι. βουλομένοις δὲ τοῖς Ἀργοναύταις τὰ περὶ τοῦ πλοῦ μαθεῖν ὑποθήσεσθαι τὸν πλοῦν ἔφη, τῶν ἁρπυιῶν αὐτὸν ἐὰν ἀπαλλάξωσιν. οἱ δὲ παρέθεσαν αὐτῷ τράπεζαν ἐδεσμάτων, ἅρπυιαι δὲ ἐξαίφνης σὺν βοῇ καταπτᾶσαι τὴν τροφὴν ἥρπασαν. 2 -- θεασάμενοι δὲ οἱ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς, ὄντες πτερωτοί, σπασάμενοι τὰ ξίφη διʼ ἀέρος ἐδίωκον. ἦν δὲ ταῖς ἁρπυίαις χρεὼν τεθνάναι ὑπὸ τῶν Βορέου παίδων, τοῖς δὲ Βορέου παισὶ τότε τελευτήσειν ὅταν διώκοντες μὴ καταλάβωσι. διωκομένων δὲ τῶν ἁρπυιῶν ἡ μὲν κατὰ Πελοπόννησον εἰς τὸν Τίγρην ποταμὸν ἐμπίπτει, ὃς νῦν ἀπʼ ἐκείνης Ἅρπυς καλεῖται· ταύτην δὲ οἱ μὲν Νικοθόην οἱ δὲ Ἀελλόπουν καλοῦσιν. ἡ δὲ ἑτέρα καλουμένη Ὠκυπέτη, ὡς δὲ ἔνιοι Ὠκυθόη (Ἡσίοδος δὲ λέγει αὐτὴν Ὠκυπόδην), αὕτη κατὰ τὴν Προποντίδα φεύγουσα μέχρις Ἐχινάδων ἦλθε νήσων, αἳ νῦν ἀπʼ ἐκείνης Στροφάδες καλοῦνται· ἐστράφη γὰρ ὡς ἦλθεν ἐπὶ ταύτας, καὶ γενομένη κατὰ τὴν ἠιόνα ὑπὸ καμάτου πίπτει σὺν τῷ διώκοντι. Ἀπολλώνιος δὲ ἐν τοῖς Ἀργοναύταις ἕως Στροφάδων νήσων φησὶν αὐτὰς διωχθῆναι καὶ μηδὲν παθεῖν, δούσας ὅρκον τὸν Φινέα μηκέτι ἀδικῆσαι. 1.9.22. ἀπαλλαγεὶς δὲ τῶν ἁρπυιῶν Φινεὺς ἐμήνυσε τὸν πλοῦν τοῖς Ἀργοναύταις, καὶ περὶ τῶν συμπληγάδων ὑπέθετο πετρῶν τῶν κατὰ θάλασσαν. ἦσαν δὲ ὑπερμεγέθεις αὗται, συγκρουόμεναι δὲ ἀλλήλαις ὑπὸ τῆς τῶν πνευμάτων βίας τὸν διὰ θαλάσσης πόρον ἀπέκλειον. ἐφέρετο δὲ πολλὴ μὲν ὑπὲρ 1 -- αὐτῶν ὁμίχλη πολὺς δὲ πάταγος, ἦν δὲ ἀδύνατον καὶ τοῖς πετεινοῖς διʼ αὐτῶν διελθεῖν. 2 -- εἶπεν οὖν αὐτοῖς ἀφεῖναι πελειάδα διὰ τῶν πετρῶν, καὶ ταύτην ἐὰν μὲν ἴδωσι σωθεῖσαν, διαπλεῖν καταφρονοῦντας, ἐὰν δὲ ἀπολομένην, 3 -- μὴ πλεῖν βιάζεσθαι. ταῦτα ἀκούσαντες ἀνήγοντο, καὶ ὡς πλησίον ἦσαν τῶν πετρῶν, ἀφιᾶσιν ἐκ τῆς πρῴρας πελειάδα· τῆς δὲ ἱπταμένης τὰ ἄκρα τῆς οὐρᾶς ἡ σύμπτωσις τῶν πετρῶν ἀπεθέρισεν. 4 -- ἀναχωρούσας οὖν ἐπιτηρήσαντες τὰς πέτρας μετʼ εἰρεσίας ἐντόνου, 5 -- συλλαβομένης Ἥρας, διῆλθον, τὰ ἄκρα τῶν ἀφλάστων τῆς νεὼς 1 -- περικοπείσης. αἱ μὲν οὖν συμπληγάδες ἔκτοτε ἔστησαν· χρεὼν γὰρ ἦν αὐταῖς νεὼς 1 -- περαιωθείσης στῆναι παντελῶς. 1.9.23. οἱ δὲ Ἀργοναῦται πρὸς Μαριανδυνοὺς παρεγένοντο, κἀκεῖ φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο Λύκος. ἔνθα θνήσκει μὲν Ἴδμων ὁ μάντις πλήξαντος αὐτὸν κάπρου, θνήσκει δὲ καὶ Τῖφυς, καὶ τὴν ναῦν Ἀγκαῖος ὑπισχνεῖται κυβερνᾶν. παραπλεύσαντες δὲ Θερμώδοντα καὶ Καύκασον ἐπὶ Φᾶσιν ποταμὸν ἦλθον· οὗτος τῆς Κολχικῆς ἐστιν. 2 -- ἐγκαθορμισθείσης δὲ τῆς νεὼς 1 -- ἧκε πρὸς Αἰήτην Ἰάσων, καὶ τὰ ἐπιταγέντα ὑπὸ Πελίου λέγων παρεκάλει δοῦναι τὸ δέρας αὐτῷ· ὁ δὲ δώσειν ὑπέσχετο, ἐὰν τοὺς χαλκόποδας ταύρους μόνος καταζεύξῃ. ἦσαν δὲ ἄγριοι παρʼ αὐτῷ ταῦροι δύο, μεγέθει διαφέροντες, δῶρον Ἡφαίστου, οἳ χαλκοῦς μὲν εἶχον πόδας, πῦρ δὲ ἐκ στομάτων ἐφύσων. τούτους αὐτῷ ζεύξαντι ἐπέτασσε 3 -- σπείρειν δράκοντος ὀδόντας· εἶχε γὰρ λαβὼν παρʼ Ἀθηνᾶς τοὺς ἡμίσεις ὧν Κάδμος ἔσπειρεν ἐν Θήβαις. ἀποροῦντος δὲ τοῦ Ἰάσονος πῶς ἂν δύναιτο τοὺς ταύρους καταζεῦξαι, Μήδεια αὐτοῦ ἔρωτα ἴσχει· ἦν δὲ αὕτη θυγάτηρ Αἰήτου καὶ Εἰδυίας τῆς Ὠκεανοῦ, φαρμακίς. 1 -- δεδοικυῖα δὲ μὴ πρὸς τῶν ταύρων διαφθαρῇ, κρύφα τοῦ πατρὸς συνεργήσειν αὐτῷ πρὸς τὴν κατάζευξιν τῶν ταύρων ἐπηγγείλατο καὶ τὸ δέρας ἐγχειριεῖν, ἐὰν ὀμόσῃ αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. ὀμόσαντος δὲ Ἰάσονος φάρμακον δίδωσιν, ᾧ καταζευγνύναι μέλλοντα τοὺς ταύρους ἐκέλευσε χρῖσαι τήν τε ἀσπίδα καὶ τὸ δόρυ καὶ τὸ σῶμα· τούτῳ γὰρ χρισθέντα ἔφη πρὸς μίαν ἡμέραν μήτʼ ἂν ὑπὸ πυρὸς ἀδικηθήσεσθαι μήτε ὑπὸ σιδήρου. ἐδήλωσε δὲ αὐτῷ σπειρομένων τῶν ὀδόντων ἐκ γῆς ἄνδρας μέλλειν ἀναδύεσθαι ἐπʼ αὐτὸν καθωπλισμένους, οὓς 2 -- ἔλεγεν ἐπειδὰν ἀθρόους θεάσηται, βάλλειν εἰς μέσον λίθους ἄποθεν, ὅταν δὲ ὑπὲρ τούτου μάχωνται πρὸς ἀλλήλους, τότε κτείνειν αὐτούς. Ἰάσων δὲ τοῦτο ἀκούσας καὶ χρισάμενος τῷ φαρμάκῳ, παραγενόμενος εἰς τὸ τοῦ νεὼ ἄλσος ἐμάστευε τοὺς ταύρους, καὶ σὺν πολλῷ πυρὶ ὁρμήσαντας αὐτοὺς κατέζευξε. σπείραντος 3 -- δὲ αὐτοῦ τοὺς ὀδόντας ἀνέτελλον ἐκ τῆς γῆς ἄνδρες ἔνοπλοι· ὁ δὲ ὅπου πλείονας ἑώρα, βάλλων ἀφανῶς 4 -- λίθους, πρὸς αὐτοὺς μαχομένους πρὸς ἀλλήλους προσιὼν ἀνῄρει. καὶ κατεζευγμένων 5 -- τῶν ταύρων οὐκ ἐδίδου τὸ δέρας Αἰήτης, ἐβούλετο δὲ τήν τε Ἀργὼ καταφλέξαι καὶ κτεῖναι τοὺς ἐμπλέοντας. φθάσασα δὲ Μήδεια τὸν Ἰάσονα νυκτὸς ἐπὶ τὸ δέρας ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις μετὰ Ἰάσονος, ἔχουσα τὸ δέρας, ἐπὶ τὴν Ἀργὼ παρεγένετο. συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν. 1.9.24. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμημένα ὥρμησε τὴν ναῦν διώκειν. ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια τὸν ἀδελφὸν φονεύει καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησε· διόπερ ὑποστρέψας, καὶ τὰ σωθέντα τοῦ παιδὸς μέλη θάψας, τὸν τόπον προσηγόρευσε Τόμους. πολλοὺς δὲ τῶν Κόλχων ἐπὶ τὴν ζήτησιν τῆς Ἀργοῦς ἐξέπεμψεν, ἀπειλήσας, εἰ μὴ Μήδειαν ἄξουσιν, αὐτοὺς πείσεσθαι τὰ ἐκείνης. οἱ δὲ σχισθέντες 1 -- ἄλλος ἀλλαχοῦ ζήτησιν ἐποιοῦντο. τοῖς δὲ Ἀργοναύταις τὸν Ἠριδανὸν ποταμὸν ἤδη παραπλέουσι Ζεὺς μηνίσας ὑπὲρ τοῦ φονευθέντος Ἀψύρτου χειμῶνα λάβρον ἐπιπέμψας ἐμβάλλει πλάνην. καὶ αὐτῶν τὰς Ἀψυρτίδας νήσους παραπλεόντων ἡ ναῦς φθέγγεται μὴ λήξειν τὴν ὀργὴν τοῦ Διός, ἐὰν 1 -- μὴ πορευθέντες εἰς τὴν Αὐσονίαν τὸν Ἀψύρτου φόνον καθαρθῶσιν ὑπὸ Κίρκης. οἱ δὲ παραπλεύσαντες τὰ Λιγύων 2 -- καὶ Κελτῶν ἔθνη, καὶ διὰ τοῦ Σαρδονίου πελάγους διακομισθέντες, 3 -- παραμειψάμενοι Τυρρηνίαν ἦλθον εἰς Αἰαίην, 4 -- ἔνθα Κίρκης ἱκέται γενόμενοι καθαίρονται. 1.9.25. παραπλεόντων δὲ Σειρῆνας αὐτῶν, Ὀρφεὺς τὴν ἐναντίαν μοῦσαν μελῳδῶν τοὺς Ἀργοναύτας κατέσχε. μόνος δὲ Βούτης ἐξενήξατο πρὸς αὐτάς, ὃν ἁρπάσασα Ἀφροδίτη ἐν Λιλυβαίῳ κατῴκισε. μετὰ δὲ τὰς Σειρῆνας τὴν ναῦν Χάρυβδις ἐξεδέχετο καὶ Σκύλλα καὶ πέτραι πλαγκταί, ὑπὲρ ὧν φλὸξ πολλὴ καὶ καπνὸς ἀναφερόμενος ἑωρᾶτο. ἀλλὰ διὰ τούτων διεκόμισε τὴν ναῦν σὺν Νηρηίσι Θέτις παρακληθεῖσα ὑπὸ Ἥρας. παραμειψάμενοι δὲ Θρινακίαν νῆσον Ἡλίου βοῦς 5 -- ἔχουσαν εἰς τὴν Φαιάκων νῆσον Κέρκυραν ἧκον, ἧς βασιλεὺς ἦν Ἀλκίνοος. τῶν δὲ Κόλχων τὴν ναῦν εὑρεῖν μὴ δυναμένων οἱ μὲν τοῖς Κεραυνίοις 1 -- ὄρεσι παρῴκησαν, οἱ δὲ εἰς τὴν Ἰλλυρίδα κομισθέντες ἔκτισαν Ἀψυρτίδας νήσους· ἔνιοι δὲ πρὸς Φαίακας ἐλθόντες τὴν Ἀργὼ κατέλαβον καὶ τὴν Μήδειαν ἀπῄτουν παρʼ Ἀλκινόου. ὁ δὲ εἶπεν, εἰ μὲν ἤδη συνελήλυθεν Ἰάσονι, δώσειν αὐτὴν ἐκείνῳ, εἰ δʼ ἔτι παρθένος ἐστί, τῷ πατρὶ ἀποπέμψειν. 2 -- Ἀρήτη δὲ ἡ Ἀλκινόου γυνὴ φθάσασα Μήδειαν Ἰάσονι συνέζευξεν· ὅθεν οἱ μὲν Κόλχοι μετὰ Φαιάκων κατῴκησαν, οἱ δὲ Ἀργοναῦται μετὰ τῆς Μηδείας ἀνήχθησαν. 1.9.26. πλέοντες δὲ νυκτὸς σφοδρῷ περιπίπτουσι χειμῶνι. Ἀπόλλων δὲ στὰς ἐπὶ τὰς Μελαντίους 3 -- δειράς, τοξεύσας τῷ βέλει εἰς τὴν θάλασσαν κατήστραψεν. οἱ δὲ πλησίον ἐθεάσαντο νῆσον, τῷ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι 4 -- προσορμισθέντες Ἀνάφην ἐκάλεσαν· ἱδρυσάμενοι δὲ βωμὸν Ἀπόλλωνος αἰγλήτου 5 -- καὶ θυσιάσαντες ἐπʼ εὐωχίαν ἐτράπησαν. δοθεῖσαι δʼ ὑπὸ Ἀρήτης Μηδείᾳ δώδεκα θεράπαιναι τοὺς ἀριστέας ἔσκωπτον μετὰ παιγνίας· ὅθεν ἔτι καὶ νῦν ἐν τῇ θυσίᾳ σύνηθές ἐστι σκώπτειν ταῖς γυναιξίν. ἐντεῦθεν ἀναχθέντες κωλύονται Κρήτῃ προσίσχειν ὑπὸ Τάλω. τοῦτον οἱ μὲν τοῦ χαλκοῦ γένους εἶναι λέγουσιν, οἱ δὲ ὑπὸ Ἡφαίστου Μίνωι δοθῆναι· ὃς ἦν χαλκοῦς ἀνήρ, οἱ δὲ ταῦρον αὐτὸν λέγουσιν. εἶχε δὲ φλέβα μίαν ἀπὸ αὐχένος κατατείνουσαν ἄχρι σφυρῶν· κατὰ δὲ τὸ τέρμα 1 -- τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. οὗτος ὁ Τάλως τρὶς ἑκάστης ἡμέρας τὴν νῆσον περιτροχάζων ἐτήρει· διὸ καὶ τότε τὴν Ἀργὼ προσπλέουσαν θεωρῶν τοῖς λίθοις ἔβαλλεν. ἐξαπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῷ μανίαν Μηδείας ἐμβαλούσης, ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον καὶ τὸν ἧλον ἐξελούσης, ἐκρυέντος τοῦ παντὸς ἰχῶρος αὐτὸν ἀποθανεῖν. τινὲς δὲ αὐτὸν τοξευθέντα ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τελευτῆσαι λέγουσι. μίαν δὲ ἐνταῦθα νύκτα μείναντες Αἰγίνῃ προσίσχουσιν ὑδρεύσασθαι θέλοντες, καὶ γίνεται περὶ τῆς ὑδρείας αὐτοῖς ἅμιλλα. ἐκεῖθεν δὲ διὰ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πλεύσαντες εἰς Ἰωλκὸν ἦλθον, τὸν πάντα πλοῦν ἐν τέτταρσι μησὶ τελειώσαντες. 1.9.27. Πελίας δὲ ἀπογνοὺς τὴν ὑποστροφὴν τῶν Ἀργοναυτῶν τὸν Αἴσονα κτείνειν ἤθελεν· ὁ δὲ αἰτησάμενος ἑαυτὸν ἀνελεῖν θυσίαν ἐπιτελῶν ἀδεῶς τοῦ ταυρείου σπασάμενος αἵματος 1 -- ἀπέθανεν. ἡ δὲ Ἰάσονος μήτηρ ἐπαρασαμένη Πελίᾳ, 2 -- νήπιον ἀπολιποῦσα παῖδα Πρόμαχον ἑαυτὴν ἀνήρτησε· Πελίας δὲ καὶ τὸν αὐτῇ καταλειφθέντα παῖδα ἀπέκτεινεν. ὁ δὲ Ἰάσων κατελθὼν τὸ μὲν δέρας ἔδωκε, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων καιρὸν ἐξεδέχετο. καὶ τότε μὲν εἰς Ἰσθμὸν μετὰ τῶν ἀριστέων πλεύσας ἀνέθηκε τὴν ναῦν Ποσειδῶνι, αὖθις δὲ Μήδειαν παρακαλεῖ ζητεῖν ὅπως Πελίας αὐτῷ δίκας ὑπόσχῃ. ἡ δὲ εἰς τὰ βασίλεια τοῦ Πελίου παρελθοῦσα πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα κρεουργῆσαι καὶ καθεψῆσαι, διὰ φαρμάκων αὐτὸν ἐπαγγελλομένη ποιήσειν νέον· καὶ τοῦ πιστεῦσαι χάριν κριὸν μελίσασα καὶ καθεψήσασα ἐποίησεν ἄρνα. αἱ δὲ πιστεύσασαι τὸν πατέρα κρεουργοῦσι καὶ καθέψουσιν. Ἄκαστος 3 -- δὲ μετὰ τῶν τὴν Ἰωλκὸν οἰκούντων τὸν πατέρα θάπτει, τὸν δὲ Ἰάσονα μετὰ τῆς Μηδείας τῆς Ἰωλκοῦ ἐκβάλλει.
7. Dio Chrysostom, Orations, 60.1 (1st cent. CE

60.1. Interlocutor. Can you solve me this problem — whether or not people are warranted in finding fault now with Archilochus and now with Sophocles in their treatment of the story of Nessus and Deïaneira? For some say Archilochus makes nonsense when he represents Deïaneira as chanting a long story to Heracles while an attack upon her honour is being made by the Centaur, thereby reminding him of the love-making of Acheloüs — and of the events which took place on that occasion — in consequence of which Nessus would have ample time to accomplish his purpose; others charge that Sophocles has introduced the shooting of the arrow too soon, while they were still crossing the river; for in those circumstances, they claim, Deïaneira too would have perished, since the dying Centaur would have dropped her in the river. However, do not, as you usually do, speak quite counter to the general belief and give any version rather than what a man would naturally believe.
8. Longinus, On The Sublime, 1.4, 15.3, 16.2, 33.4, 34.4 (1st cent. CE - 1st cent. CE)

9. Antoninus Liberalis, Collection of Metamorphoses, 23.1 (2nd cent. CE - 3rd cent. CE)

10. Athenaeus, The Learned Banquet, None (2nd cent. CE - 3rd cent. CE)



Subjects of this text:

subject book bibliographic info
achelous Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
aeschines Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
aeschylus, works of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
agathon Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
antigone (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
antoninus liberalis Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
aphrodite Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176
apollo, apollodorus, mythographer Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
apollonius rhodius Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176, 177; Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
arcesilaus of pitane Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
archilochus Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
argos, argive Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
aristarchus Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
aristotle, on oedipus the king (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
aristotle, on tragedy Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
athenaeus Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
athens, and sophocles works Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
bacchylides Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
banquet, with ion of chios Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
baton of sinope Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
battus Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
bergk, wilhelm theodor Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
callimachus, and new music Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
callimachus Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129, 130
casaubon, isaac Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
codex Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
coeranus Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
deianeira Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 184
demosthenes, on aeschines Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
deus ex machina Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
dio of prusa Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
dionysia, great Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
dolphin Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
epic, i Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
epic Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
epidemiai (sojourns) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 27
erigone Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177; Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
euenus, river Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 773
euripides, works of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
exemplum Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
fable Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
fleet, athenian Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26
ganymede Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176
generic contamination, in iambus Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
genre, literary, multiple' Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
gentili, bruno Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
gentili and prato Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
hecale Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
heracles Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 184, 773
hesiod Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
hexameters Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
history, early Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
homer Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177; Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
horse, wooden Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
invective Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
ion, threefold, in iambus Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
ion of chios Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294; Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773; Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27, 460
leptotēs Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129
longinus, on the sublime Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176
longinus Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 773; Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129, 130
lycurgus Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
melissus, and the samian revolt Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 27
mission to Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26
morning star, Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 27
myth Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 184, 773
nessus Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
new music, callimachus and Acosta-Hughes Lehnus and Stephens, Brill's Companion to Callimachus (2011) 294
nicander Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
number, of sophocles plays Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
oedipus the king (sophocles), preservation of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
on the sublime, on sophocles Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
paintings Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176
pamphilus Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 177
panhellenic Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
paros, parian Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
performance, of sophocles works Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
pericles, and sophocles Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
philosopher, ion of chios as Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 27
philosopher, melissus as Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 27
pindar Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
plays, lost Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
plutarch Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
poet, ion of chios as Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
politician, sophocles as Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
porter, james Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129, 130
posidippus Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129
prato, carlo Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
preservation, of sophocles work Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460, 463
rape Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
rome, and sophocles works Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
russell, donald Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
sacadas Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
samos, vs. athens Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
senses, sight Kazantzidis, Lucretius on Disease: The Poetics of Morbidity in "De rerum natura" (2021) 129
sophocles, lost plays and fragments of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 463
sophocles Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
speech Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183
stesichorus Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
thasos, thasian Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
theater, of dionysus Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 460
tragedy, attic Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 183, 773
troy Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 184
visit to Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 26, 27
wife Bowie, Essays on Ancient Greek Literature and Culture (2021) 773
zeus Bowie, Essays on Ancient Greek Literature and Culture, Volume 2: Comedy, Herodotus, Hellenistic and Imperial Greek Poetry, the Novels (2023) 176