Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



6471
Hesiod, Works And Days, 421-776


ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·I’ll give you nothing. Practise industry


τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.Foolish Perses, which the gods have given men


ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυνLest, with their wives and children, dolefully


ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·They seek food from their neighbours, who will then


εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.Ignore them. Twice or thrice you may succeed


τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.But if you still harass them, you’ll achieve


πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃςNothing and waste your words about your need.


ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουρανI urge you, figure how you may relieve


πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστινYour need and cease your hunger. The first thing


εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξαςThat you must do is get a house, then find


γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.A slave to help you with your furrowing


δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκονFemale, unwed, an ox to plough behind


αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·Then in the house prepare the things you’ll need;


εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.Don’t borrow lest you be refused and lack


δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆεςAll means and, as the hours duly speed


δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρωAlong, your labour’s lost. Do not push back


ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόνYour toil for just one day: don’t drag your feet


ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.And fight with ruin evermore. No, when


οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρονYou feel no more the fierce sun’s sweaty heat


ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.And mighty Zeus sends autumn rain, why, then


τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτοWe move more quickly – that’s the time when we


ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμονSee Sirius travelling less above us all


ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοιPoor wretches, using night more, and that tree


μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳYou cut has shed its foliage in the fall


θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνωνNo longer sprouting, and is less replete


σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.With worm-holes. Now’s the time to fell your trees.


κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.Cut with a drilling-mortar of three feet


φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃςAnd pestle of three cubits: you must seize


ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·A seven-foot axle – that’s a perfect fit


ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην(You’ll make a hammerhead with one of eight).


δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·To have a ten-palm wagon, make for it


δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·Four three-foot wagon-wheels. Wood that’s not straight


ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·Is useful – gather lots for use within:


ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.At home or in the mountains search for it.


φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξανHolm-oak is strongest for the plough: the pin


νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξηςIs fixed on it, on which the pole will sit


τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.By craftsmen of Athene. But make two


εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃWithin your house, of one piece and compressed.


δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸςThat’s better - if one breaks the other you


αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρηνMay use. Sound elm or laurel are the best


πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.For poles. The stock should be of oak, the beam


ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.Of holm-oak. Two bull oxen you should buy


νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·Both nine years old - a prime age, you may deem


νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.For strength. They toil the hardest nor will vie


εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇIn conflict in the furrows nor will break


ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήνThe plough or leave the work undone. And now


ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτληςA forty-year-old stalwart you should take


χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαιWho will, before he ventures out to plough


ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθεConsume a quartered, eight-slice loaf, one who


δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείηSkilled in his craft, will keep the furrow straight


σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστηNor look around for comrades but stay true


θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.To his pursuit. Born at a later date


ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζεA man may never plough thus and may cause


εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοιA second sowing. Younger men, distract


ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπαWill wink at comrades. Let this give you pause -


γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.The crane’s high, yearly call means “time to act”


εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλουςStart ploughing for it’s winter-time. It’s gall


αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.To one who has no oxen: it will pay


εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖανTo have horned oxen fattened in their stall.


ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργωνIt will be simple then for you to say


ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων“Bring me my oxen and my wagon too”


οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.And it is also easy to reject


ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιοA friend and say “They have their work to do


ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.My oxen.” Merely mind-rich men expect


εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·Their wagon’s made already, foolish men.


ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισιThey don’t know that a hundred boards they’ll need.


τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖανGet all you need together and then, when


τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοιThe ploughing term commences, with all speed


μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·You and your slaves, set out and plough straight through


οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.The season, wet or dry; quick, at cockcrow


ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοιThat you may fill those furrows, plough; and you


μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.Should plough in spring; the summer, should you go


πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχηνOn ploughing, won’t dismay you. Plough your field


ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργωνWhen soil is light – such is a surety


ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοιFor us and for our children forms a shield.


μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃPray, then, to Zeus, the god of husbandry


σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.And pure Demeter that she fill her grain.


πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνωνFirst grab the handles of the plough and flick


χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.The oxen as upon the straps they strain.


ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζειThen let a bondsman follow with a stick


ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.Close at your back, to hide the seed and cheat


δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·The birds. For man good management’s supreme


οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.Bad management is worst. If you repeat


μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάνταThese steps, your fields of corn shall surely teem


τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖανWith stalks which bow down low if in the end


πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσινZeus brings a happy outcome and you’ve cleared


ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳYour jars of cobwebs: then if you make fast


ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·Your stores of food at home you will be cheered


πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείαςI think. You’ll be at ease until pale spring


οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃNor will you gape at others – rather they’ll


ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.Have need of you. Keep at your furrowing


θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντοUntil the winter sun and surely fail


τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶνAnd reap sat down and seize within your hand


ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.Your meagre crop and bind with dusty speed


καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·With many a frown, and take it from your land


καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τιInside a basket, and few folk will waste


οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησινTheir praise upon you. Aegis-bearing Zeu


ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.Is changeable – his thoughts are hard to see.


καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησινIf you plough late, this just may be of use:


ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνειWhen first the cuckoo calls on the oak-tree


οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·And through the vast earth causes happiness


εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳZeus rains non-stop for three days that the height


χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκουOf flood’s an ox’s hoof, no more, no less:


ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδειThat way the man who ploughs but late just might


ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.Equal the early plougher. All this you


οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·Must do, and don’t permit pale spring to take


ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τεYou by surprise, the rainy season, too.


στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.Round public haunts and smithies you should make


καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖταιA detour during winter when the cold


λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήενταKeeps men from work, for then a busy man


φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλενMay serve his house. Let hardship not take hold


ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσιNor helplessness, through cruel winter’s span


καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοιNor rub your swollen foot with scrawny hand.


οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶταιAn idle man will often, while in vain


τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.He hopes, lacking a living from his land


καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύωConsider crime. A needy man will gain


χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·Nothing from hope while sitting in the street


στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·And gossiping, no livelihood in sight.


τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσιSay to your slaves in the midsummer heat:


μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.“There won’t always be summer, shining bright –


ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιοBuild barns.” Lenaion’s evil days, which gall


ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.The oxen, guard yourself against. Beware


πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃOf hoar-frosts, too, which bring distress to all


δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳWhen the North Wind blows, which blasts upon the air


ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθενIn horse-rich Thrace and rouses the broad sea


πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·Making the earth and woods resound with wails.


ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντοςHe falls on many a lofty-leafed oak-tree


ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντοςAnd on thick pines along the mountain-vale


ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·And fecund earth, the vast woods bellowing.


ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντωνThe wild beasts, tails between their legs, all shake.


ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃAlthough their shaggy hair is covering


ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησιTheir hides, yet still the cold will always make


πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.Their way straight through the hairiest beast. Straight through


τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαιAn ox’s hide the North Wind blows and drill


μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃThrough long-haired goats. His strength, though, cannot do


χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.Great harm to sheep who keep away all chill


ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτοςWith ample fleece. He makes old men stoop low


χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.But soft-skinned maids he never will go through –


τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴηThey stay indoors, who as yet do not know


ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.Gold Aphrodite’s work, a comfort to


ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸνTheir darling mothers, and their tender skin


ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτιςThey wash and smear with oil in winter’s space


γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.And slumber in a bedroom far within


εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιοThe house, when in his cold and dreadful place


χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρThe Boneless gnaws his foot (the sun won’t show


Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον ὨκεανοῖοHim pastures but rotate around the land


πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.Of black men and for all the Greeks is slow


τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼνTo brighten). That’s the time the hornèd and


ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.The unhorned beasts of the wood flee to the brush


τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.Teeth all a-chatter, with one thought in mind –


ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃTo find some thick-packed shelter, p’raps a bush


Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·Or hollow rock. Like one with head inclined


ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·Towards the ground, spine shattered, with a stick


φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτονTo hold him up, they wander as they try


ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.To circumvent the snow. As I ordain


τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖνShelter your body, too, when snow is nigh –


ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.A fleecy coat and, reaching to the floor


ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσανA tunic. Both the warp and woof must you


ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργουEntwine but of the woof there must be more


ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθουThan of the warp. Don this, for, if you do


ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.Your hair stays still, not shaking everywhere.


ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξBe stoutly shod with ox-hide boots which you


δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴνMust line with felt. In winter have a care


πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃTo sew two young kids’ hides to the sinew


τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστοςOf an ox to keep the downpour from your back


μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρεςA knit cap for your head to keep your ear


εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζειFrom getting wet. It’s freezing at the crack


αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδηOf dawn, which from the starry sky appear


εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνοςWhen Boreas drops down: then is there spread


μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάωνA fruitful mist upon the land which fall


καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίηςUpon the blessed fields and which is fed


πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνονBy endless rivers, raised on high by squalls.


ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆςSometimes it rains at evening, then again


ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπαWhen the thickly-compressed clouds are animated


κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτοςBy Thracian Boreas, it blows hard. Then


τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.It is the time, having anticipated


δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴνAll this, to finish and go home lest you


δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος ὨαρίωνοςShould be enwrapped by some dark cloud, heaven-sent


χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.Your flesh all wet, your clothing drenched right through.


μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴThis is the harshest month, both violent


πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκουAnd harsh to beast and man – so you have need


θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθονTo be alert. Give to your men more fare


δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·Than usual but halve your oxen’s feed.


καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτουThe helpful nights are long, and so take care.


μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.Keep at this till the year’s end when the day


χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴηAnd nights are equal and a diverse crop


βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειταSprings from our mother earth and winter’s phase


δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.Is two months old and from pure Ocean’s top


εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃArcturus rises, shining, at twilight.


οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος ΗώςInto the light then Pandion’s progeny


ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·The high-voiced swallow, comes at the first sight


δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκταςOf spring. Before then, the best strategy


πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαιIs pruning of your vines. But when the snail


δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴClimbs up the stems to flee the Pleiades


Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος ὨαρίωνοςStop digging vineyards; now it’s of avail


δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναιTo sharpen scythes and urge your men. Shun these


ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.Two things – dark nooks and sleeping till cockcrow


εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖAt harvest-season when the sun makes dry


εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον ὨαρίωνοςOne’s skin. Bring in your crops and don’t be slow.


φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντονRise early to secure your food supply.


δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·For Dawn will cut your labour by a third


καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳWho aids your journey and you toil, through whom


γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.Men find the road and put on many a herd


νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισιOf oxen many a yoke. When thistles bloom


πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντωνAnd shrill cicadas chirp up in the tree


χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.Nonstop beneath their wings, into our view


ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳComes summer, harbinger of drudgery


εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·Goats at their fattest, wine its choicest, too


πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.The women at their lustiest, though men


αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·Are at their very weakest, head and knee


καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτονBeing dried up by Sirius, for then


ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαιTheir skin is parched. It is at times like these


ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε ΠέρσῃI crave some rocky shade and Bibline wine


πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·A hunk of cheese, goat’s milk, meat from a beast


ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσαςThat’s pasture-fed, uncalved, or else I pine


Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·For new-born kids. Contented with my feast


οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβονI sit and drink the wine, so sparkling


ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·Facing the strong west wind, there in the shade


νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃAnd pour three-fourths of water from the spring


Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.A spring untroubled that will never fade


τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναιThen urge your men to sift the holy corn


ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.Of Demeter, when Orion first we see


νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.In all his strength, upon the windy, worn


μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδοςThreshing-floor. Then measure well the quantity


ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.And take it home in urns. Now I urge you


εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸνTo stockpile all your year’s supplies inside.


βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέαDismiss your hired man and then in lieu


δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσηςSeek out a childless maid (you won’t abide


οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.One who is nursing). You must take good care


οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντονOf your sharp-toothed dog; do not scant his meat


εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ ἈχαιοὶIn case The One Who Sleeps by Day should dare


μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειρανTo steal your goods. Let there be lots to eat


Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.For both oxen and mules, and litter, too.


ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος ἈμφιδάμαντοςUnyoke your team and grant a holiday.


Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰWhen rosy-fingered Dawn first gets a view


ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημιOf Arcturus and across the sky halfway


ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.Come Sirius and Orion, pluck your store


τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκαOf grapes and bring them home; then to the sun


ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.Expose them for ten days, then for five more


τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·Conceal them in the dark; when this is done


ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·Upon the sixth begin to pour in jar


Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.Glad Bacchus’ gift. When strong Orion’s set


ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιοAnd back into the sea decline the star


ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρηςPleiades and Hyades, it’s time to get


ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆαYour plough out, Perses. Then, as it should be


καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσαThe year is finished. If on stormy sea


εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθωνYou long to sail, when into the dark


ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·To flee Orion’s rain, the Pleiade


ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.Descend, abundant winds will blow: forbear


τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·To keep at that time on the wine-dark sea


εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσαςYour ships, but work your land with earnest care


ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαιAs I ordain. So that the potency


σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·Of the wet winds may not affect your craft


μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρονYou must protect it on dry land, and tamp


καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήταςIt tight with stones on both sides, fore and aft.


ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳTake out the plug that Zeus’s rain won’t damp


πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.And rot the wood. The tackle store inside


ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·And neatly fold the sails and then suspend


ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνηThe well-made rudder over smoke, then bide


ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃYour time until the season’s at an end


ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·And you may sail. Then take down to the sea


εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγεYour speedy ship and then prepare the freight


αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·To guarantee a gain, as formerly


ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰOur father would his vessels navigate.


ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·In earnest, foolish Perses, to posse


χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.Great riches, once he journeyed to this place


δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγαFrom Cyme, fleeing not wealth or succe


φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.But grinding poverty, which many face


μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·At Zeus’s hands. Near Helicon he dwelt


ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.In a wretched village, Ascra, most severe


δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.In winter, though an equal woe one felt


δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείραςIn summer, goods at no time. Perses, hear


ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.My words – of every season’s toil take care


μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.Particularly sailing. Sure, approve


ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαιA little ship but let a large one bear


μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπωνYour merchandise – the more of this you move


μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·The greater gain you make so long as you


ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.Avoid strong winds. When you have turned to trade


παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.Your foolish mind, in earnest to eschew


τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίειDistressful want and debits yet unpaid


πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.The stretches of the loud-resounding sea


οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινονI’ll teach you, though of everything marine


τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλοI am unlearned: yet on no odyssey


δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόνταUpon the spacious ocean have I been –


εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.Just to Euboea from Aulis (the great host


εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.Of Greeks here waited out the stormy gale


μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·Who went from holy Greece to Troy, whose boast


εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.Is comely women). I myself took sail


μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃTo Chalchis for the games of the geniu


ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξαςArchidamas: for many games had been


δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτιςArranged by children of that glorious


ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖνGreat man and advertised. I scored a win


δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλονFor song and brought back home my accolade


ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.A two-eared tripod which I dedicated


μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαιTo the Muses there in Helicon (I made


μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.My debut there when I participated


μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶIn lovely song). Familiarity


τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.With ships for me to this has been confined.


γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστοςBut since the Muses taught singing to me


φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.I’ll tell you aegis-bearing Zeus’s mind.


εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.When fifty days beyond the solstice go


μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναιAnd toilsome summer’s ending, mortals can


ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.Set sail upon the ocean, which will no


μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνονSeafarers slaughter, nor will any man


χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·Shatter his ship, unless such is the will


οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.Of earth-shaking Poseidon or our king


μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·Lord Zeus, who always judge both good and ill.


αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·The sea is tranquil then, unwavering


μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃςThe winds. Trust these and drag down to the sea


μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·Your ship with confidence and place all freight


ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώςOn board and then as swiftly as may be


ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.Sail home and for the autumn rain don’t wait


μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκουOr fast-approaching blizzards, new-made wine


ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.The South Wind’s dreadful blasts – he stirs the sea


μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσανταAnd brings downpours in spring and makes the brine


σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.Inclement. Spring, too, grants humanity


μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρThe chance to sail. When first some leaves are seen


ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθραOn fig-tree-tops, as tiny as the mark


χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.A raven leaves, the sea becomes serene


ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτοςFor sailing. Though spring bids you to embark


τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.I’ll not praise it – it does not gladden me.


μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃIt’s hazardous, for you’ll avoid distre


αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.With difficulty thus. Imprudently


μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεDo men sail at that time – covetousne


πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.Is their whole life, the wretches. For the sea


μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπεινTo take your life is dire. Listen to me:


μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.Don’t place aboard all your commodities –


μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόνταLeave most behind, place a small quantity


ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.Aboard. To tax your cart too much and break


μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινονAn axle, losing all, will bring distress.


παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖBe moderate, for everyone should take


μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.An apt approach. When you’re in readiness


μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαιGet married. Thirty years, or very near


ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷIs apt for marriage. Now, past puberty


ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσαςYour bride should go four years: in the fifth year


μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.Wed her. That you may teach her modesty


μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντωνMarry a maid. The best would be one who


μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·Lives near you, but you must with care look round


μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.Lest neighbours make a laughingstock of you.


ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.A better choice for men cannot be found


φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραιThan a good woman, nor a worse one than


ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.One who’s unworthy, say a sponging mare


φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶWho will, without a torch, burn up a man


λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.And bring him to a raw old age. Beware


Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖρανOf angering the blessed ones – your friend


πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστηνIs not your brother – treat them differently.


ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.But if you don’t, don’t be first to offend.


εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.Don’t lie. If he treats you offensively


αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντοςIn word or deed, then you should recompense


Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·Him double, then, if he would be again


τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·Your friend and pay the price for his offence


ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸςThen take him back. They are all wretched men


ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·Who go from friend to friend, so let your face


ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαίNot falsify your nature. Let none be


ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·Able to call you comrade of the base


ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·Or one who fights men of integrity


Intertexts (texts cited often on the same page as the searched text):

5 results
1. Hesiod, Works And Days, 221-237, 240-420, 422-776, 778, 780-784, 788-789, 793-806, 813-828, 220 (8th cent. BCE - 7th cent. BCE)

220. You go where I decide. Perhaps you are
2. Plato, Statesman, None (5th cent. BCE - 4th cent. BCE)

3. Plato, Republic, None (5th cent. BCE - 4th cent. BCE)

370a. of the food for himself alone in a quarter of the time and employ the other three-quarters, the one in the provision of a house, the other of a garment, the other of shoes, and not have the bother of associating with other people, but, himself for himself, mind his own affairs? And Adeimantus said, But, perhaps, Socrates, the former way is easier. It would not, by Zeus, be at all strange, said I; for now that you have mentioned it, it occurs to me myself that, to begin with, our several natures are not
4. Demosthenes, Against Neaera, 97 (4th cent. BCE - 4th cent. BCE)

5. Demosthenes, On The Crown, 267 (4th cent. BCE - 4th cent. BCE)



Subjects of this text:

subject book bibliographic info
agricultural calendar Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86
appraisal theory de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
arcturus Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 85
aristophanes Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
astrology Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
athens Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
aulis Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 86
autochthony, athenian Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
blend of cognition and emotion de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
callipolis Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
city of the just, the Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
comedy, old Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
comedy Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
cultic ritual practice, calendars and festivals Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
cultic ritual practice, sacrificial and festal calendars Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
cyme Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 86
demosthenes Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
dialectic/dialogue Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
dicaeopolis Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
discrepancy, between words and deeds Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84
drama Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
emotions, admiration/awe de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
emotions, anger/rage de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
emotions, disappointment de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
emotions, joy de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
emotions, love/passion de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
emotions, sorrow de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
encomium Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
euripides Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
festivals Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
food Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86
gifts Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84
hannah, robert Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
hecuba Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
helicon Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 86
hesiod, works and days Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
hesiod Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86, 145; de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
hyades, the Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 85
hymns Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
inscriptions, sacrificial calendars Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
justice Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86, 145
kravaritou, s. Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
leaving the city, as a metaliterary metaphor Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84
leocrates Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
orion Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 85
pain/suffering de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 163
perses Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86
plato Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
poetic quotations Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
poetry, and aristocratic power Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86
sirius Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 85
socrates Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
solon Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
tapestry Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
time, calendars' Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
timeliness Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 85, 86
tragedy Poet and Orator: A Symbiotic Relationship in Democratic Athens (2019)" 331
trümpy, c. Eidinow and Kindt, The Oxford Handbook of Ancient Greek Religion (2015) 537
utopia Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 84, 145
weaving Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145
writing Kirichenko, Greek Literature and the Ideal: The Pragmatics of Space from the Archaic to the Hellenistic Age (2022) 145