Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.982-4.1050
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· <Thus did she implore Arete, shedding tears, and thus each of the chieftains in turn: "On your account, ye men of peerless might, and on account of my toils in your ventures am I sorely afflicted; even I, by whose help ye yoked the bulls, and reaped the deadly harvest of the earthborn men; even I, through whom on your homeward path ye shall bear to Haemonia the Golden Fleece. Lo, here am I, who have lost my country and my parents, who have lost my home and all the delights of life; to you have I restored your country and your homes; with eyes of gladness ye will see again your parents; but from me a heavy-handed god has raft all joy; and with strangers I wander, an accursed thing. Fear your covenant and your oaths, fear the Fury that avenges suppliants and the retribution of heaven, if I fall into Aeetes' hands and am slain with grievous outrage. To no shrines, no tower of defence, no other refuge do I pay heed, but only to you. Hard and pitiless in your cruelty! No reverence have ye for me in your heart though ye see me helpless, stretching my hands towards the knees of a stranger queen; yet, when ye longed to seize the fleece, ye would have met all the Colchians face to thee and haughty Aeetes himself; but now ye have forgotten your courage, now that they are all alone and cut off.
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο <Fronting the Ionian Sea there lies an island in the Ceraunian sea, rich in soil, with a harbour on both sides, beneath which lies the sickle, as legend saith — grant me grace, O Muses, not willingly do I tell this tale of olden days — wherewith Cronos pitilessly mutilated his father; but others call it the reaping-hook of Demeter, goddess of the nether world. For Demeter once dwelt in that island, and taught the Titans to reap the ears of corn, all for the love of Macris. Whence it is called Drepane, the sacred nurse of the Phaeacians; and thus the Phaeacians themselves are by birth of the blood of Uranus. To them came Argo, held fast by many toils, borne by the breezes from the Thrinacian sea; and Alcinous and his people with kindly sacrifice gladly welcomed their coming; and over them all the city made merry; thou wouldst say they were rejoicing over their own sons. And the heroes themselves strode in gladness through the throng, even as though they had set foot in the heart of Haemonia; but soon were they to arm and raise the battle-cry; so near to them appeared a boundless host of Colchians, who had passed through the mouth of Pontus and between the Cyanean rocks in search of the chieftains. They desired forthwith to carry off Medea to her father's house apart from the rest, or else they threatened with fierce cruelty to raise the dread war-cry both then and thereafter on the coming of Aeetes. But lordly Alcinous checked them amid their eagerness for war. For he longed to allay the lawless strife between both sides without the clash of battle. And the maiden in deadly fear often implored the comrades of Aeson's son, and often with her hands touched the knees of Arete, the bride of Alcinous: "I beseech thee, O queen, be gracious and deliver me not to the Colchians to be borne to my father, if thou thyself too art one of the race of mortals, whose heart rushes swiftly to ruin from light transgressions. For my firm sense forsook me — it was not for wantonness. Be witness the sacred light of Helios, be witness the rites of the maiden that wanders by night, daughter of Perses. Not willingly did I haste from my home with men of an alien race; but a horrible fear wrought on me to bethink me of flight when I sinned; other device was there none. Still my maiden's girdle remains, as in the halls of my father, unstained, untouched. Pity me, lady, and turn thy lord to mercy; and may the immortals grant thee a perfect life, and joy, and children, and the glory of a city unravaged!
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

2 results
1. Homer, Odyssey, 7.346-7.347 (8th cent. BCE - 7th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 4.121, 4.982-4.999, 4.1001-4.1222 (3rd cent. BCE - 3rd cent. BCE)

4.121. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε 4.982. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο 4.983. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος 4.984. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι 4.985. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς 4.986. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς 4.987. κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. 4.988. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ 4.989. Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι 4.990. Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται 4.991. οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ 4.992. αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. 4.993. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν 4.994. Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν 4.995. Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας 4.996. δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν 4.997. πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. 4.998. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο 4.999. τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες 4.1001. ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη 4.1002. Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας 4.1003. Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. 4.1004. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι 4.1005. ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν 4.1006. νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν 4.1007. αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. 4.1008. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο 4.1009. κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν 4.1010. δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 4.1011. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς 4.1012. Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν 4.1013. Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· 4.1014. ‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις 4.1015. ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 4.1016. ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην 4.1017. ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. 4.1018. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι 4.1019. μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο 4.1020. ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης 4.1021. μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν 4.1022. κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν 4.1023. τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη 4.1024. μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς 4.1025. δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε 4.1026. πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν 4.1027. ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε 4.1028. καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’ 4.1029. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· 4.1030. τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· 4.1031. ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις 4.1032. ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι 4.1033. ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν 4.1034. κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε 4.1035. χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 4.1036. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας 4.1037. ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο· 4.1038. ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις 4.1039. ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας 4.1040. ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 4.1041. ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. 4.1042. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν 4.1043. Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν 4.1044. Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. 4.1045. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν 4.1046. ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους. 4.1047. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ 4.1048. αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης 4.1049. δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν 4.1050. κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις 4.1051. αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε 4.1052. ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’ 4.1053. ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο 4.1054. ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. 4.1055. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν 4.1056. φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς 4.1057. ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. 4.1058. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα 4.1059. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 4.1060. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος 4.1061. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. 4.1062. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει 4.1063. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα 4.1064. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 4.1065. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 4.1066. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ 4.1067. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. 4.1068. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν 4.1069. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 4.1070. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 4.1071. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην 4.1072. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις· 4.1073. ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων 4.1074. παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος 4.1075. ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· 4.1076. Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν 4.1077. Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη 4.1078. αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. 4.1079. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. 4.1080. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν 4.1081. φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ 4.1082. ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν 4.1083. πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων 4.1084. ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις 4.1085. κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν 4.1086. τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι 4.1087. θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι 4.1088. παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. 4.1089. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· 4.1090. οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· 4.1091. οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη 4.1092. πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ 4.1093. ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα 4.1094. πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ 4.1095. ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’ 4.1096. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ 4.1097. ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· 4.1098. ‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι 4.1099. Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. 4.1100. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. 4.1101. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις 4.1102. λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. 4.1103. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. 4.1104. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη 4.1105. ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. 4.1106. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι 4.1107. ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1108. οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην 4.1109. εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’ 4.1110. ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. 4.1111. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο 4.1112. ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες 4.1113. ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. 4.1114. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν 4.1115. ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι 4.1116. Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα 4.1117. λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει 4.1118. παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς 4.1119. ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1120. οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. 4.1121. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο 4.1122. ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν 4.1123. Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. 4.1124. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας 4.1125. Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν 4.1126. πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου 4.1127. ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. 4.1128. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν 4.1129. ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες 4.1130. αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν 4.1131. ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν 4.1132. κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων 4.1133. ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης. 4.1134. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα 4.1135. Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ 4.1136. δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν 4.1137. εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη 4.1138. καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. 4.1139. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ 4.1140. νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. 4.1141. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν 4.1142. χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο 4.1143. τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν 4.1144. νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις 4.1145. ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· 4.1146. τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. 4.1147. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην 4.1148. αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. 4.1149. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· 4.1150. αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· 4.1151. αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ 4.1152. Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. 4.1153. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον 4.1154. Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν 4.1155. τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν 4.1156. δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν 4.1157. δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος 4.1158. κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν 4.1159. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος 4.1160. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 4.1161. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι 4.1162. ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο 4.1163. νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ 4.1164. Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι. 4.1165. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων 4.1166. τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ 4.1167. πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. 4.1168. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι 4.1169. δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. 4.1170. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν 4.1171. λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν 4.1172. ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν 4.1173. ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· 4.1174. κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ 4.1175. Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. 4.1176. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν 4.1177. ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ 4.1178. σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ 4.1179. ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. 4.1180. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες 4.1181. Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. 4.1182. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων 4.1183. βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται 4.1184. ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν 4.1185. Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων 4.1186. ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν· 4.1187. ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου 4.1188. κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς. 4.1189. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες 4.1190. μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν 4.1191. ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· 4.1192. θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων 4.1193. εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο 4.1194. υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς 4.1195. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 4.1196. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο 4.1197. ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε 4.1198. οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον 4.1199. Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας 4.1200. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. 4.1201. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν 4.1202. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο 4.1203. ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος 4.1204. οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο 4.1205. μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις. 4.1206. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες 4.1207. καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν 4.1208. ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν 4.1209. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς 4.1210. δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ 4.1211. δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον 4.1212. εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες 4.1213. ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην 4.1214. νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων 4.1215. οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· 4.1216. ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. 4.1217. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται 4.1218. καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος 4.1219. βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν 4.1220. Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν 4.1221. Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι 4.1222. Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.


Subjects of this text:

subject book bibliographic info
actaeon Bernabe et al., Redefining Dionysos (2013) 210
aeetes, love/lovers Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97
aeetes Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
agave Bernabe et al., Redefining Dionysos (2013) 210
alcinous Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
amphion Bernabe et al., Redefining Dionysos (2013) 210
antiope Bernabe et al., Redefining Dionysos (2013) 210
apollonius of rhodes, argonautica, intertextual aspects, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
apollonius of rhodes, argonautica Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
archaic Bernabe et al., Redefining Dionysos (2013) 210
arete, queen of scheria Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
arete Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
atamante Bernabe et al., Redefining Dionysos (2013) 210
atossa Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
autonoe Bernabe et al., Redefining Dionysos (2013) 210
bacchiadae Bernabe et al., Redefining Dionysos (2013) 210
cave Bernabe et al., Redefining Dionysos (2013) 210
colchis, colchians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
colchis, colchoi Bernabe et al., Redefining Dionysos (2013) 210
colchis Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
corcyra Bernabe et al., Redefining Dionysos (2013) 210
corinth, corinthian Bernabe et al., Redefining Dionysos (2013) 210
cult, cultic acts for specific cults, the corresponding god or place Bernabe et al., Redefining Dionysos (2013) 210
darius Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
dionysos Bernabe et al., Redefining Dionysos (2013) 210
drepane Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
dufner, c.m. Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
ephyra Bernabe et al., Redefining Dionysos (2013) 210
epimetheus Bernabe et al., Redefining Dionysos (2013) 210
epopeus Bernabe et al., Redefining Dionysos (2013) 210
europa character Bernabe et al., Redefining Dionysos (2013) 210
glaucus Bernabe et al., Redefining Dionysos (2013) 210
harmonia Bernabe et al., Redefining Dionysos (2013) 210
homeland Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97
ino Bernabe et al., Redefining Dionysos (2013) 210
intertextuality, allusion, two-tier intertextuality, model Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, allusion Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, future reflexive mode Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, imitation Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
jason Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
kadmos, kadmeian Bernabe et al., Redefining Dionysos (2013) 210
katapontismos' Bernabe et al., Redefining Dionysos (2013) 210
kings Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
learchus Bernabe et al., Redefining Dionysos (2013) 210
leda Bernabe et al., Redefining Dionysos (2013) 210
lycurgus Bernabe et al., Redefining Dionysos (2013) 210
macris Bernabe et al., Redefining Dionysos (2013) 210
marriage Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
medea Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
melikertes Bernabe et al., Redefining Dionysos (2013) 210
melissus Bernabe et al., Redefining Dionysos (2013) 210
modello-esemplare, herodotus as Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
nausicaa Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
oceanos Bernabe et al., Redefining Dionysos (2013) 210
odysseus, narrator Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
odysseus Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
odyssey, homers Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
pentheus Bernabe et al., Redefining Dionysos (2013) 210
persia, persians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
phaeacia, phaeacians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 7
phaeacia Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97
phaeacians Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
plots Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
polydoros Bernabe et al., Redefining Dionysos (2013) 210
semele Bernabe et al., Redefining Dionysos (2013) 210
story Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
thestius Bernabe et al., Redefining Dionysos (2013) 210
thetis Bernabe et al., Redefining Dionysos (2013) 210
third ways Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vergil, aeneid, intertextual identity, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vergil, aeneid, intertextual identity, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
wandering Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97
women, as travelers Blum and Biggs, The Epic Journey in Greek and Roman Literature (2019) 97
zethus Bernabe et al., Redefining Dionysos (2013) 210
zeus Bernabe et al., Redefining Dionysos (2013) 210