Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



5614
Euripides, Bacchae, 1297


ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν. ἈγαύηBeing insulted with insolence, for you did not consider him a god. Agave


Intertexts (texts cited often on the same page as the searched text):

5 results
1. Aristophanes, Clouds, 1506 (5th cent. BCE - 4th cent. BCE)

1506. τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε
2. Euripides, Bacchae, 1013, 1018, 1031, 1089, 1114-1147, 1177-1258, 1260, 1264-1280, 22, 42, 47-50, 528, 538, 629, 646, 818, 925, 992, 1007 (5th cent. BCE - 5th cent. BCE)

1007. φανερά τʼ· ὤ, νάει ν ἐπὶ τὰ καλὰ βίον
3. Apollodorus, Bibliotheca, 1.9.12, 2.2.2, 2.5.2, 3.5.1, 3.5.3 (1st cent. CE - 2nd cent. CE)

1.9.12. Βίας δὲ 3 -- ἐμνηστεύετο Πηρὼ τὴν Νηλέως· ὁ δὲ πολλῶν αὐτῷ μνηστευομένων τὴν θυγατέρα δώσειν ἔφη τῷ τὰς Φυλάκου 1 -- βόας κομίσαντι αὐτῷ. αὗται δὲ ἦσαν ἐν Φυλάκῃ, καὶ κύων ἐφύλασσεν αὐτὰς οὗ οὔτε ἄνθρωπος οὔτε θηρίον πέλας ἐλθεῖν ἠδύνατο. ταύτας ἀδυνατῶν Βίας τὰς βόας κλέψαι παρεκάλει τὸν ἀδελφὸν συλλαβέσθαι. Μελάμπους δὲ ὑπέσχετο, καὶ προεῖπεν ὅτι φωραθήσεται κλέπτων καὶ δεθεὶς ἐνιαυτὸν οὕτω τὰς βόας λήψεται. μετὰ δὲ τὴν ὑπόσχεσιν εἰς Φυλάκην ἀπῄει καί, καθάπερ προεῖπε, φωραθεὶς ἐπὶ τῇ κλοπῇ δέσμιος 2 -- ἐν οἰκήματι ἐφυλάσσετο. λειπομένου δὲ τοῦ ἐνιαυτοῦ βραχέος χρόνου, τῶν κατὰ τὸ κρυφαῖον 3 -- τῆς στέγης σκωλήκων ἀκούει, τοῦ μὲν ἐρωτῶντος πόσον ἤδη μέρος τοῦ δοκοῦ διαβέβρωται, τῶν δὲ ἀποκρινομένων 4 -- λοιπὸν ἐλάχιστον εἶναι. καὶ ταχέως ἐκέλευσεν αὑτὸν εἰς ἕτερον οἴκημα μεταγαγεῖν, γενομένου δὲ τούτου μετʼ οὐ πολὺ συνέπεσε τὸ οἴκημα. θαυμάσας δὲ Φύλακος, καὶ μαθὼν ὅτι ἐστὶ μάντις ἄριστος, λύσας παρεκάλεσεν εἰπεῖν ὅπως αὐτοῦ τῷ παιδὶ Ἰφίκλῳ παῖδες γένωνται. ὁ δὲ ὑπέσχετο ἐφʼ ᾧ τὰς βόας λήψεται. καὶ καταθύσας ταύρους δύο καὶ μελίσας τοὺς οἰωνοὺς προσεκαλέσατο· παραγενομένου δὲ αἰγυπιοῦ, παρὰ τούτου μανθάνει δὴ ὅτι Φύλακός ποτε κριοὺς τέμνων ἐπὶ τῶν αἰδοίων 5 -- παρὰ τῷ Ἰφίκλῳ τὴν μάχαιραν ᾑμαγμένην ἔτι κατέθετο, δείσαντος δὲ τοῦ παιδὸς καὶ φυγόντος αὖθις κατὰ τῆς ἱερᾶς δρυὸς αὐτὴν ἔπηξε, καὶ ταύτην ἀμφιτροχάσας 1 -- ἐκάλυψεν ὁ φλοιός. ἔλεγεν οὖν, εὑρεθείσης τῆς μαχαίρας εἰ ξύων τὸν ἰὸν ἐπὶ ἡμέρας δέκα Ἰφίκλῳ δῷ πιεῖν, παῖδα γεννήσειν. ταῦτα μαθὼν παρʼ αἰγυπιοῦ Μελάμπους τὴν μὲν μάχαιραν εὗρε, τῷ δὲ Ἰφίκλῳ τὸν ἰὸν ξύσας ἐπὶ ἡμέρας δέκα δέδωκε πιεῖν, καὶ παῖς αὐτῷ Ποδάρκης ἐγένετο. τὰς δὲ βόας εἰς Πύλον ἤλασε, καὶ τῷ ἀδελφῷ τὴν Νηλέως θυγατέρα λαβὼν ἔδωκε. καὶ μέχρι μέν τινος ἐν Μεσσήνῃ κατῴκει, ὡς δὲ τὰς ἐν Ἄργει γυναῖκας ἐξέμηνε Διόνυσος, ἐπὶ 2 -- μέρει τῆς 3 -- βασιλείας ἰασάμενος αὐτὰς ἐκεῖ μετὰ Βίαντος κατῴκησε. 2.2.2. καὶ γίνεται Ἀκρισίῳ μὲν ἐξ Εὐρυδίκης τῆς Λακεδαίμονος Δανάη, Προίτῳ δὲ ἐκ Σθενεβοίας Λυσίππη καὶ Ἰφινόη καὶ Ἰφιάνασσα. αὗται δὲ ὡς ἐτελειώθησαν, ἐμάνησαν, ὡς μὲν Ἡσίοδός φησιν, ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο, ὡς δὲ Ἀκουσίλαος λέγει, διότι τὸ τῆς Ἥρας ξόανον ἐξηυτέλισαν. γενόμεναι δὲ ἐμμανεῖς ἐπλανῶντο ἀνὰ τὴν Ἀργείαν ἅπασαν, αὖθις δὲ τὴν Ἀρκαδίαν καὶ τὴν Πελοπόννησον 1 -- διελθοῦσαι μετʼ ἀκοσμίας ἁπάσης διὰ τῆς ἐρημίας ἐτρόχαζον. Μελάμπους δὲ ὁ Ἀμυθάονος καὶ Εἰδομένης τῆς Ἄβαντος, μάντις ὢν καὶ τὴν διὰ φαρμάκων καὶ καθαρμῶν θεραπείαν πρῶτος εὑρηκώς, ὑπισχνεῖται θεραπεύειν τὰς παρθένους, εἰ λάβοι τὸ τρίτον μέρος τῆς δυναστείας. οὐκ ἐπιτρέποντος δὲ Προίτου θεραπεύειν ἐπὶ μισθοῖς τηλικούτοις, ἔτι μᾶλλον ἐμαίνοντο αἱ παρθένοι καὶ προσέτι μετὰ τούτων αἱ λοιπαὶ γυναῖκες· καὶ γὰρ αὗται τὰς οἰκίας ἀπολιποῦσαι τοὺς ἰδίους ἀπώλλυον παῖδας καὶ εἰς τὴν ἐρημίαν ἐφοίτων. προβαινούσης δὲ ἐπὶ πλεῖστον τῆς συμφορᾶς, τοὺς αἰτηθέντας μισθοὺς ὁ Προῖτος ἐδίδου. ὁ δὲ ὑπέσχετο θεραπεύειν ὅταν ἕτερον τοσοῦτον τῆς γῆς ὁ ἀδελφὸς αὐτοῦ λάβῃ Βίας. Προῖτος δὲ εὐλαβηθεὶς μὴ βραδυνούσης τῆς θεραπείας αἰτηθείη καὶ πλεῖον, θεραπεύειν συνεχώρησεν ἐπὶ τούτοις. Μελάμπους δὲ παραλαβὼν τοὺς δυνατωτάτους τῶν νεανιῶν μετʼ ἀλαλαγμοῦ καί τινος ἐνθέου χορείας ἐκ τῶν ὀρῶν αὐτὰς εἰς Σικυῶνα συνεδίωξε. κατὰ δὲ τὸν διωγμὸν ἡ πρεσβυτάτη τῶν θυγατέρων Ἰφινόη μετήλλαξεν· ταῖς δὲ λοιπαῖς τυχούσαις καθαρμῶν σωφρονῆσαι συνέβη. καὶ ταύτας μὲν ἐξέδοτο Προῖτος Μελάμποδι καὶ Βίαντι, παῖδα δʼ ὕστερον ἐγέννησε Μεγαπένθην. 2.5.2. δεύτερον δὲ ἆθλον ἐπέταξεν αὐτῷ τὴν Λερναίαν ὕδραν κτεῖναι· αὕτη δὲ ἐν τῷ τῆς Λέρνης ἕλει ἐκτραφεῖσα ἐξέβαινεν εἰς τὸ πεδίον καὶ τά τε βοσκήματα καὶ τὴν χώραν διέφθειρεν. εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα, κεφαλὰς ἔχον ἐννέα, τὰς μὲν ὀκτὼ θνητάς, τὴν δὲ μέσην ἀθάνατον. ἐπιβὰς οὖν ἅρματος, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς τὴν Λέρνην, καὶ τοὺς μὲν ἵππους ἔστησε, τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ 1 -- παρὰ τὰς πηγὰς τῆς Ἀμυμώνης, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν ἐξελθεῖν, ἐκβαίνουσαν δὲ αὐτὴν κρατήσας κατεῖχεν. ἡ δὲ θατέρῳ 2 -- τῶν ποδῶν ἐνείχετο 3 -- περιπλακεῖσα. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο· 4 -- μιᾶς γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. ἐπεβοήθει δὲ καρκίνος τῇ ὕδρᾳ ὑπερμεγέθης, δάκνων τὸν πόδα. διὸ τοῦτον ἀποκτείνας ἐπεκαλέσατο καὶ αὐτὸς βοηθὸν τὸν Ἰόλαον, ὃς μέρος τι καταπρήσας τῆς ἐγγὺς ὕλης τοῖς δαλοῖς ἐπικαίων τὰς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι. καὶ 5 -- τοῦτον τὸν τρόπον τῶν ἀναφυομένων κεφαλῶν περιγενόμενος, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε πέτραν, παρὰ τὴν ὁδὸν τὴν φέρουσαν διὰ Λέρνης εἰς Ἐλαιοῦντα 6 -- τὸ δὲ σῶμα τῆς ὕδρας ἀνασχίσας τῇ χολῇ τοὺς ὀιστοὺς ἔβαψεν. Εὐρυσθεὺς δὲ ἔφη μὴ δεῖν καταριθμῆσαι τοῦτον 7 -- ἐν τοῖς δέκα 8 -- τὸν ἆθλον· οὐ γὰρ μόνος ἀλλὰ καὶ μετὰ Ἰολάου τῆς ὕδρας περιεγένετο. 3.5.1. Διόνυσος δὲ εὑρετὴς ἀμπέλου γενόμενος, Ἥρας μανίαν αὐτῷ ἐμβαλούσης περιπλανᾶται Αἴγυπτόν τε καὶ Συρίαν. καὶ τὸ μὲν πρῶτον Πρωτεὺς αὐτὸν ὑποδέχεται βασιλεὺς Αἰγυπτίων, αὖθις δὲ εἰς Κύβελα τῆς Φρυγίας ἀφικνεῖται, κἀκεῖ καθαρθεὶς ὑπὸ Ῥέας καὶ τὰς τελετὰς ἐκμαθών, καὶ λαβὼν παρʼ ἐκείνης τὴν στολήν, ἐπὶ Ἰνδοὺς 1 -- διὰ τῆς Θράκης ἠπείγετο. Λυκοῦργος δὲ παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύων, οἳ Στρυμόνα ποταμὸν παροικοῦσι, πρῶτος ὑβρίσας ἐξέβαλεν αὐτόν. καὶ Διόνυσος μὲν εἰς θάλασσαν πρὸς Θέτιν τὴν Νηρέως κατέφυγε, Βάκχαι δὲ ἐγένοντο αἰχμάλωτοι καὶ τὸ συνεπόμενον Σατύρων πλῆθος αὐτῷ. αὖθις δὲ αἱ Βάκχαι ἐλύθησαν ἐξαίφνης, Λυκούργῳ δὲ μανίαν ἐνεποίησε 2 -- Διόνυσος. ὁ δὲ μεμηνὼς Δρύαντα τὸν παῖδα, ἀμπέλου νομίζων κλῆμα κόπτειν, πελέκει πλήξας ἀπέκτεινε, καὶ ἀκρωτηριάσας αὐτὸν ἐσωφρόνησε. 1 -- τῆς δὲ γῆς ἀκάρπου μενούσης, ἔχρησεν ὁ θεὸς καρποφορήσειν αὐτήν, ἂν θανατωθῇ Λυκοῦργος. Ἠδωνοὶ δὲ ἀκούσαντες εἰς τὸ Παγγαῖον αὐτὸν ἀπαγαγόντες ὄρος ἔδησαν, κἀκεῖ κατὰ Διονύσου βούλησιν ὑπὸ ἵππων διαφθαρεὶς ἀπέθανε. 3.5.3. βουλόμενος δὲ ἀπὸ τῆς Ἰκαρίας εἰς Νάξον διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη. οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰς τὴν Ἀσίαν ἀπεμπολήσοντες. ὁ δὲ τὸν μὲν ἱστὸν 4 -- καὶ τὰς κώπας ἐποίησεν ὄφεις, τὸ δὲ σκάφος ἔπλησε κισσοῦ καὶ βοῆς αὐλῶν· οἱ δὲ ἐμμανεῖς γενόμενοι κατὰ τῆς θαλάττης ἔφυγον καὶ ἐγένοντο δελφῖνες. ὣς δὲ 1 -- αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων, ὁ δὲ ἀναγαγὼν ἐξ Ἅιδου τὴν μητέρα, καὶ προσαγορεύσας Θυώνην, μετʼ αὐτῆς εἰς οὐρανὸν ἀνῆλθεν.
4. Nonnus, Dionysiaca, 47.493-47.495 (4th cent. CE - 5th cent. CE)

5. Demosthenes, Orations, 21.7, 21.16, 21.26, 21.61, 21.126



Subjects of this text:

subject book bibliographic info
agave Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
argos,argive Bernabe et al. (2013), Redefining Dionysos, 52
arguments,religious,religious significance of Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
asebia (impiety),introduction into against midias Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
audience Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
autonoe Bernabe et al. (2013), Redefining Dionysos, 52
bacchants,bacchae,bacchai Bernabe et al. (2013), Redefining Dionysos, 52
baccheia βακχεία Bernabe et al. (2013), Redefining Dionysos, 52
bull,dionysos as Bernabe et al. (2013), Redefining Dionysos, 52
choregos Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
cult,cultic acts for specific cults, the corresponding god or place Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
delirium Bernabe et al. (2013), Redefining Dionysos, 52
detractors Bernabe et al. (2013), Redefining Dionysos, 52
dionysos,dionysos as bull Bernabe et al. (2013), Redefining Dionysos, 52
dionysos,dionysos bacchios Bernabe et al. (2013), Redefining Dionysos, 52
dionysos,dionysos bromios Bernabe et al. (2013), Redefining Dionysos, 337
dionysos,dionysos melanaigis Bernabe et al. (2013), Redefining Dionysos, 52
dionysos,epiphany Bernabe et al. (2013), Redefining Dionysos, 337
dionysos,prodigies Bernabe et al. (2013), Redefining Dionysos, 337
dionysos,punishment Bernabe et al. (2013), Redefining Dionysos, 52
dionysos Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
dionysus (god and cult) Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
dismemberment Bernabe et al. (2013), Redefining Dionysos, 52
dolphin Bernabe et al. (2013), Redefining Dionysos, 52
dryas Bernabe et al. (2013), Redefining Dionysos, 52
eleuther Bernabe et al. (2013), Redefining Dionysos, 52
goatskin Bernabe et al. (2013), Redefining Dionysos, 52
hippasus Bernabe et al. (2013), Redefining Dionysos, 52
hybris Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
ino Bernabe et al. (2013), Redefining Dionysos, 52
kadmos,kadmeian Bernabe et al. (2013), Redefining Dionysos, 337
leucippe Bernabe et al. (2013), Redefining Dionysos, 52
lion Bernabe et al. (2013), Redefining Dionysos, 52
lycurgus Bernabe et al. (2013), Redefining Dionysos, 52
madness Bernabe et al. (2013), Redefining Dionysos, 52
maenads,maenadic,maenadism,rites/cults Bernabe et al. (2013), Redefining Dionysos, 52
maenads,maenadic,maenadism Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
mania μανία,maniacal Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
midias Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
minyads,daughters of minyas [ psoloeis Bernabe et al. (2013), Redefining Dionysos, 52
mountains Bernabe et al. (2013), Redefining Dionysos, 52
mysteries,mystery cults,bacchic,dionysiac Bernabe et al. (2013), Redefining Dionysos, 52
oracle,oracular Bernabe et al. (2013), Redefining Dionysos, 52
panther Bernabe et al. (2013), Redefining Dionysos, 52
pentheus,death Bernabe et al. (2013), Redefining Dionysos, 337
pentheus Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
possession,possessed Bernabe et al. (2013), Redefining Dionysos, 52
prodigies of dionysos Bernabe et al. (2013), Redefining Dionysos, 337
proetids,daughters of proetus Bernabe et al. (2013), Redefining Dionysos, 52
punishment Bernabe et al. (2013), Redefining Dionysos, 52
rite,ritual,maenadic Bernabe et al. (2013), Redefining Dionysos, 52
sacrifice,sacrificial Bernabe et al. (2013), Redefining Dionysos, 52
scholia Martin (2009), Divine Talk: Religious Argumentation in Demosthenes, 18
skin,animal Bernabe et al. (2013), Redefining Dionysos, 52
thebes,theban Bernabe et al. (2013), Redefining Dionysos, 52, 337
thracia,thracian Bernabe et al. (2013), Redefining Dionysos, 52
tragedy,tragic Bernabe et al. (2013), Redefining Dionysos, 337
tyrrhenian pirates Bernabe et al. (2013), Redefining Dionysos, 52
vine wood Bernabe et al. (2013), Redefining Dionysos, 52
woman Bernabe et al. (2013), Redefining Dionysos, 52
worship' Bernabe et al. (2013), Redefining Dionysos, 52
worship Bernabe et al. (2013), Redefining Dionysos, 337