Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



6465
Herodotus, Histories, 6.121-6.127


θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον Ἀλκμεωνίδας ἄν κοτε ἀναδέξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ· οἵτινες μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρί, φαίνονται μισοτύραννοι ἐόντες. Καλλίης τε γὰρ μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα, ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηνέων, τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι, καὶ τἆλλα τὰ ἔχθιστα ἐς αὐτὸν πάντα ἐμηχανᾶτο.It is a wonder to me, and I do not believe the story, that the Alcmeonidae would ever have agreed to hold up a shield as a sign for the Persians out of a desire to make Athens subject to foreigners and to Hippias; for it is plain to see that they were tyrant-haters as much as Callias (son of Phaenippus and father of Hipponicus), or even more so. ,Callias was the only Athenian who dared to buy Pisistratus' possessions when they were put up for sale by the state after Pisistratus' banishment from Athens; and he devised other acts of bitter hatred against him.


Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν. τοῦτο μὲν γὰρ τὰ προλελεγμένα, ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα· τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ ἐποίησε· ἵππῳ νικήσας, τεθρίππῳ δὲ δεύτερος γενόμενος, Πύθια δὲ πρότερον ἀνελόμενος, ἐφανερώθη ἐς τοὺς Ἕλληνας πάντας δαπάνῃσι μεγίστῃσι. τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο· ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι, ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο· ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι, ἔδωκε τούτῳ τῷ ἀνδρί.[This Callias is worthy of all men's remembrance for many reasons: first, because he so excellently freed his country, as I have said; second, for what he did at Olympia, where he won a horserace, and was second in a four-horse chariot, after already winning a Pythian prize, and was the cynosure of all Hellas for the lavishness of his spending; ,and third, for his behavior regarding his three daughters. When they were of marriageable age, he gave them a most splendid gift and one very pleasant to them, promising that each would wed that man whom she chose for herself from all the Athenians.]


καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι. θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα, καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω. οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας· Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν, εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας, ὥς μοι πρότερον δεδήλωται.The Alcmeonidae were tyrant-haters as much as Callias, or not less so. Therefore I find it a strange and unbelievable accusation that they of all men should have held up a shield; at all times they shunned tyrants, and it was by their contrivance that the sons of Pisistratus were deposed from their tyranny. ,Thus in my judgment it was they who freed Athens much more than did Harmodius and Aristogeiton. These only enraged the remaining sons of Pisistratus by killing Hipparchus, and did nothing to end the tyranny of the rest of them; but the Alcmeonidae plainly liberated their country, if they truly were the ones who persuaded the Pythian priestess to signify to the Lacedaemonians that they should free Athens, as I have previously shown.


ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα. οὐ μὲν ὦν ἦσαν σφέων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδʼ οἳ μᾶλλον ἐτετιμέατο. οὕτω οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἂν τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ. ἀνεδέχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστι ἄλλως εἰπεῖν· ἐγένετο γάρ· ὃς μέντοι ἦν ὁ ἀναδέξας, οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων.Perhaps out of some grudge against the Athenian people they betrayed their country. But there were no others at Athens more esteemed or more honored than they; ,therefore plain reason forbids believing that they of all men could have held up the shield for any such cause. A shield was held up; this cannot be denied, for it happened; but who did it I do not know, and I can say no further.


οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί. τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ. ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεὴν ἐοῦσαν τοιαύτην τοιάδε ἐπιτηδεύσας προσέφερε· ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος, κοθόρνους τε τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος, ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο. ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα, ἐξήιε ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν μόγις τοὺς κοθόρνους, παντὶ δὲ τεῷ οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ· τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο. ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων. οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται.The Alcmeonidae had been men of renown at Athens even in the old days, and from the time of Alcmeon and then Megacles their renown increased. ,When the Lydians from Sardis came from Croesus to the Delphic oracle, Alcmeon son of Megacles worked with them and zealously aided them; when Croesus heard from the Lydians who visited the oracle of Alcmeon's benefits to him, he summoned Alcmeon to Sardis, and there made him a gift of as much gold as he could carry away at one time on his person. ,Considering the nature of the gift, Alcmeon planned and employed this device: he donned a wide tunic, leaving a deep fold in it, and put on the most spacious boots that he could find, then went into the treasury to which they led him. ,Falling upon a heap of gold-dust, first he packed next to his legs as much gold as his boots would contain; then he filled all the fold of his tunic with gold and strewed the dust among the hair of his head, and took more of it into his mouth; when he came out of the treasury, hardly dragging the weight of his boots, he was like anything rather than a human being, with his mouth crammed full and all his body swollen. ,Croesus burst out laughing at the sight and gave him all the gold he already had and that much more again. Thus the family grew very rich; Alcmeon came to keep four-horse chariots and won with them at Olympia.


μετὰ δὲ γενεῇ δευτέρῃ ὕστερον Κλεισθένης αὐτὴν ὁ Σικυώνιος τύραννος ἐξήειρε, ὥστε πολλῷ ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι ἢ πρότερον ἦν. Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη. ταύτην ἠθέλησε, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι. Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι τεθρίππῳ ὁ Κλεισθένης κήρυγμα ἐποιήσατο, ὅστις Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι, ἥκειν ἐς ἑξηκοστὴν ἡμέρην ἢ καὶ πρότερον ἐς Σικυῶνα, ὡς κυρώσοντος Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ, ἀπὸ τῆς ἑξηκοστῆς ἀρξαμένου ἡμέρης. ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες· τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπʼ αὐτῷ τούτῳ εἶχε.In the next generation Cleisthenes the tyrant of Sicyon raised that house still higher, so that it grew much more famous in Hellas than it had formerly been. Cleisthenes son of Aristonymus son of Myron son of Andreas had one daughter, whose name was Agariste. He desired to wed her to the best man he could find in Hellas. ,It was the time of the Olympian games, and when he was victor there with a four-horse chariot, Cleisthenes made a proclamation that whichever Greek thought himself worthy to be his son-in-law should come on the sixtieth day from then or earlier to Sicyon, and Cleisthenes would make good his promise of marriage in a year from that sixtieth day. ,Then all the Greeks who were proud of themselves and their country came as suitors, and to that end Cleisthenes had them compete in running and wrestling contests.


ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο ʽἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστἀ, καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς. οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου. Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύι καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης. ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων πάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε· τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου. οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης Τισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων. ἀπὸ δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης· οὗτος δὲ ἀπʼ Εὐβοίης μοῦνος. ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν Ἄλκων.From Italy came Smindyrides of Sybaris, son of Hippocrates, the most luxurious liver of his day (and Sybaris was then at the height of its prosperity), and Damasus of Siris, son of that Amyris who was called the Wise. ,These came from Italy; from the Ionian Gulf, Amphimnestus son of Epistrophus, an Epidamnian; he was from the Ionian Gulf. From Aetolia came Males, the brother of that Titormus who surpassed all the Greeks in strength, and fled from the sight of men to the farthest parts of the Aetolian land. ,From the Peloponnese came Leocedes, son of Phidon the tyrant of Argos, that Phidon who made weights and measures for the Peloponnesians and acted more arrogantly than any other Greek; he drove out the Elean contest-directors and held the contests at Olympia himself. This man's son now came, and Amiantus, an Arcadian from Trapezus, son of Lycurgus; and an Azenian from the town of Paeus, Laphanes, son of that Euphorion who, as the Arcadian tale relates, gave lodging to the Dioscuri, and ever since kept open house for all men; and Onomastus from Elis, son of Agaeus. ,These came from the Peloponnese itself; from Athens Megacles, son of that Alcmeon who visited Croesus, and also Hippocleides son of Tisandrus, who surpassed the Athenians in wealth and looks. From Eretria, which at that time was prosperous, came Lysanias; he was the only man from Euboea. From Thessaly came a Scopad, Diactorides of Crannon; and from the Molossians, Alcon.


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Herodotus, Histories, 1.60-1.61, 1.60.4, 1.96-1.100, 2.120, 3.80-3.82, 3.143.2, 5.55, 6.41, 6.59, 6.104, 6.109-6.110, 6.115, 6.122-6.132, 7.134, 8.103, 9.5 (5th cent. BCE - 5th cent. BCE)

1.60. But after a short time the partisans of Megacles and of Lycurgus made common cause and drove him out. In this way Pisistratus first got Athens and, as he had a sovereignty that was not yet firmly rooted, lost it. Presently his enemies who together had driven him out began to feud once more. ,Then Megacles, harassed by factional strife, sent a message to Pisistratus offering him his daughter to marry and the sovereign power besides. ,When this offer was accepted by Pisistratus, who agreed on these terms with Megacles, they devised a plan to bring Pisistratus back which, to my mind, was so exceptionally foolish that it is strange (since from old times the Hellenic stock has always been distinguished from foreign by its greater cleverness and its freedom from silly foolishness) that these men should devise such a plan to deceive Athenians, said to be the subtlest of the Greeks. ,There was in the Paeanian deme a woman called Phya, three fingers short of six feet, four inches in height, and otherwise, too, well-formed. This woman they equipped in full armor and put in a chariot, giving her all the paraphernalia to make the most impressive spectacle, and so drove into the city; heralds ran before them, and when they came into town proclaimed as they were instructed: ,“Athenians, give a hearty welcome to Pisistratus, whom Athena herself honors above all men and is bringing back to her own acropolis.” So the heralds went about proclaiming this; and immediately the report spread in the demes that Athena was bringing Pisistratus back, and the townsfolk, believing that the woman was the goddess herself, worshipped this human creature and welcomed Pisistratus. 1.60.4. There was in the Paeanian deme a woman called Phya, three fingers short of six feet, four inches in height, and otherwise, too, well-formed. This woman they equipped in full armor and put in a chariot, giving her all the paraphernalia to make the most impressive spectacle, and so drove into the city; heralds ran before them, and when they came into town proclaimed as they were instructed: 1.61. Having got back his sovereignty in the manner which I have described, Pisistratus married Megacles' daughter according to his agreement with Megacles. But as he already had young sons, and as the Alcmeonid family were said to be under a curse, he had no wish that his newly-wedded wife bear him children, and therefore had unusual intercourse with her. ,At first the woman hid the fact: presently she told her mother (whether interrogated or not, I do not know) and the mother told her husband. Megacles was very angry to be dishonored by Pisistratus; and in his anger he patched up his quarrel with the other faction. Pisistratus, learning what was going on, went alone away from the country altogether, and came to Eretria where he deliberated with his sons. ,The opinion of Hippias prevailing, that they should recover the sovereignty, they set out collecting contributions from all the cities that owed them anything. Many of these gave great amounts, the Thebans more than any, ,and in course of time, not to make a long story, everything was ready for their return: for they brought Argive mercenaries from the Peloponnese, and there joined them on his own initiative a man of Naxos called Lygdamis, who was most keen in their cause and brought them money and men. 1.96. All of those on the mainland were now free men; but they came to be ruled by monarchs again, as I will now relate. There was among the Medes a clever man called Deioces: he was the son of Phraortes. ,Deioces was infatuated with sovereignty, and so he set about gaining it. Already a notable man in his own town (one of the many towns into which Media was divided), he began to profess and practice justice more constantly and zealously than ever, and he did this even though there was much lawlessness throughout the land of Media, and though he knew that injustice is always the enemy of justice. Then the Medes of the same town, seeing his behavior, chose him to be their judge, and he (for he coveted sovereign power) was honest and just. ,By acting so, he won no small praise from his fellow townsmen, to such an extent that when the men of the other towns learned that Deioces alone gave fair judgments (having before suffered from unjust decisions), they came often and gladly to plead before Deioces; and at last they would submit to no arbitration but his. 1.97. The number of those who came grew ever greater, for they heard that each case turned out in accord with the truth. Then Deioces, seeing that everything now depended on him, would not sit in his former seat of judgment, and said he would give no more decisions; for it was of no advantage to him (he said) to leave his own business and spend all day judging the cases of his neighbors. ,This caused robbery and lawlessness to increase greatly in the towns; and, gathering together, the Medes conferred about their present affairs, and said (here, as I suppose, the main speakers were Deioces' friends), ,“Since we cannot go on living in the present way in the land, come, let us set up a king over us; in this way the land will be well governed, and we ourselves shall attend to our business and not be routed by lawlessness.” With such words they persuaded themselves to be ruled by a king. 1.98. The question was at once propounded: Whom should they make king? Then every man was loud in putting Deioces forward and praising Deioces, until they agreed that he should be their king. ,He ordered them to build him houses worthy of his royal power, and strengthen him with a bodyguard. The Medes did so. They built him a big and strong house wherever in the land he indicated to them, and let him choose a bodyguard out of all the Medes. ,And having obtained power, he forced the Medes to build him one city and to fortify and care for this more strongly than all the rest. The Medes did this for him, too. So he built the big and strong walls, one standing inside the next in circles, which are now called Ecbatana . ,This fortress is so designed that each circle of walls is higher than the next outer circle by no more than the height of its battlements; to which plan the site itself, on a hill in the plain, contributes somewhat, but chiefly it was accomplished by skill. ,There are seven circles in all; within the innermost circle are the palace and the treasuries; and the longest wall is about the length of the wall that surrounds the city of Athens . The battlements of the first circle are white, of the second black, of the third circle purple, of the fourth blue, and of the fifth orange: ,thus the battlements of five circles are painted with colors; and the battlements of the last two circles are coated, the one with silver and the other with gold. 1.99. Deioces built these walls for himself and around his own quarters, and he ordered the people to dwell outside the wall. And when it was all built, Deioces was first to establish the rule that no one should come into the presence of the king, but everything should be done by means of messengers; that the king should be seen by no one; and moreover that it should be a disgrace for anyone to laugh or to spit in his presence. ,He was careful to hedge himself with all this so that the men of his own age (who had been brought up with him and were as nobly born as he and his equals in courage), instead of seeing him and being upset and perhaps moved to plot against him, might by reason of not seeing him believe him to be different. 1.100. When he had made these arrangements and strengthened himself with sovereign power, he was a hard man in the protection of justice. They would write down their pleas and send them in to him; then he would pass judgment on what was brought to him and send his decisions out. ,This was his manner of deciding cases at law, and he had other arrangements too; for when he heard that a man was doing violence he would send for him and punish him as each offense deserved: and he had spies and eavesdroppers everywhere in his domain. 2.120. The Egyptians' priests said this, and I myself believe their story about Helen, for I reason thus: had Helen been in Ilion, then with or without the will of Alexandrus she would have been given back to the Greeks. ,For surely Priam was not so mad, or those nearest to him, as to consent to risk their own persons and their children and their city so that Alexandrus might cohabit with Helen. ,Even if it were conceded that they were so inclined in the first days, yet when not only many of the Trojans were slain in fighting against the Greeks, but Priam himself lost to death two or three or even more of his sons in every battle (if the poets are to be believed), in this turn of events, had Helen been Priam's own wife, I cannot but think that he would have restored her to the Greeks, if by so doing he could escape from the evils besetting him. ,Alexandrus was not even heir to the throne, in which case matters might have been in his hands since Priam was old, but Hector, who was an older and a better man than Alexandrus, was going to receive the royal power at Priam's death, and ought not have acquiesced in his brother's wrongdoing, especially when that brother was the cause of great calamity to Hector himself and all the rest of the Trojans. ,But since they did not have Helen there to give back, and since the Greeks would not believe them although they spoke the truth—I am convinced and declare—the divine powers provided that the Trojans, perishing in utter destruction, should make this clear to all mankind: that retribution from the gods for terrible wrongdoing is also terrible. This is what I think, and I state it. 3.80. After the tumult quieted down, and five days passed, the rebels against the Magi held a council on the whole state of affairs, at which sentiments were uttered which to some Greeks seem incredible, but there is no doubt that they were spoken. ,Otanes was for turning the government over to the Persian people: “It seems to me,” he said, “that there can no longer be a single sovereign over us, for that is not pleasant or good. You saw the insolence of Cambyses, how far it went, and you had your share of the insolence of the Magus. ,How can monarchy be a fit thing, when the ruler can do what he wants with impunity? Give this power to the best man on earth, and it would stir him to unaccustomed thoughts. Insolence is created in him by the good things to hand, while from birth envy is rooted in man. ,Acquiring the two he possesses complete evil; for being satiated he does many reckless things, some from insolence, some from envy. And yet an absolute ruler ought to be free of envy, having all good things; but he becomes the opposite of this towards his citizens; he envies the best who thrive and live, and is pleased by the worst of his fellows; and he is the best confidant of slander. ,of all men he is the most inconsistent; for if you admire him modestly he is angry that you do not give him excessive attention, but if one gives him excessive attention he is angry because one is a flatter. But I have yet worse to say of him than that; he upsets the ancestral ways and rapes women and kills indiscriminately. ,But the rule of the multitude has in the first place the loveliest name of all, equality, and does in the second place none of the things that a monarch does. It determines offices by lot, and holds power accountable, and conducts all deliberating publicly. Therefore I give my opinion that we make an end of monarchy and exalt the multitude, for all things are possible for the majority.” 3.81. Such was the judgment of Otanes: but Megabyzus urged that they resort to an oligarchy. “I agree,” said he, “with all that Otanes says against the rule of one; but when he tells you to give the power to the multitude, his judgment strays from the best. Nothing is more foolish and violent than a useless mob; ,for men fleeing the insolence of a tyrant to fall victim to the insolence of the unguided populace is by no means to be tolerated. Whatever the one does, he does with knowledge, but for the other knowledge is impossible; how can they have knowledge who have not learned or seen for themselves what is best, but always rush headlong and drive blindly onward, like a river in flood? ,Let those like democracy who wish ill to Persia ; but let us choose a group of the best men and invest these with the power. For we ourselves shall be among them, and among the best men it is likely that there will be the best counsels.” 3.82. Such was the judgment of Megabyzus. Darius was the third to express his opinion. “It seems to me,” he said, “that Megabyzus speaks well concerning democracy but not concerning oligarchy. For if the three are proposed and all are at their best for the sake of argument, the best democracy and oligarchy and monarchy, I hold that monarchy is by far the most excellent. ,One could describe nothing better than the rule of the one best man; using the best judgment, he will govern the multitude with perfect wisdom, and best conceal plans made for the defeat of enemies. ,But in an oligarchy, the desire of many to do the state good service often produces bitter hate among them; for because each one wishes to be first and to make his opinions prevail, violent hate is the outcome, from which comes faction and from faction killing, and from killing it reverts to monarchy, and by this is shown how much better monarchy is. ,Then again, when the people rule it is impossible that wickedness will not occur; and when wickedness towards the state occurs, hatred does not result among the wicked, but strong alliances; for those that want to do the state harm conspire to do it together. This goes on until one of the people rises to stop such men. He therefore becomes the people's idol, and being their idol is made their monarch; and thus he also proves that monarchy is best. ,But (to conclude the whole matter in one word) tell me, where did freedom come from for us and who gave it, from the people or an oligarchy or a single ruler? I believe, therefore, that we who were liberated through one man should maintain such a government, and, besides this, that we should not alter our ancestral ways that are good; that would not be better.” 5.55. When he was forced to leave Sparta, Aristagoras went to Athens, which had been freed from its ruling tyrants in the manner that I will show. First Hipparchus, son of Pisistratus and brother of the tyrant Hippias, had been slain by Aristogiton and Harmodius, men of Gephyraean descent. This was in fact an evil of which he had received a premonition in a dream. After this the Athenians were subject for four years to a tyranny not less but even more absolute than before. 6.41. But now, learning that the Phoenicians were in Tenedos, he sailed away to Athens with five triremes loaded with the possessions that he had nearby. He set out from Cardia and crossed the Black Bay, and as he was sailing along the Chersonese the Phoenicians fell upon him with their ships. ,Miltiades himself escaped with four of his ships to Imbros, but the fifth was pursued and overtaken by the Phoenicians. It happened that the captain of this ship was Metiochus, the eldest son of Miltiades by another wife, not the daughter of Olorus the Thracian. ,The Phoenicians took this man captive with his ship; and when they heard that he was Miltiades' son, they brought him up to the king, thinking that this would be a very favorable service, because Miltiades had declared his opinion among the Ionians that they should obey the Scythians in their demand to break the bridge of boats and sail away to their homes. ,But when the Phoenicians brought Miltiades' son Metiochus before him, Darius did him no harm but much good, giving him a house and possessions and a Persian wife, who bore him children who were reckoned as Persians. Miltiades made his way from Imbros to Athens. 6.59. The Lacedaemonians also resemble the Persians in this: when one king is dead and another takes his office, this successor releases from debt any Spartan who owes a debt to the king or to the commonwealth. Among the Persians the king at the beginning of his reign forgives all cities their arrears of tribute. 6.104. It was this Miltiades who was now the Athenian general, after coming from the Chersonese and escaping a two-fold death. The Phoenicians pursued him as far as Imbros, considering it of great importance to catch him and bring him to the king. ,He escaped from them, but when he reached his own country and thought he was safe, then his enemies met him. They brought him to court and prosecuted him for tyranny in the Chersonese, but he was acquitted and appointed Athenian general, chosen by the people. 6.109. The Athenian generals were of divided opinion, some advocating not fighting because they were too few to attack the army of the Medes; others, including Miltiades, advocating fighting. ,Thus they were at odds, and the inferior plan prevailed. An eleventh man had a vote, chosen by lot to be polemarch of Athens, and by ancient custom the Athenians had made his vote of equal weight with the generals. Callimachus of Aphidnae was polemarch at this time. Miltiades approached him and said, ,“Callimachus, it is now in your hands to enslave Athens or make her free, and thereby leave behind for all posterity a memorial such as not even Harmodius and Aristogeiton left. Now the Athenians have come to their greatest danger since they first came into being, and, if we surrender, it is clear what we will suffer when handed over to Hippias. But if the city prevails, it will take first place among Hellenic cities. ,I will tell you how this can happen, and how the deciding voice on these matters has devolved upon you. The ten generals are of divided opinion, some urging to attack, others urging not to. ,If we do not attack now, I expect that great strife will fall upon and shake the spirit of the Athenians, leading them to medize. But if we attack now, before anything unsound corrupts the Athenians, we can win the battle, if the gods are fair. ,All this concerns and depends on you in this way: if you vote with me, your country will be free and your city the first in Hellas. But if you side with those eager to avoid battle, you will have the opposite to all the good things I enumerated.” 6.122. [This Callias is worthy of all men's remembrance for many reasons: first, because he so excellently freed his country, as I have said; second, for what he did at Olympia, where he won a horserace, and was second in a four-horse chariot, after already winning a Pythian prize, and was the cynosure of all Hellas for the lavishness of his spending; ,and third, for his behavior regarding his three daughters. When they were of marriageable age, he gave them a most splendid gift and one very pleasant to them, promising that each would wed that man whom she chose for herself from all the Athenians.] 6.123. The Alcmeonidae were tyrant-haters as much as Callias, or not less so. Therefore I find it a strange and unbelievable accusation that they of all men should have held up a shield; at all times they shunned tyrants, and it was by their contrivance that the sons of Pisistratus were deposed from their tyranny. ,Thus in my judgment it was they who freed Athens much more than did Harmodius and Aristogeiton. These only enraged the remaining sons of Pisistratus by killing Hipparchus, and did nothing to end the tyranny of the rest of them; but the Alcmeonidae plainly liberated their country, if they truly were the ones who persuaded the Pythian priestess to signify to the Lacedaemonians that they should free Athens, as I have previously shown. 6.124. Perhaps out of some grudge against the Athenian people they betrayed their country. But there were no others at Athens more esteemed or more honored than they; ,therefore plain reason forbids believing that they of all men could have held up the shield for any such cause. A shield was held up; this cannot be denied, for it happened; but who did it I do not know, and I can say no further. 6.125. The Alcmeonidae had been men of renown at Athens even in the old days, and from the time of Alcmeon and then Megacles their renown increased. ,When the Lydians from Sardis came from Croesus to the Delphic oracle, Alcmeon son of Megacles worked with them and zealously aided them; when Croesus heard from the Lydians who visited the oracle of Alcmeon's benefits to him, he summoned Alcmeon to Sardis, and there made him a gift of as much gold as he could carry away at one time on his person. ,Considering the nature of the gift, Alcmeon planned and employed this device: he donned a wide tunic, leaving a deep fold in it, and put on the most spacious boots that he could find, then went into the treasury to which they led him. ,Falling upon a heap of gold-dust, first he packed next to his legs as much gold as his boots would contain; then he filled all the fold of his tunic with gold and strewed the dust among the hair of his head, and took more of it into his mouth; when he came out of the treasury, hardly dragging the weight of his boots, he was like anything rather than a human being, with his mouth crammed full and all his body swollen. ,Croesus burst out laughing at the sight and gave him all the gold he already had and that much more again. Thus the family grew very rich; Alcmeon came to keep four-horse chariots and won with them at Olympia. 6.126. In the next generation Cleisthenes the tyrant of Sicyon raised that house still higher, so that it grew much more famous in Hellas than it had formerly been. Cleisthenes son of Aristonymus son of Myron son of Andreas had one daughter, whose name was Agariste. He desired to wed her to the best man he could find in Hellas. ,It was the time of the Olympian games, and when he was victor there with a four-horse chariot, Cleisthenes made a proclamation that whichever Greek thought himself worthy to be his son-in-law should come on the sixtieth day from then or earlier to Sicyon, and Cleisthenes would make good his promise of marriage in a year from that sixtieth day. ,Then all the Greeks who were proud of themselves and their country came as suitors, and to that end Cleisthenes had them compete in running and wrestling contests. 6.127. From Italy came Smindyrides of Sybaris, son of Hippocrates, the most luxurious liver of his day (and Sybaris was then at the height of its prosperity), and Damasus of Siris, son of that Amyris who was called the Wise. ,These came from Italy; from the Ionian Gulf, Amphimnestus son of Epistrophus, an Epidamnian; he was from the Ionian Gulf. From Aetolia came Males, the brother of that Titormus who surpassed all the Greeks in strength, and fled from the sight of men to the farthest parts of the Aetolian land. ,From the Peloponnese came Leocedes, son of Phidon the tyrant of Argos, that Phidon who made weights and measures for the Peloponnesians and acted more arrogantly than any other Greek; he drove out the Elean contest-directors and held the contests at Olympia himself. This man's son now came, and Amiantus, an Arcadian from Trapezus, son of Lycurgus; and an Azenian from the town of Paeus, Laphanes, son of that Euphorion who, as the Arcadian tale relates, gave lodging to the Dioscuri, and ever since kept open house for all men; and Onomastus from Elis, son of Agaeus. ,These came from the Peloponnese itself; from Athens Megacles, son of that Alcmeon who visited Croesus, and also Hippocleides son of Tisandrus, who surpassed the Athenians in wealth and looks. From Eretria, which at that time was prosperous, came Lysanias; he was the only man from Euboea. From Thessaly came a Scopad, Diactorides of Crannon; and from the Molossians, Alcon. 6.128. These were the suitors. When they arrived on the appointed day, Cleisthenes first inquired the country and lineage of each; then he kept them with him for a year, testing their manliness and temper and upbringing and manner of life; this he did by consorting with them alone and in company, putting the younger of them to contests of strength, but especially watching their demeanor at the common meal; for as long as he kept them with him, he did everything for them and entertained them with magnificence. ,The suitors that most pleased him were the ones who had come from Athens, and of these Hippocleides son of Tisandrus was judged foremost, both for his manliness and because in ancestry he was related to the Cypselids of Corinth. 6.129. When the appointed day came for the marriage feast and for Cleisthenes' declaration of whom he had chosen out of them all, Cleisthenes sacrificed a hundred oxen and gave a feast to the suitors and to the whole of Sicyon. ,After dinner the suitors vied with each other in music and in anecdotes for all to hear. As they sat late drinking, Hippocleides, now far outdoing the rest, ordered the flute-player to play him a dance-tune; the flute-player obeyed and he began to dance. I suppose he pleased himself with his dancing, but Cleisthenes saw the whole business with much disfavor. ,Hippocleides then stopped for a while and ordered a table to be brought in; when the table arrived, he danced Laconian figures on it first, and then Attic; last of all he rested his head on the table and made gestures with his legs in the air. ,Now Cleisthenes at the first and the second bout of dancing could no more bear to think of Hippocleides as his son-in-law, because of his dancing and his shamelessness, but he had held himself in check, not wanting to explode at Hippocleides; but when he saw him making gestures with his legs, he could no longer keep silence and said, “son of Tisandrus, you have danced away your marriage.” Hippocleides said in answer, “It does not matter to Hippocleides!” Since then this is proverbial. 6.130. Then Cleisthenes bade them all be silent and spoke to the company at large: “Suitors for my daughter's hand, I thank you one and all; if it were possible I would grant each of you his wish, neither choosing out one to set him above another nor disparaging the rest. ,But since I have but one maiden to plan for and so cannot please all of you, to those of you whose suit is rejected I make a gift of a talent of silver to each, for his desire to take a wife from my house and for his sojourn away from his home; and to Megacles son of Alcmeon do I betroth my daughter Agariste, by the laws of the Athenians.” Megacles accepted the betrothal, and Cleisthenes brought the marriage to pass. 6.131. Such is the tale of the choice among the suitors; and thus the fame of the Alcmeonidae resounded throughout Hellas. From this marriage was born that Cleisthenes, named after his mother's father from Sicyon, who gave the Athenians their tribes and their democracy; ,he and Hippocrates were born to Megacles; Hippocrates was father of another Megacles and another Agariste, called after Agariste who was Cleisthenes' daughter. She was married to Xanthippus son of Ariphron, and when she was pregt she saw in her sleep a vision in which she thought she gave birth to a lion. In a few days she bore Xanthippus a son, Pericles. 6.132. After the Persian disaster at Marathon, the reputation of Miltiades, already great at Athens, very much increased. He asked the Athenians for seventy ships, an army, and money, not revealing against what country he would lead them, but saying that he would make them rich if they followed him; he would bring them to a country from which they could easily carry away an abundance of gold; so he said when he asked for the ships. The Athenians were induced by these promises and granted his request. 7.134. Be that as it may, the anger of Talthybius, Agamemnon's herald, fell upon the Lacedaemonians. At Sparta there is a shrine of Talthybius and descendants of Talthybius called Talthybiadae, who have the special privilege of conducting all embassies from Sparta. ,Now there was a long period after the incident I have mentioned above during which the Spartans were unable to obtain good omens from sacrifice. The Lacedaemonians were grieved and dismayed by this and frequently called assemblies, making a proclamation inviting some Lacedaemonian to give his life for Sparta. Then two Spartans of noble birth and great wealth, Sperthias son of Aneristus and Bulis son of Nicolaus, undertook of their own free will to make atonement to Xerxes for Darius' heralds who had been killed at Sparta. ,Thereupon the Spartans sent these men to Media for execution. 8.103. Artemisia's counsel pleased Xerxes, for it happened that she spoke what he himself had in mind. In truth, I think that he would not have remained even if all men and women had counselled him so to do—so panic-stricken was he. Having then thanked Artemisia, he sent her away to take his sons to Ephesus, for he had some bastard sons with him. 9.5. For this reason he sent Murychides to Salamis who came before the council and conveyed to them Mardonius message. Then Lycidas, one of the councillors, said that it seemed best to him to receive the offer brought to them by Murychides and lay it before the people. ,This was the opinion which he declared, either because he had been bribed by Mardonius, or because the plan pleased him. The Athenians in the council were, however, very angry; so too were those outside when they heard of it. They made a ring round Lycidas and stoned him to death. Murychides the Hellespontian, however, they permitted to depart unharmed. ,There was much noise at Salamis over the business of Lycidas; and when the Athenian women learned what was afoot, one calling to another and bidding her follow, they went on their own impetus to the house of Lycidas and stoned to death his wife and his children.
2. Thucydides, The History of The Peloponnesian War, 1.2, 1.20.2, 6.15.4, 6.53.3, 6.54-6.59, 6.54.1, 6.61.1 (5th cent. BCE - 4th cent. BCE)

1.20.2. The general Athenian public fancy that Hipparchus was tyrant when he fell by the hands of Harmodius and Aristogiton; not knowing that Hippias, the eldest of the sons of Pisistratus, was really supreme, and that Hipparchus and Thessalus were his brothers; and that Harmodius and Aristogiton suspecting, on the very day, nay at the very moment fixed on for the deed, that information had been conveyed to Hippias by their accomplices, concluded that he had been warned, and did not attack him, yet, not liking to be apprehended and risk their lives for nothing, fell upon Hipparchus near the temple of the daughters of Leos, and slew him as he was arranging the Panathenaic procession. 6.15.4. Alarmed at the greatness of his license in his own life and habits, and of the ambition which he showed in all things soever that he undertook, the mass of the people set him down as a pretender to the tyranny, and became his enemies; and although publicly his conduct of the war was as good as could be desired individually, his habits gave offence to every one, and caused them to commit affairs to other hands, and thus before long to ruin the city. 6.53.3. The commons had heard how oppressive the tyranny of Pisistratus and his sons had become before it ended, and further that that tyranny had been put down at last, not by themselves and Harmodius, but by the Lacedaemonians, and so were always in fear and took everything suspiciously. 6.54.1. Indeed, the daring action of Aristogiton and Harmodius was undertaken in consequence of a love affair, which I shall relate at some length, to show that the Athenians are not more accurate than the rest of the world in their accounts of their own tyrants and of the facts of their own history. 6.61.1. To return to Alcibiades: public feeling was very hostile to him, being worked on by the same enemies who had attacked him before he went out; and now that the Athenians fancied that they had got at the truth of the matter of the Hermae, they believed more firmly than ever that the affair of the mysteries also, in which he was implicated, had been contrived by him in the same intention and was connected with the plot against the democracy.
3. Plutarch, On The Malice of Herodotus, None (1st cent. CE - 2nd cent. CE)



Subjects of this text:

subject book bibliographic info
acropolis, athenian, honors on Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
alcibiades Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378; Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
alcmaeonids Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130, 378
alkmeonidai Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452, 639
ambassador, to persia Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
ambiguity Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
antony Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
ares Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
aristogeiton Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
asia, europe and Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
athens, establishment of imperial cult in Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
athens, freedom narrative in Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
athens and athenians, and religious authority Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
athens and athenians, attitudes of, toward asiatics Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
athens and athenians, in persian war era Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
attalos of pergamum Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
author Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
barathron Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
cavalry, and kimon Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
consistency Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
croesus Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130, 378
cyrus Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
darius i Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
deioces Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
delphi, truce Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
eleusis Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
eretria Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
eumolpidai Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
gossip Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
half-siblings, patrilateral, same-sex Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
hammond, nicholas g.l. Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
harmodius Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
hecataeus Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
herald Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
heralds, persian Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
herodotus, paradoxical or critical statements Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
herodotus Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378; Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
hesiod Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
hierophant Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
hipparchos (son of peisistratus) Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
hippias (son of peisistratus) Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
imitation Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
kallias family of alopeke Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
kallias ii Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
kerykes Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
kimon, career, and elpinike Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
levene, david Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
livy Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
luke, john the baptist Bickerman and Tropper, Studies in Jewish and Christian History (2007) 632
maiandrius Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
mantis, political Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
marathon, battle of Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130; Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
miletus and milesians Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
miltiades, descendants Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
miltiades Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
nero, new dionysus, antony as Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
nickname Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
painting Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
panathenaia Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
peisistratos, sons Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
pericles Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
perikles, marriage and divorce Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
persia/persians Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
persia and persians, language of Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
philip v of macedon Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
pilgrimage Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
plato Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
plutarch Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362; Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
polycrates Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
polygnotos Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 452
rutilius rufus, p., salamis, battle of Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
samos/samians Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 130
samos and samians Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
solon Humphreys, Kinship in Ancient Athens: An Anthropological Analysis (2018) 639
style Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
themistocles Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
thucydides, archaeology Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
thucydides, in opposition to herodotus Kingsley Monti and Rood, The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography (2022) 378
thucydides, son of melesias, manuscript traditionnan Rengakos and Tsakmakis, Brill's Companion to Thucydides (2006) 527
truthfulness Marincola et al., Lloyd Llewellyn-Jones and Calum Maciver, Greek Notions of the Past in the Archaic and Classical Eras: History Without Historians (2021) 362
tyranny, greek attitudes towards Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252
xerxes' Brodd and Reed, Rome and Religion: A Cross-Disciplinary Dialogue on the Imperial Cult (2011) 91
xerxes Munn, The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion (2006) 252